1

 2

 3

 4

4

ἀποστολικοῦ κηρύγματος ἁπλουστάτῃ συντάξει γραφῆς ὑπομνηματισάμενος, καθ' ὃν ἐγνωρίζετο σημαίνει χρόνον, περὶ τῶν ἀρχῆθεν ἱδρυσάντων τὰ εἴδωλα οὕτω πῶς 218 γράφων. Οἷς κενοτάφια καὶ ναοὺς ἐποίησαν ὡς μέχρι νῦν· ὧν ἐστὶ καὶ Ἀντίνοος δοῦλος Ἀδριανοῦ Καίσαρος, οὗ καὶ ἀγὼν ἄγεται Ἀντινόειος, ἐφ' ἡμῶν γενόμενος. καὶ γὰρ καὶ πόλιν ἔκτισεν ἐπώνυμον Ἀντινόου, καὶ προφήτας for. supplend. ex Hieronymo κατέστησεν ἐν τῷ ναῷ. vid. not. Haec ait, atque affert, Eusebius lib. iv. Hist. c. 8. De eodem Opere, Eusebius lib. iv. Hist. cap. 22. Καὶ ἕτερα δὲ πλεῖστα γράφει Hegisippus, ὧν ἐκ μέρους ἤδη πρότερον ἐμνημονεύσαμεν, οἰκείως τοῖς καιροῖς τὰς ἱστορίας παραθέμενοι· ἔκ τε τοῦ καθ' Ἑβραίους εὐαγγελίου καὶ τοῦ Συριακοῦ, καὶ ἰδίως ἐκ τῆς Ἑβραΐδος διαλέκτου τινὰ τίθησιν, ἐμφαίνων ἐξ Ἑβραίων ἑαυτὸν πεπιστευκέναι· καὶ ἄλλα δὲ ὡς ἂν ἐξ Ἰουδαϊκῆς ἀγράφου παραδόσεως μνημονεύει· οὐ μόνος δὲ οὗτος, ἀλλὰ καὶ Εἰρηναῖος καὶ ὁ πᾶς τῶν ἀρχαίων χορὸς, πανάρετον σοφίαν τὰς Σολόμωνος παροιμίας ἐκάλουν. καὶ περὶ τῶν λεγομένων δὲ ἀποκρύφων διαλαμβάνων, ἐπὶ τῶν αὐτοῦ χρόνων πρὸς τινῶν αἱρετικῶν ἀναπεπλάσθαι τινὰ τούτων ἱστορεῖ.

219 Ex eodem Opere, Hoc refert Eusebius lib. iii. Hist. c. 11.

Τὸν γὰρ οὖν Κλωπᾶν ἀδελφὸν τοῦ Ἰωσὴφ ὑπάρχειν Ἡγήσιππος ἱστορεῖ. Ex libro quinto ejusdem Operis, Referente Stephano Gobaro apud Photium in Bibliotheca, Cod. CCXXXII. Col. 893. Ὅτι τὰ ἡτοιμασμένα τοῖς δικαίοις ἀγαθὰ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Ἡγήσιππος μέν τοι, ἀρχαῖός τε ἀνὴρ καὶ ἀποστολικὸς, ἐν τῷ πέμπτῳ τῶν Ὑπομνημάτων, οὐκ οἶδ' ὅ, τι καὶ παθὼν, μάτην μὲν εἰρῆσθαι ταῦτα λέγει, καὶ καταψεύδεσθαι τοὺς ταῦτα φαμένους τῶν τε θείων γραφῶν καὶ τοῦ Κυρίου λέγοντος, Μακάριοι οἱ ὀφθαλμοὶ ὑμῶν οἱ βλέποντες, καὶ τὰ ὦτα ὑμῶν τὰ ἀκούοντα, καὶ ἑξῆς.