1

 2

 3

 4

3

Ἔρχονται οὖν Judae nepotes proxime ante memorati καὶ προηγοῦνται πάσης ἐκκλησίας ὡς μάρτυρες, καὶ ἀπὸ γένους τοῦ Κυρίου. καὶ γενομένης εἰρήνης βαθείας ἐν πάσῃ ἐκκλησίᾳ, μένουσι μέχρι Τραϊανοῦ Καίσαρος. μέχρις οὗ ὁ ἐκ θείου τοῦ Κυρίου ὁ προειρημένος Συμεὼν υἱὸς Κλωπᾶ, συκοφαντηθεὶς ὑπὸ τῶν αἱρέσεων, ὡσαύτως κατηγορήθη καὶ αὐτὸς ἐπὶ τῷ αὐτῷ λόγῳ ἐπὶ Ἀττικοῦ τοῦ ὑπατικοῦ. καὶ ἐπὶ πολλὰς ἡμέρας αἰκιζόμενος, ἐμαρ 215 τύρησεν· ὡς πάντας ὑπερθαυμάζειν, καὶ τὸν ὑπατικὸν, πῶς ἑκατὸν εἴκοσι τυγχάνων ἐτῶν, ὑπέμεινε· καὶ ἐκελεύσθη σταυρωθῆναι. ἐπὶ τούτοις ὁ αὐτὸς ἀνὴρ Hegesippus διηγούμενος τὰ κατὰ τοὺς δηλουμένους, ἐπιλέγει ὡς ἄρα μέχρι τῶν τότε χρόνων παρθένος καθαρὰ καὶ ἀδιάφθορος ἔμεινεν ἡ ἐκκλησία, ἐν ἀδήλῳ που σκότει φωλευόντων εἰσέτι τότε, τῶν, εἰ καί τινες ὑπῆρχον, παραφθείρειν ἐπιχειρούντων τὸν ὑγιῆ κανόνα τοῦ σωτηρίου κηρύγματος.

Attulit haec Eusebius cap. 32. ejusd. lib. Ex incerto libro ejusdem

Operis. Καὶ μετὰ τὸ μαρτυρῆσαι Ἰάκωβον τὸν δίκαιον ὡς καὶ ὁ Κύριος ἐπὶ τῷ αὐτῷ

λόγῳ, πάλιν ὁ ἐκ θείου αὐτοῦ Συμεὼν ὁ τοῦ Κλωπᾶ καθίσταται ἐπίσκοπος· ὃν προέθεντο πάντες ὄντα ἀνεψιὸν τοῦ Κυρίου δεύτερον. διατοῦτο ἐκάλουν τὴν ἐκκλησίαν παρθένον· οὔπω γὰρ ἔφθαρτο ἀκοαῖς ματαίαις. ἄρχεται δ' ὁ Θέβουθις διὰ τὸ μὴ γενέσθαι αὐτὸν ἐπίσκοπον, ὑποφθείρειν. Ἀπὸ τῶν ἑπτὰ αἱρέσεων καὶ αὐτὸς ἦν ἐν τῷ λαῷ· ἀφ' ὧν 216 Σίμων, ὅθεν οἱ Σιμωνιανοί· καὶ Κλεόβιος, ὅθεν Κλεοβιηνοί· καὶ ∆οσίθεος, ὅθεν ∆οσιθιανοί· καὶ Γορθαῖος, ὅθεν Γορθηωνοί· καὶ Μασβώθεος, ὅθεν Μασβωθαίοι· ἀπὸ τούτων Μενανδριανισταὶ, καὶ Μαρκιωνισταὶ, for. Μαρκανισταὶ, vid. notam καὶ Καρποκρατιανοί· καὶ Οὐαλεντινιανοὶ, καὶ Βασιλειδιανοὶ, καὶ Σατορνιλιανοί· ἕκαστος ἰδίως καὶ ἑτέρως ἰδίαν δόξαν παρεισηγάγησαν. ἀπὸ τούτων ψευδόχριστοι· ψευδοπροφῆται· ψευδαπόστολοι· οἵ τινες ἐμέρισαν τὴν ἕνωσιν τῆς ἐκκλησίας φθοριμαίοις λόγοις κατὰ τοῦ Θεοῦ καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.

Haec affert Eusebius lib. iv. Hist. c. 22.Ex incerto libro ejusdem

Operis. Ἀκοῦσαι γέτοι πάρεστι inquit Eusebius, ubi supra, proxime anteτὴν

ῥῆσινjam secuturam μετά τινα περὶ τῆς Κλήμεντος πρὸς Κορινθίους ἐπιστολῆς αὐτῷ εἰρημένα, ἐπιλέγοντος sc. Hegesippi ταῦτα· Καὶ ἐπέμενεν ἡ ἐκκλησία ἡ Κορινθίων ‡c. Eusebius quoque lib. iii. Hist. c. 16. Καὶ ὅτι γε κατὰ τὸν δηλούμενον sc. Clementem τὰ τῆς Κορινθίων κεκίνητο στάσεως, ἀξιόχρεως μάρτυς ὁ Ἡγήσιππος. 217 Ex incerto libro ejusdem Operis. Καὶ ἐπέμενεν ἡ ἐκκλησία ἡ Κορινθίων ἐν τῷ ὀρθῷ λόγῳ, μέχρι Πρίμου ἐπισκοπεύοντος ἐν Κορίνθῳ· οἷς συνέμιξα πλέων εἰς Ῥώμην, καὶ συνδιέτριψα τοῖς Κορινθίοις ἡμέρας ἱκανάς· ἐν αἷς συνανεπάημεν τῷ ὀρθῷ λόγῳ. γενόμενος δὲ ἐν Ῥώμῃ, διαδοχὴν ἐποιησάμην μέχρις Ἀνικήτου, οὗ διάκονος ἦν Ἐλεύθερος. καὶ παρὰ Ἀνικήτου διαδέχεται Σωτὴρ, μεθ' ὃν Ἐλεύθερος. ἐν ἑκάστῃ δὲ διαδοχῇ καὶ ἐν ἑκάστῃ πόλει οὕτως ἔχει, ὡς ὁ νόμος κηρύττει καὶ οἱ προφῆται καὶ ὁ Κύριος. Η aec affert Eusebius lib. iv. Hist. cap. 22.Ex incerto libro ejusdem Operis. Ἐν τούτοις ἐγνωρίζετο Ἡγήσιππος, οὖ πλείσταις ἤδη πρότερον κεχρήμεθα φωναῖς· ὡς ἂν ἐκ τῆς αὐτοῦ παραδόσεως τινὰ τῶν κατὰ τοὺς ἀποστόλους παρατιθέμενοι. ἐν πέντε δὴ οὖν συγγράμμασιν οὖτος, τὴν ἀπλανῆ παράδοσιν τοῦ