1

 2

 3

 4

 5

 6

4

προφητῶν κεκηρυγμένον, τούτου δὲ τὸν Υἱὸν τὴν κατὰ ἄνθρωπον ἤδη πεποιῆσθαι παρουσίαν, καὶ ὡς πρόβατον εἰς σφαγὴν ἦχθαι, καὶ τὰ λοιπὰ ὅσα οἱ προφῆται λέγουσι περὶ αὐτοῦ. 21 Παῦλος μετὰ τὸ ἐκ τοῦ οὐρανοῦ λαλῆσαι αὐτῷ τὸν Κύριον καὶ ἐπιδεῖξαι ὅτι τὸν ἴδιον ∆εσπότην ἐδίωκε διώκων τοὺς μαθητὰς αὐτοῦ καὶ πέμψαι Ἀνανίαν πρὸς αὐτὸν καὶ ἀναβλέψαι καὶ βαπτισθῆναι, «ἐν ταῖς συναγωγαῖς», φησίν, «ἐν ∆αμασκῷ ἐκήρυσσε μετὰ πάσης παρρησίας τὸν Ἰησοῦν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ ὁ Χριστός». Τοῦτ' ἔστι τὸ μυστήριον ὃ λέγει κατὰ ἀποκάλυψιν ἐγνωρίσθαι αὐτῷ, ὅτι ὁ παθὼν ἐπὶ Ποντίου Πιλάτου, οὗτος Κύριος τῶν πάντων καὶ Βασιλεὺς καὶ Θεὸς καὶ Κριτής ἐστιν. 22 ∆ιὰ τῶν λόγων τούτων σημαίνων ὅτι οὐκ ἂν ἐπεπόρευτο πρὸς αὐτούς, εἰ μὴ κεκέλευστο. Ἴσως γὰρ οὐδὲ τὸ βάπτισμα οὕτως εὐχερῶς ἔδωκεν αὐτοῖς, εἰ μὴ τοῦ Πνεύματος τοῦ ἁγίου ἐπαναπαέντος αὐτοῖς προφητεύοντας αὐτοὺς ἀκηκόει. Καὶ διὰ τοῦτο ἔλεγε· «Μή τις τὸ ὕδωρ κωλῦσαι δύναται τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ Πνεῦμα τὸ ἅγιον ἔλαβον ὡς καὶ ἡμεῖς;» πείθων ἅμα τοὺς συμπαρόντας καὶ σημαίνων ὅτι, εἰ μὴ τὸ Πνεῦμα τὸ ἅγιον ἐπ' αὐτοὺς ἀναπέπαυτο, ἦν ὁ κωλύσων αὐτοὺς τοῦ βαπτίσματος. 23 ∆ιὸ πάλιν ἐν τῇ ἐπιστολῇ φησίν· «Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς Χριστὸς ἐκ τοῦ Θεοῦ γεγέννηται», ἕνα καὶ τὸν αὐτὸν εἰδὼς Ἰησοῦν Χριστόν, ᾧ ἠνοίχθησαν αἱ πύλαι τοῦ οὐρανοῦ διὰ τὴν ἔνσαρκον ἀνάληψιν αὐτοῦ· ὃς καὶ ἐν τῇ αὐτῇ σαρκὶ ἐν ᾗ καὶ ἔπαθεν ἐλεύσεται τὴν δόξαν ἀποκαλύπτων τοῦ Πατρός. 24 Τοῦ Πνεύματος οὖν κατελθόντος διὰ τὴν προωρισμένην οἰκονομίαν, καὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ Μονογενοῦς, ὃς καὶ Λόγος ἐστὶ τοῦ Πατρός, ἐλθόντος τοῦ πληρώματος τοῦ χρόνου, σαρκωθέντος ἐν ἀνθρώπῳ καὶ πᾶσαν τὴν κατὰ ἄνθρωπον οἰκονομίαν ἐκπληρώσαντος, Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ἑνὸς καὶ τοῦ αὐτοῦ ὄντος, ὡς αὐτὸς ὁ Κύριος μαρτυρεῖ καὶ οἱ ἀπόστολοι ὁμολογοῦσι καὶ οἱ προφῆται κηρύττουσι, ψευδεῖς ἀπεδείχθησαν πᾶσαι αἱ διδασκαλίαι τῶν τὰς ὀγδοάδας καὶ τετράδας καὶ δοκήσεις παρεξευρηκότων. 25 Φανερὸν οὖν ὅτι Παῦλος ἄλλον Χριστὸν οὐκ οἶδεν, ἀλλ' ἢ τοῦτον τὸν καὶ παθόντα καὶ ταφέντα καὶ ἀναστάντα καὶ γεννηθέντα, ὃν καὶ ἄνθρωπον λέγει. Εἰπὼν γάρ· «Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται», ἐπιφέρει, τὴν αἰτίαν ἀποδιδοὺς τῆς σαρκώσεως αὐτοῦ· «Ἐπειδὴ γὰρ δι' ἀνθρώπου θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν.» Καὶ πανταχοῦ ἐπὶ τοῦ πάθους τοῦ Κυρίου ἡμῶν καὶ τῆς ἀνθρωπότητος αὐτοῦ καὶ τῆς νεκρώσεως τῷ τοῦ Χριστοῦ κέχρηται ὀνόματι, ὡς ἐπὶ τοῦ· «Μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ Χριστὸς ἀπέθανε», καὶ πάλιν· «Νυνὶ δὲ ἐν Χριστῷ ὑμεῖς οἵ ποτε ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς τῷ αἵματι τοῦ Χριστοῦ», καὶ πάλιν· «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα· γέγραπται γὰρ· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου.» 26 Ἥνωσεν οὖν, καθὼς προέφαμεν, τὸν ἄνθρωπον τῷ Θεῷ. Εἰ γὰρ μὴ ἄνθρωπος ἐνίκησεν τὸν ἀντίπαλον τοῦ ἀνθρώπου, οὐκ ἂν δικαίως ἐνικήθη ὁ ἐχθρός. Πάλιν τε εἰ μὴ ὁ Θεὸς ἐδωρήσατο τὴν σωτηρίαν, οὐκ ἂν βεβαίως ἔσχομεν αὐτήν. Καὶ εἰ μὴ συνηνώθη ὁ ἄνθρωπος τῷ Θεῷ, οὐκ ἂν ἠδυνήθη μετασχεῖν τῆς ἀφθαρσίας. Ἔδει γὰρ τὸν μεσίτην Θεοῦ τε καὶ ἀνθρώπων διὰ τῆς ἰδίας πρὸς ἑκατέρους οἰκειότητος εἰς φιλίαν καὶ ὁμόνοιαν τοὺς ἀμφοτέρους συναγαγεῖν, καὶ Θεῶ μὲν παραστῆσαι τὸν ἄνθρωπον, ἀνθρώποις δὲ γνωρίσαι τὸν Θεόν. 27 «Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου» τοῦ πρώτως ἐκ τῆς γῆς ἀνεργάστου πεπλασμένου «ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ» καὶ ἀπέβαλον τὴν ζωήν, «οὕτως» ἔδει «καὶ δι' ὑπακοῆς ἑνὸς ἀνθρώπου» τοῦ πρώτως ἐκ παρθένου γεγεννημένου δικαιωθῆναι πολλοὺς καὶ ἀπολαβεῖν τὴν σωτηρίαν. 28 «Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες· ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε.» Ταῦτα λέγει πρὸς τοὺς μὴ δεξαμένους τὴν δωρεὰν τῆς υἱοθεσίας, ἀλλ' ἀτιμάζοντας τὴν σάρκωσιν τῆς καθαρᾶς γεννήσεως τοῦ Λόγου τοῦ Θεοῦ καὶ ἀποστεροῦντας τὸν ἄνθρωπον τῆς εἰς τὸν Θεὸν ἀνόδου καὶ ἀχαριστοῦντας τῷ ὑπὲρ αὐτῶν σαρκωθέντι