1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

2

ἐξηντλοῦμεν, ἡ δ' ἐπεισρέει: ἐπὶ τῶν μάτην πονούντων. 1.42 Ἄμας ἀπῄτουν, οἱ δ' ἀπηρνοῦντο σκάφας. 1.43 Ἅμ' ἠλέηται καὶ τέθνηκεν ἡ χάρις: ἐπὶ τῶν ἀχαρίστων. 1.44 Ἂν μὴ παρῇ κρέας, ταρίχῳ στερκτέον: ὅτι δεῖ τοῖς παροῦσιν ἀρκεῖσθαι. 1.45 Ἄμμες ποτ' ἦμεν. 1.46 Ἀεὶ τὰ πέρυσι βελτίω. 1.47 Ἀνὴρ δὲ φεύγων οὐ μένει κτύπον λύρας: ἐπὶ τῶν ταχέως ὀφειλόντων ἕκαστα πράττειν. 1.48 Ἀνδρὶ Λυδῷ πράγματα οὐκ ἦν, ἀλλ' αὐτὸς ἐλθὼν ἐπρίατο: ἐπὶ τῶν κακὰ ἑαυτοῖς ἐπισπωμένων. 1.49 Ἀνέμους γεωργεῖν: ἐπὶ τῶν πονούντων καὶ μηδε νὸς μεταλαγχανόντων. 1.50 Ἀνάγκῃ οὐδὲ θεοὶ μάχονται. 1.51 Ἀντὶ πέρκης σκορπίον: ἐπὶ τῶν τὰ χείρω αἱρου μένων. 1.52 Ἁλιεὺς πληγεὶς νοῦν οἴσει. 1.53 Ἄλλοι σπείρουσιν, ἄλλοι δ' ἀμήσονται. 1.54 Ἄρκτου παρούσης ἴχνη ζητεῖς: ἐπὶ τῶν προδήλων. 1.55 Ἀετὸν κάνθαρος μαιεύεται: ἐπὶ τῶν ὑπό τινων εὐτελῶν πασχόντων. ὁ γὰρ κάνθαρος τὰ τοῦ ἀετοῦ ὠὰ ἀφανίζει κυλίων. 1.56 Ἀνδρὸς γέροντος αἱ γνάθοι βακτηρία. 1.57 Ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι. 1.58 Ἀλώπηξ τὸν βοῦν ἐλαύνει: ἐπὶ τῶν δολερῶν καὶ μικρῶν, ὅμως δὲ μεγάλους καταγωνιζομένων ἄφρονας. 1.59 Ἄλλοτε μητρυιὴ πέλει ἡμέρα, ἄλλοτε δὲ μή τηρ: ἐπὶ τῶν τότε μὲν εὐημερούντων, ἄλλοτε δὲ δυσημε ρούντων. 1.60 Ἅμα δίδου καὶ λάμβανε: ἐπὶ τῶν πρὸς ἄπιστον συναλλασσομένων. 1.61 Ἄνθρακες ὁ θησαυρὸς γέγονεν: ἐπὶ τῶν ἐφ' οἷς ἤλπισαν διαψευσθέντων. 1.62 Ἀπὸ τῶν βραδυσκελῶν ὄνων ἵππος ὤρουσεν. 1.63 Ἅπαντα τοῖς σοφοῖς εὔκολα: ἐπὶ τῶν διὰ φρονή σεως πάντων περιγινομένων. 1.64 Ἀργυραῖς λόγχαις μάχου καὶ πάντων κρα τήσεις. 1.65 Ἅπας ἐχῖνος τραχύς. 1.66 Ἀσκὸν δείρεις: ἐπὶ τῶν ἀνόητόν τι πονούντων. 1.67 Αὐλητοῦ βίον ζῇς: ἐπὶ τῶν ἐξ ἀλλοτρίων βιούντων. 1.68 Ἀποτίσεις χοῖρε γίγαρτα: ἤτοι ἃ ἔφαγες, ἀπο δώσεις. 1.69 Ἀπήντησε κακοῦ βουλὴ πρὸς ὑπερτάτην ἄτην: ἐπὶ τῶν πασχόντων ἄξια ὧν ἔδρασαν. 1.70 Ἄθως καλύπτει πλευρὰ Λημνίας βοός. 1.71 Ἀπὸ κώπης ἐπὶ βῆμα: ἐπὶ τῶν ἀθρόως μεγίστοις ἐγχειρούντων. 1.72 Αὑτὸν οὐ τρέφων κύνας τρέφεις: ἐπὶ τῶν ἀπο ρούντων μὲν ἑαυτοὺς τρέφειν, ἄλλους δὲ ἐπαγγελλομένων. 1.73 Ἁλῶν μέδιμνον ἀποφαγών: ἐπὶ τῶν ἀχαρίστων. 1.74 Ἅμαξα τὸν βοῦν ἕλκει: ἐπὶ τῶν ἀντιστρόφως τι ποιούντων. 1.75 Ἁμαξιαῖα ῥήματα: ἐπὶ τῶν μεγάλων λόγων. 1.76 Ἄνθρωπος Εὔριπος, καὶ ψυχὴ, καὶ διάνοια, καὶ τρόπος: ἐπὶ τῶν ῥᾷστα μεταβαλλομένων. 1.77 Ἀπόλωλεν ἡ ὗς καὶ τὸ τάλαντον καὶ ἡ γνάθος. 1.78 Ἀκλητὶ κωμάζουσιν ἐς φίλους φίλοι: ὅμοιον καὶ τό· Αὐτόματοι δ' ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτ' ἴασιν. 1.79 Ἀνεῳγμέναι Μουσῶν θύραι. 1.80 Ἀρχὴ ἄνδρα δείκνυσιν. 1.81 Ἁλῶν δὲ φόρτος ἔνθεν ἦλθεν, ἔνθ' ἔβη: ἐπὶ τῶν κακῶς κτηθέντων καὶ ἀποκτηθέντων. ἔμπορος γὰρ ἅλας ἐπιφερόμενος ἐν νηῒ κλύδωνος γενομένου τοὺς ἅλας ἐν τῇ θαλάσσῃ ἀπέβαλεν. 1.82 Ἀργαλέον φρονέοντα παρ' ἄφροσι πόλλ' ἀγο ρεύειν. 1.83 Ἂν ἡ λεοντῆ μὴ ἐξίκηται, τὴν ἀλωπεκῆν πρόσ αψον: ἐπὶ τῶν φανερῶς μὲν βλάπτειν μὴ δυναμένων, πανουργίᾳ δὲ χρωμένων. 1.84 Ἀρότρῳ ἀκοντίζεις: ἐπὶ τῶν ἀσκέπτως τι ποιούντων. 1.85 Αὐτὰρ ἡ πάγη ἔοικε λήψεσθαι πάγην. 1.86 Αὐτοῦ Ῥόδος, αὐτοῦ πήδημα. 1.87 Ἀρχαϊκὰ φρονεῖς: ἤτοι εὐήθη. 1.88 Ἀβυδηνὸν ἐπιφόρημα: διὰ τὸ τοὺς Ἀβυδηνοὺς μετὰ δεῖπνον προσάγειν τοὺς αὑτῶν παῖδας τοῖς εὐωχου μένοις κεκραγότας καὶ θορυβοῦντας καὶ ἀηδίαν ἐμποιοῦν τας τοῖς δαιτυμόσιν. 1.89 Ἄβρωνος βίος: ὁ πολυτελής. Ἄβρων γάρ τις ἐγένετο πλούσιος. ὅθεν καὶ ἁβροδίαιτος. 1.90 Ἀεὶ γεωμόρος ἐς νέωτα πλούσιος. 1.91 Ἀδεὲς δέος: ἐπὶ τῶν μάτην δεδοικότων. 1.92 Ἀγαμεμνόνεια φρέατα: Ἀγαμέμνων γὰρ παρὰ τὴν Αὐλίδα καὶ τὴν ὅλην Ἑλλάδα φρέατα ὤρυξεν. 1.93 Ἀγαμέμνονος θυσία: ἐπὶ τῶν δυσπειθῶν καὶ σκλη ρῶν. θύοντος γὰρ Ἀγαμέμνονος ὁ βοῦς φυγὼν μόλις ἐλήφθη. 1.94 Ἀγαθὴ καὶ μᾶζα μετ' ἄρτον: ἐπὶ τῶν τὰ δεύ τερα τισὶ διδόντων. 1.95 Ἀγαθώνειος αὔλησις: ἡ ἡδίστη καὶ εὐφραντή. 1.96 Ἀνδριὰς σφυρήλατος: ἐπὶ τῶν ἀναισθήτων. 1.97 Ἀγέλαστος πέτρα: ἐπὶ τῶν λύπης προξένων· ἐφ' ᾗ ἡ ∆ημήτηρ, ὅτε τὴν κόρην ἐζήτει, ἐκάθισεν. 1.98 Ἀγαθῶν