1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

3

θάλασσα· καί· Ἀγαθῶν θησαυρός· καί· Ἀγαθῶν ἀγαθίδες· καί· Ἀγαθῶν μυρμηκιά: ἐπὶ πλήθους ἀγαθῶν λέγονται. 1.99 Ἁγνότερος πηδαλίου: παρόσον ἐν θαλάττῃ τὸ πηδάλιον ἄττον = καθαρὸν ἐστίν. 1.100 Ἄλλος οὗτος Ἡρακλῆς: ἐπὶ τῶν ἰσχυρῶν.

2.1 Ἅλις δρυός: ἐπὶ τῶν εἴς τινα δίαιταν βελτίονα μεταβαλλομένων· παυσάμενοι γὰρ τῶν βαλάνων οἱ παλαιοί, μετεῖχον σίτου καὶ οἴνου. 2.2 Ἄκαιρος εὔνοι' οὐδὲν ἔχθρας διαφέρει: ταύτην Ἱππόλυτος πρὸς Φαίδραν εἶπε, φάσκουσαν φιλεῖν αὐτὸν σφόδρα. 2.3 Αὐτοὶ χελώνας ἐσθίετε, εἴπερ ἔχετε: ἁλιεῖς ἡλίευσαν μεγάλην χελώνην καὶ ἀνασπάσαντες αὐτὴν ἐμέρι ζον τὴν παροῦσαν· τὸν δὲ Ἑρμῆν παριόντα ἐπὶ τὴν ἑστία σιν ἐκάλουν· ὁ δὲ τὸ προκείμενον εἶπε. 2.4 Ἂν οἶνον αἰτῇ, κόνδυλον αὐτῷ δίδου: ἐπὶ τῶν ἀγαθὰ μὲν αἰτούντων, δεινὰ δὲ λαμβανόντων. 2.5 Αἱροῦντες ᾑρήμεθα: ἐπὶ τῶν ἐλπισάντων νικᾶν τινὰς, εἶθ' ὑπ' ἐκείνων ἁλόντων. 2.6 Αἰάντειος γέλως: ἐπὶ τῶν παραφρόνως γελώντων. 2.7 Ἀνίπτοις χερσίν: ἐπὶ τῶν βεβήλοις χερσὶ τὰ ἱερὰ μεταχειριζομένων. 2.8 Ἀκέφαλος μῦθος: ἐπὶ τῶν ἀτελῆ λεγόντων. 2.9 Ἄλλως ᾄδεις: ἐπὶ τῶν μάτην πονούντων. 2.10 Ἅμ' ἔπος, ἅμ' ἔργον: ἐπὶ τῶν ὀξέως ἀνυομένων. 2.11 Ἀντιπελαργεῖν: ἀντὶ τοῦ, ἀντιδιδόναι χάριτας. λέ γεται γὰρ τοὺς πελαργοὺς γεγηρακότας τοὺς γονεῖς τροφεῖν. 2.12 Ἄπληστος πίθος: ἐπὶ τῶν γαστριμάργων. 2.13 Ἄνθρωπος ἀνθρώπου δαιμόνιον: ἐπὶ τῶν ἀπροσ δοκήτως ὑπ' ἀνθρώπων σωζωμένων. 2.14 Ἄξιος τοῦ παντός: ἐπὶ τῶν σφόδρα τιμίων. 2.15 Αἰεὶ γέροντι νέαν ποτιβάλλει κούρην: ἐπὶ τῶν πρεσβυτέρων βουλομένων νέαις συνευνάζεσθαι. 2.16 Ἄξιος εἶ τῆς ἐν Ἄργει ἀσπίδος: ἐπὶ τῶν εὐγενῶν. 2.17 Ἀνέμου παιδίον: ἐπὶ τῶν εὐμεταβόλων καὶ κούφων. 2.18 Ἀπὸ βαλβῖδος: ἤτοι ἀπ' ἀρχῆς δεῖ καλὸν εἶναι. 2.19 Ἀντὶ κακῆς κυνὸς ὗν ἀπαιτεῖς: ἐπὶ τῶν κακὰ ἀντὶ κακῶν ἐπιδιδόντων. 2.20 Ἀρχαιότερα τῆς διφθέρας λέγεις: ἐπὶ τῶν μωρὰ διηγουμένων. ἡ γὰρ διφθέρα, ἐν ᾗ ὁ Ζεὺς ἐπεγράφετο τὰ γινόμενα, παμπάλαιος. 2.21 Ἀφ' ὑψηλοῦ μου καταγελᾷς: ἐπὶ τῶν ἐξ ὕψους διαλεγομένων. ὡσανεὶ πάνυ μου καταφρονεῖς. 2.22 Ἀργούντων χορός: ἐπὶ τῶν κακὰ ποιούντων. 2.23 Ἄϊδος κυνῆν: ἐπὶ τῶν ἐπικρυπτόντων ἑαυτοὺς διά τινων μηχανημάτων. τοιαῦτα γὰρ τὰ τοῦ Ἅιδου. 2.24 Αἰτναῖον κάνθωνα: τὸν μέγαν. 2.25 Ἅλας καὶ τράπεζαν μὴ παραβαίνειν. 2.26 Ἄλλο γλαῦξ, ἄλλο κόρυδος φθέγγεται. 2.27 Ἀντλεῖν ἀμφοτέραις: ἐπὶ τῶν σπουδῇ τι ποιούν των. ὅμοιον τῇ· πάντα κάλων κινεῖς. 2.28 Ἀθηνᾷ τὸν αἴλουρον: λείπει τὸ συγκρίνεις. 2.29 Ἀηδόνες λέσχαι **: ἐπὶ τῶν ἀδολεσχούντων. 2.30 Ἀρουραία μάντις: ἀκρὶς δυσκίνητος, χλωρά. ταύ της ταῖς κινήσεσι οἱ ἀγροῖκοι προσέχουσι καὶ μαντείας ἐξ αὐτῆς ποιοῦνται· τίθεται οὖν ἐπὶ τῶν φαύλως μαντευο μένων. 2.31 Αἱ Οἰδίποδος ἀραί: αἱ φρικταὶ καὶ παλαμναῖαι. 2.32 Αἴρειν ἔξω πηλοῦ πόδα. 2.33 Ἀκμὴ καλεῖ. 2.34 Ἀφ' ἵππων εἰς ὄνους. 2.35 Ἄκρῳ ἅψασθαι δακτύλῳ.

ΑΡΧΗ ΤΟΥ Β.

2.36t Βασίλειος ὀφθαλμός: τὸν ἐπί τινα ἀρχὴν πεμπό μενον οὕτως ἐκάλουν.

2.37 Βάτραχος Σερίφιος: ἐπὶ τῶν ἀφώνων. 2.38 Βάλλ' ἐς ὕδωρ: ἀντὶ τοῦ καταπόντισον. ἐπὶ τῶν ὀλέ θρου ἀξίων. 2.39 Βορβόρῳ ὕδωρ λαμπρὸν οὔποθ' εὑρήσεις: ἐπὶ τῶν τὰ κάλλιστα μιγνύντων τοῖς αἰσχίστοις. 2.40 Βὴξ ἀντὶ πορδῆς: ἐπὶ περδόντων καὶ προσποιουμέ νων βήχειν ἢ γελᾶν. ὃ ἐκλαμβάνεται ἐπὶ τῶν ἐν ἀπορίᾳ τι πράττειν προσποιουμένων. 2.41 Βοῦς ἐν πόλει: ἐπὶ τῶν θαυμαζομένων. Λυσίας γὰρ ἐν ἀκροπόλει βοῦν ἔθηκεν. 2.42 Βατράχῳ ὕδωρ· καί· Στέαρ γαλῇ: ἐπὶ τῶν ταῦτα διδόντων, οἷς χαίρουσιν οἱ λαμβάνοντες. 2.43 Βάλλεις μήλοις: ἐπὶ τῶν τυχεῖν ὧν ἐρῶσι βουλομένων. 2.44 Βαλανεύς: ἐπὶ τοῦ πολυπράγμονος. οὗτοι γὰρ σχο λὴν