1

 2

 3

 4

2

υἱοῦ τοῦ ἀνθρώπου; καὶ αὐτὸς κάθηται ἐν τῷ οὐρανῷ ἐκ δεξιῶν τῆς μεγάλης δυνάμεως, καὶ μέλλει ἔρχεσθαι 211 ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. καὶ πολλῶν πληροφορηθέντων, καὶ δοξαζόντων ἐπὶ τῇ μαρτυρίᾳ τοῦ Ἰακώβου, καὶ λεγόντων ὡς ἀννὰ τῷ υἱῷ ∆αβὶδ, τότε πάλιν οἱ αὐτοὶ γραμματεῖς καὶ φαρισαῖοι πρὸς ἀλλήλους ἔλεγον· κακῶς ἐποιήσαμεν τοιαύτην μαρτυρίαν παρασχόντες τῷ Ἰησοῦ· ἀλλὰ ἀναβάντες, καταβάλωμεν αὐτὸν, ἴνα φοβηθέντες μὴ πιστεύσωσιν αὐτῷ. καὶ ἔκραξαν λέγοντες· ὢ ὢ, καὶ ὁ δίκαιος ἐπλανήθη. καὶ ἐπλήρωσαν τὴν γραφὴν τὴν ἐν τῷ Ἡσαΐᾳ γεγραμμένην, ἄρωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστί· τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται. ἀναβάντες οὖν κατέβαλον τὸν δίκαιον, καὶ ἔλεγον ἀλλήλοις· λιθάσωμεν Ἰάκωβον τὸν δίκαιον. καὶ ἤρξαντο λιθάζειν αὐτὸν, ἐπεὶ καταβληθεὶς οὐκ ἀπέθανεν, ἀλλὰ στραφεὶς ἔθηκε τὰ γόνατα λέγων· Παρακαλῶ Κύριε Θεὲ πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν. οὕτω δὲ καταλιθοβολούντων αὐτὸν, εἷς τῶν ἱερέων τῶν υἱῶν Ῥηχὰβ υἱοῦ Ῥαχαβεὶμ τῶν 212 μαρτυρουμένων ὑπὸ Ἱερεμίου τοῦ προφήτου, ἔκραζε λέγων· Παύσασθε, τί ποιεῖτε· εὔχεται ὑπὲρ ὑμῶν ὁ ∆ίκαιος. καὶ λαβών τις ἀπ' αὐτῶν, εἷς τῶν κναφέων, τὸ ξύλον ἐν ᾧ ἀπεπίεζε τὰ ἱμάτια, ἤνεγκε κατὰ τῆς κεφαλῆς τοῦ δικαίου. καὶ οὕτως ἐμαρτύρησε· καὶ ἔθαψαν αὐτὸν ἐπὶ τῷ τόπῳ παρὰ τῷ ναῷ, καὶ ἔτι αὐτοῦ ἡ στήλη μένει παρὰ τῷ ναῷ. μάρτυς οὗτος ἀληθὴς Ἰουδαίοις τε καὶ Ἕλλησι γεγένηται, ὅτι Ἰησοῦς ὁ Χριστός ἐστι. καὶ εὐθὺς Οὐεσπασιανὸς πολιορκεῖ αὐτούς.

Haec attulit Eusebius lib. ii. Hist. c. 23. Ex incerto libro, sed

fortasse ultimo, ejusdem Operis. DE JUDAE NEPOTIBUS APUD DOMITIANUM REIS.

Ἔτι δὲ περιῆσαν οἱ ἀπὸ γένους τοῦ Κυρίου υἱωνοὶ Ἰούδα, τοῦ κατὰ σάρκα

λεγομένου αὐτοῦ ἀδελφοῦ, οὓς ἐδηλατόρευσαν, ὡς ἐκ γένους ὄντας ∆αβίδ. τούτους δ' ὁ ἰουόκατος ἤγαγε πρὸς ∆ομετιανὸν Καίσαρα· ἐφοβεῖτο γὰρ τὴν 213 παρουσίαν τοῦ Χριστοῦ ὡς καὶ Ἡρώδης· καὶ ἐπηρώτησεν αὐτοὺς εἰ ἐκ ∆αβὶδ εἰσί· καὶ ὡμολόγησαν. τότε ἠρώτησεν αὐτοὺς πόσας κτήσεις ἔχουσιν, ἢ πόσων χρημάτων κυριεύουσιν. οἱ δὲ εἶπον ἀμφότεροι, ἐννακισχίλια δηνάρια ὑπάρχειν αὐτοῖς μόνα, ἑκάστῳ αὐτῶν ἀνήκοντος τοῦ ἡμίσεως· καὶ ταῦτα οὐκ ἐν ἀργυρίοις ἔφασκον ἔχειν, ἀλλ' ἐν διατιμήσει γῆς πλέθρων τριάκοντα ἐννέα μόνων. ἐξ ὧν καὶ τοὺς φόρους ἀναφέρειν, καὶ αὐτοὺς αὐτουργοῦντας διατρέφεσθαι. εἶτα δὲ καὶ τὰς χεῖρας τὰς ἑαυτῶν ἐπιδεικνύναι· μαρτύριον τῆς αὐτουργίας τὴν τοῦ σώματος σκληρίαν, καὶ τοὺς ἀπὸ τῆς συνεχοῦς ἐργασίας ἐναποτυπωθέντας ἐπὶ τῶν ἰδίων χειρῶν τύλους παριστάντας. ἐρωτηθέντας δὲ περὶ τοῦ Χριστοῦ καὶ τῆς βασιλείας αὐτοῦ, ὁποία τὶς εἴη καὶ πότε καὶ ποῖ φανησομένη, λόγον δοῦναι, ὡς οὐ κοσμικὴ μὲν οὐδ' ἐπίγειος, ἐπουράνιος δὲ καὶ ἀγγελικὴ τυγχάνει, ἐπὶ συντελείᾳ τοῦ αἰῶνος γενησομένη, ὁπηνίκα ἐλθὼν ἐν δόξῃ κρίνειε 214 ζῶντας καὶ νεκροὺς, καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἐπιτηδεύματα αὐτοῦ· ἐφ' οἷς μηδὲν αὐτῶν κατεγνωκότα τὸν ∆ομετιανὸν, ἀλλὰ καὶ ὡς εὐτελῶν καταφρονήσαντα, ἐλευθέρους μὲν αὐτοὺς ἀνεῖναι, καταπαῦσαι δὲ διὰ προστάγματος τὸν κατὰ τῆς ἐκκλησίας διωγμόν· τοὺς δὲ ἀπολυθέντας, ἡγήσασθαι τῶν ἐκκλησιῶν, ὡς ἂν δὴ μάρτυρας ὁμοῦ καὶ ἀπὸ γένους ὄντας τοῦ Κυρίου· γενομένης τε εἰρήνης, μέχρι Τραϊανοῦ παραμεῖναι αὐτοὺς τῷ βίῳ.

Haec posuit Eusebius lib. iii. Hist. c. 20.