1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

10

παῤῥησίας ἔλαττον ἔμελεν ἢ χελώνῃ μυιῶν. 5.9 Χειρώνειον ἕλκος: ἤτοι ἀνήκεστον. 5.10 Χθόνια λουτρά: τὰ τοῖς νεκροῖς ἐπιφερόμενα· ἐκόμιζον γὰρ εἰς τάφους λουτρά. 5.11 Χύτραν ποικίλλειν: ἐπὶ τῶν ἀδυνάτων. 5.12 Χυτρεοῦς: ἤτοι ὀστράκινος, εὐτελής. 5.13 Χρυσὸς Κολοφώνιος: οἱ Κολοφώνιοι τὸν κάλλιστον χρυσὸν εἰργάσαντο. καὶ γὰρ πολύ φασι παραλλάττειν τοῦ ἄλλου τὸν Κολοφώνιον χρυσόν. 5.14 Χαλεπὸν χορίου κύνα γεύειν. 5.15 Χρήματ' ἀνήρ· πενιχρὸς δ' οὐδέποτ' ἐσθλός. 5.16 Χωρὶς τὰ Φρυγῶν καὶ Μυσῶν ὁρίσματα. 5.17 Χροῒ δῆλα: φασὶ Φερεκύδην τὸν σοφὸν φθειριάσαντα τελευτῆσαι, εἰπεῖν δὲ πρὸς Πυθαγόραν περὶ τούτου πυνθανόμενον, προβάλλοντα τὸν δάκτυλον. 5.18 Χύτραις λημᾶν καὶ κολοκύνταις: ἐπὶ τῶν ἀμβλυωπούντων. 5.19 Χρυσῷ καταπάττων ἡμᾶς οὐ γινώσκεις: ἐπὶ τῶν εἰκῆ λοιδορουμένων.

ΑΡΧΗ ΤΟΥ Ψ.

5.20t Ψύρα τὸν ∆ιόνυσον: τὰ Ψύρα εὐτελὴς νῆσός ἐστι καὶ μικρὰ πλησίον

Χίου μὴ δυναμένη οἶνον ἐνεγκεῖν. λέγομεν οὖν τὴν παροιμίαν ἐπὶ τῶν ἐν συμποσίῳ ἀνακειμένων καὶ μὴ πινόντων. λέλεκται δὲ καὶ ἐπὶ τῶν εὐτέλειαν σημαινόντων.

ΑΡΧΗ ΤΟΥ Ω.

5.21t Ὠσὶν ἑστῶσιν: ἐπὶ τῶν πρὸς τὸ ἀκοῦσαι ὦτα εὐτρεπιζομένων. 5.22

Ὤδινεν ὄρος, εἶτα μῦν ἀπέτεκεν: ὅταν ἐλπίσας τις μεγάλα μικροῖς ἐντύχῃ. 5.23 Ὣς ἥρως ἐν ἀσπίδι ξενίσαι βούλομαι: λέγεται ἐπὶ τῶν τοὺς φίλους τοῖς ἑαυτῶν ἔργοις εὐεργετούντων.