1

 2

 3

 4

 5

 6

3

δωρεὰν τοῦ ἁγίου Πνεύματος εἰς πᾶσαν ἐξέπεμψε τὴν γῆν, σκεπάζων ἡμᾶς ταῖς ἑαυτοῦ πτέρυξιν. Ὁποία οὖν ἡ πραγματεία τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοιαύτη καὶ τῶν ζῴων ἡ μορφή· καὶ ὁποία ἡ τῶν ζῴων μορφή, τοιοῦτος καὶ ὁ χαρακτὴρ τοῦ εὐαγγελίου· τετράμορφα γὰρ τὰ ζῷα, τετράμορφον καὶ τὸ εὐαγγέλιον καὶ ἡ πραγματεία τοῦ Κυρίου. Καὶ διὰ τοῦτο τέσσαρες ἐδόθησαν καθολικαὶ διαθῆκαι τῇ ἀνθρωπότητι· μία μὲν μετὰ τὸν κατακλυσμὸν τῷ Νῶε, ἐπὶ τοῦ τόξου· δευτέρα δὲ τῷ Ἀβραάμ, ἐπὶ τοῦ σημείου τῆς περιτομῆς· τρίτη δὲ ἡ τῆς νομοθεσίας διὰ Μωϋσέως· τετάρτη δὲ ἡ τοῦ εὐαγγελίου διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τούτων δὲ οὕτως ἐχόντων, μάταιοι πάντες καὶ ἀμαθεῖς προσέτι δὲ καὶ τολμηροὶ οἱ ἀθετοῦντες τὴν ἰδέαν τοῦ εὐαγγελίου καὶ εἴτε πλείονα εἴτε ἐλάττονα τῶν εἰρημένων παρεισφέροντες εὐαγγελίων πρόσωπα, οἱ μὲν ἵνα πλείονα δόξωσι τῆς ἀληθείας ἐξευρηκέναι, οἱ δὲ ἵνα τὰς οἰκονομίας Χριστοῦ ἀθετήσωσιν. 12 Τὴν ἀναπλήρωσιν τῶν ἀποστόλων ἐκ τῶν ὑπὸ ∆αυὶδ εἰρημένων ποιούμενος. 13 Ὁ οὖν διὰ τοῦ προφήτου ἐπαγγειλάμενος Θεὸς πέμψειν τὸ Πνεῦμα αὐτοῦ ἐπὶ τὴν ἀνθρωπότητα, οὗτος καὶ ἔπεμψε, καὶ Θεὸς ὑπὸ Πέτρου καταγγέλλεται τὴν ἰδίαν ἐπαγγελίαν πεπληρωκώς. 14 Οὐκ ἄλλον Θεὸν κατήγγελλον οἱ ἀπόστολοι, οὐδὲ ἄλλον μὲν παθόντα καὶ ἐγερθέντα Χριστόν, ἄλλον δὲ τὸν ἀναστήσαντα καὶ ἀπαθῆ διαμεμενηκότα, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν Θεὸν σωτῆρα καὶ Χριστὸν Ἰησοῦν τὸν ἐκ νεκρῶν ἐγερθέντα· καὶ τὴν εἰς αὐτὸν πίστιν ἐκήρυσσον τοῖς μὴ πιστεύουσιν εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ ἐκ τῶν προφητῶν συνεβίβαζον αὐτοὺς ὅτι ὃν ἐπηγγείλατο ὁ Θεὸς πέμψειν Χριστὸν ἔπεμψε τὸν Ἰησοῦν, ὃν αὐτοὶ ἐσταύρωσαν καὶ Θεὸς ἤγειρεν. 15 Φανερὸν τὸ κήρυγμα ὁ Πέτρος σὺν Ἰωάννῃ ἐκήρυσσεν αὐτοῖς, τὴν ὑπόσχεσιν ἣν ἐποιήσατο ὁ Θεὸς τοῖς πατράσι δι' Ἰησοῦ πεπληρῶσθαι εὐαγγελιζόμενος, ἀλλ' οὐκ ἄλλον Θεὸν καταγγέλλων, ἀλλὰ τὸν Υἱὸν τοῦ Θεοῦ τὸν καὶ ἄνθρωπον γεγονότα καὶ παθόντα εἰς ἐπίγνωσιν ἄγων τῷ Ἰσραήλ, καὶ ἐν Ἰησοῦ τὴν ἀνάστασιν τῶν νεκρῶν κηρύσσων, καὶ σημαίνων ὅτι ὅσα οἱ προφῆται κατήγγειλαν περὶ τοῦ πάθους τοῦ Χριστοῦ ταῦτα ἐπλήρωσεν ὁ Θεός. 16 Οὕτως οἱ ἀπόστολοι οὐ τὸν Θεὸν ἤλλασσον, ἀλλὰ τὸν Χριστὸν κατήγγελλον τῷ λαῷ εἶναι τὸν Ἰησοῦν τὸν ἐσταυρωμένον, ὃν ὁ Θεὸς ὁ τοὺς προφήτας πέμψας, αὐτὸς Θεὸς ὤν, ἤγειρε καὶ τὴν σωτηρίαν ἐν αὐτῷ ἔδωκε τοῖς ἀνθρώποις. 17 Αὗται 17 φωναὶ τῆς ἐκκλησίας ἐξ ἧς πᾶσα ἔσχηκεν ἐκκλησία τὴν ἀρχήν· αὗται φωναὶ τῆς μητροπόλεως τῶν τῆς καινῆς διαθήκης πολιτῶν· αὗται φωναὶ τῶν ἀποστόλων, αὗται φωναὶ τῶν μαθητῶν τοῦ Κυρίου, τῶν ἀληθῶς τελείων, μετὰ τὴν ἀνάληψιν τοῦ Κυρίου διὰ τοῦ Πνεύματος τελειωθέντων, καὶ ἐπικαλουμένων τὸν Θεὸν τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, τὸν διὰ τῶν προφητῶν κεκηρυγμένον, καὶ τὸν τούτου Παῖδα, ὃν ἔχρισεν ὁ Θεός, καὶ ἄλλον οὐκ εἰδότων. Οὐ γὰρ ἦν τότε Οὐαλεντῖνος ἐκεῖ, οὐδὲ Μαρκίων, οὐδ' οἱ λοιποὶ ἑαυτῶν τε καὶ τῶν πειθομένων αὐτοῖς καταστροφεῖς. ∆ιὸ καὶ ἐπήκουσεν αὐτῶν ὁ Ποιητὴς τῶν ἁπάντων Θεός· «ἐσαλεύθη» γάρ, φησίν, «ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες τοῦ ἁγίου Πνεύματος, καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παρρησίας παντὶ τῷ θέλοντι πιστεύειν.» 18 Τοῦ Πέτρου τὴν ἀποκάλυψιν ἰδόντος ἐν ᾗ ἡ οὐράνιος εἶπεν αὐτῷ φωνή· «Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου», τοῦθ' ὅτι διὰ τοῦ νόμου μεταξὺ καθαρῶν καὶ ἀκαθάρτων διαστείλας ὁ Θεός, οὗτος κεκαθάρικε τὰ ἔθνη διὰ τοῦ αἵματος τοῦ Παιδὸς αὐτοῦ, ὃν καὶ ὁ Κορνήλιος ἐσέβετο. 19 Τρανῶς σημαίνων ὅτι ὃν πρότερον Θεὸν ἐφοβεῖτο ὁ Κορνήλιος, ὃν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν κατηχεῖτο, δι' ὃν καὶ τὰς ἐλεημοσύνας ἐποίει, οὗτος ἐπ' ἀληθείας ἐστὶ Θεός. Ἔλειπε δὲ αὐτῷ ἡ τοῦ Υἱοῦ γνῶσις. 20 Τοῦτον εἶναι Ἰησοῦν καὶ πεπληρῶσθαι ἐν αὐτῷ τὴν γραφήν, ὡς αὐτὸς ὁ εὐνοῦχος πεισθεὶς καὶ παραυτίκα ἀξιῶν βαπτισθῆναι ἔλεγε· «Πιστεύω τὸν Υἱὸν τοῦ Θεοῦ εἶναι Ἰησοῦν.» Ὃς καὶ ἐπέμφθη εἰς τὰ κλίματα τῆς Αἰθιοπίας, κηρύξων τοῦθ' ὅπερ αὐτὸς ἐπίστευσε, Θεὸν μὲν ἕνα, τὸν διὰ τῶν