1

 2

 3

 4

 5

 6

5

Λόγῳ τοῦ Θεοῦ. Εἰς τοῦτο γὰρ ὁ Λόγος ἄνθρωπος καὶ Υἱὸς ἀνθρώπου ὁ Υἱὸς τοῦ Θεοῦ, ἵνα ὁ ἄνθρωπος χωρήσας τὸν Λόγον καὶ τὴν υἱοθεσίαν λαβὼν γένηται υἱὸς τοῦ Θεοῦ. 29 Ὥσπερ γὰρ ἦν ἄνθρωπος ἵνα πειρασθῇ, οὕτω καὶ Λόγος ἵνα δοξασθῇ, ἡσυχάζοντος μὲν τοῦ Λόγου ἐν τῷ πειράζεσθαι καὶ σταυροῦσθαι καὶ ἀποθνῄσκειν, συγγινομένου δὲ τοῦ ἀνθρώπου ἐν τῷ νικᾶν καὶ ὑπομένειν καὶ χρηστεύεσθαι καὶ ἀνίστασθαι καὶ ἀναλαμβάνεσθαι. 30 Ὁ Θεὸς οὖν ἄνθρωπος ἐγένετο καὶ αὐτὸς Κύριος ἔσωσεν ἡμᾶς, δοὺς τὸ τῆς παρθένου σημεῖον. Ἀλλ' οὐχ ὡς ἔνιοί φασιν τῶν νῦν τολμώντων μεθερμηνεύειν τὴν γραφήν· «Ἰδοὺ ἡ νεᾶνις ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν», ὡς Θεοδοτίων ἡρμήνευσεν ὁ Ἐφέσιος καὶ Ἀκύλας ὁ Ποντικός, ἀμφότεροι Ἰουδαῖοι προσήλυτοι· οἷς κατακολουθήσαντες οἱ Ἐβιωναῖοι ἐξ Ἰωσὴφ αὐτὸν γεγεννῆσθαι φάσκουσιν. 31 Πρὸ τοῦ γὰρ Ῥωμαίους κρατῦναι τὴν ἀρχὴν αὐτῶν, ἔτι τῶν Μακεδόνων τὴν Ἀσίαν κατεχόντων, Πτολεμαῖος ὁ Λάγου, φιλοτιμούμενος τὴν ὑπ' αὐτοῦ κατεσκευασμένην βιβλιοθήκην ἐν Ἀλεξανδρείᾳ κοσμῆσαι τοῖς πάντων ἀνθρώπων συγγράμμασιν ὅσα γε σπουδαῖα ὑπῆρχεν, ᾐτήσατο παρὰ τῶν Ἱεροσολυμιτῶν εἰς τὴν Ἑλληνικὴν διάλεκτον σχεῖν αὐτῶν μεταβεβλημένας τὰς γραφάς. Οἳ δέ, ὑπήκουον γὰρ ἔτι τοῖς Μακεδόσι τότε, τοὺς παρ' αὐτοῖς ἐμπειροτάτους τῶν γραφῶν καὶ ἀμφοτέρων τῶν διαλέκτων ἑβδομήκοντα πρεσβυτέρους ἔπεμψαν Πτολεμαίῳ, ποιήσαντος τοῦ Θεοῦ ὅπερ ἠβούλετο. Ὃ δὲ ἰδίᾳ πεῖραν αὐτῶν λαβεῖν θελήσας εὐλαβηθείς τε μήτι ἄρα συνθέμενοι ἀποκρύψωσι τὴν ἐν ταῖς γραφαῖς διὰ τῆς ἑρμηνείας ἀλήθειαν, χωρίσας αὐτοὺς ἀπ' ἀλλήλων ἐκέλευσε τοὺς πάντας τὴν αὐτὴν ἑρμηνείαν γράφειν, καὶ τοῦτ' ἐπὶ πάντων τῶν βιβλίων ἐποίησεν. Συνελθόντων δὲ αὐτῶν ἐπὶ τὸ αὐτὸ παρὰ τῷ Πτολεμαίῳ καὶ συναντιβαλόντων ἑκάστου τὴν ἑαυτοῦ ἑρμηνείαν, ὁ μὲν Θεὸς ἐδοξάσθη, αἱ δὲ γραφαὶ ὄντως θεῖαι ἐγνώσθησαν, τῶν πάντων τὰ αὐτὰ ταῖς αὐταῖς λέξεσιν καὶ τοῖς αὐτοῖς ὀνόμασιν ἀναγορευσάντων ἀπ' ἀρχῆς μέχρι τέλους, ὥστε καὶ τὰ παρόντα ἔθνη γνῶναι ὅτι κατ' ἐπίπνοιαν τοῦ Θεοῦ εἰσιν ἡρμηνευμέναι αἱ γραφαί. Καὶ οὐδέν γε θαυμαστὸν τὸν Θεὸν τοῦτο ἐνηργηκέναι, ὅς γε καὶ ἐν τῇ ἐπὶ Ναβουχοδονόσορ αἰχμαλωσίᾳ τοῦ λαοῦ διαφθαρεισῶν τῶν γραφῶν καὶ μετὰ ἑβδομήκοντα ἔτη τῶν Ἰουδαίων ἀνελθόντων εἰς τὴν χώραν αὐτῶν, ἔπειτα ἐν τοῖς χρόνοις Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως ἐνέπνευσεν Ἔσδρᾳ τῷ ἱερεῖ ἐκ τῆς φυλῆς Λευὶ τοὺς τῶν προγεγονότων προφητῶν πάντας ἀνατάξασθαι λόγους καὶ ἀποκαταστῆσαι τῷ λαῷ τὴν διὰ Μωϋσέως νομοθεσίαν. 32 Καὶ ἐν τῷ εἰπεῖν· «Ἀκούσατε δή, οἶκος ∆αυίδ», σημαίνοντος ἦν ὅτι ὃν ἐπηγγείλατο τῷ ∆αυὶδ ὁ Θεὸς ἐκ καρποῦ τῆς κοιλίας αὐτοῦ αἰώνιον ἀναστήσειν Βασιλέα, οὗτός ἐστιν ὁ ἐκ τῆς δαυιτικῆς παρθένου γεννώμενος. 33 Εἰ τοίνυν ὁ πρῶτος Ἀδὰμ ἔσχε πατέρα ἄνθρωπον καὶ ἐκ σπέρματος ἐγεννήθη, εἰκὸς ἦν καὶ τὸν δεύτερον Ἀδὰμ λέγειν αὐτοὺς ἐξ Ἰωσὴφ γεγεννῆσθαι. Εἰ δὲ ἐκεῖνος ἐκ γῆς ἐλήφθη, Πλάστης δὲ αὐτοῦ ὁ Θεός, ἔδει καὶ τὸν ἀνακεφαλαιούμενον εἰς αὐτὸν τὸν ὑπὸ τοῦ Θεοῦ πεπλασμένον ἄνθρωπον τὴν αὐτὴν ἐκείνῳ τῆς γεννήσεως ἔχειν ὁμοιότητα. Εἰς τί οὖν πάλιν οὐκ ἔλαβε χοῦν ὁ Θεός, ἀλλ' ἐκ Μαρίας ἐνήργησε τὴν πλάσιν γενέσθαι; Ἵνα μὴ ἄλλη πλάσις γένηται μηδὲ ἄλλο τὸ σῳζόμενον ᾖ, ἀλλ' αὐτὸς ἐκεῖνος ἀνακεφαλαιωθῇ, τηρουμένης τῆς ὁμοιότητος. Ἄγαν οὖν πίπτουσιν οἱ λέγοντες αὐτὸν μηδὲν ἀνειληφέναι ἐκ τῆς παρθένου, ἵν' ἐκβάλωσι τὴν τῆς σαρκὸς κληρονομίαν καὶ ἀποβάλωνται τὴν ὁμοιότητα. 34 Ἐπεὶ περισσὴ καὶ ἡ εἰς τὴν Μαρίαν αὐτοῦ κάθοδος. Τί γὰρ καὶ εἰς αὐτὴν κατῄει, εἰ μηδὲν ἔμελλε λήψεσθαι παρ' αὐτῆς; Ἔτι τε εἰ μηδὲν εἰλήφει παρὰ τῆς Μαρίας, οὐκ ἂν τὰς ἀπὸ τῆς γῆς εἰλημμένας προσίετο τροφάς, δι' ὧν τὸ ἀπὸ τῆς γῆς ληφθὲν τρέφεται σῶμα· οὐδ' ἂν εἰς τεσσαράκοντα ἡμέρας ὁμοίως Μωϋσῇ καὶ Ἠλίᾳ νηστεύσας ἐπείνησε, τοῦ σώματος αὐτοῦ τὴν ἰδίαν ἐπιζητοῦντος τροφήν· οὐδ' ἂν Ἰωάννης ὁ μαθητὴς αὐτοῦ περὶ αὐτοῦ γράφων εἰρήκει· «Ὁ δὲ Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο»· οὐδ' ἂν ὁ