De orthographia (epitome) (e cod. Barocc. 50)

 σημαῖνον τὸ θεραπεύεσθαι· ἡ γὰρ ἀνία ἐμποδιστική ἐστιν τοῦ προκόπτειν· καὶ παρὰ τὸ ἄνω, ἀνύω γέγονεν ἀνία, διανυστικὴ καὶ πρακτικὴ καὶ διὰ τὸ μὴ ἔχειν

 ι· τὰ γὰρ διὰ τοῦ ινης ἀποστρέφονται τὴν ει δίφθογγον. 9Αἴγινα9: Ὄνομα πόλεως, διὰ τοῦ ι γράφεται· τὰ γὰρ διὰ τοῦ ινα ἀποστρέφονται τὴν ει δίφθογγον,

 9Ἀργυρίδιον9: ∆ιὰ τοῦ ι τὸ ρι· ἐκ τοῦ ἀργυρὸς, ἀργύριον, ἀργυρίδιον, τροπῇ τοῦ ο εἰς ι, καὶ μακρὸν αὐτὸ ἔχει. 9Ἀμφιτρίτη9: ∆ιὰ τοῦ ι γράφεται κατὰ τὴν

 διφθόγγου· οἱ γὰρ Αἰολεῖς ἀγέῤῥω λέγουσιν, καὶ παρὰ τὸ ἀγερῶ, ἀγείρω· καὶ παρὰ τὸ ἔχειν ἀντι παρακείμενον τὸ ο· οἷον, ἀγορὰ, ὡς ἀλείφω, ἀλοιφή· γράφετ

 τοῦ ι αἴγειρος· τὰ γὰρ εἰς ρος ῥηματικὰ τῇ ει διφθόγγῳ θέλουσι παραλήγεσθαι· οἷον, ἀείσσω αἴγειρος· μάσσω, μάγειρος· ὀνῶ, ὄνειρος· τὸ δὲ αι τῆς πρώτης

 γὰρ φύζα, φυζινός· καὶ λεπτὸς, λεπτινὸς, εἶτα παρεντεθείσης τῆς κι συλλαβῆς, φυζακινός· λεπτακινός· Ἰστέον ὅτι τὸ θαμεινὸς διὰ τῆς ει διφθόγγου γράφετ

 9Ἁφυΐα9: ∆ιὰ τοῦ ι γράφεται· τὰ γὰρ ἀπὸ τῶν εἰς ης βαρυ τόνων εἰς ους ἐχόντων τὴν γενικὴν γινόμενα θηλυκὰ διὰ τοῦ ι γράφεται· καὶ διὰ τῆς ει διφθόγγου

 ταχίων· γλαυκίων· διπλασίων· οὕτως οὖν καὶ βραδίων διὰ τοῦ ι. 9Βραχίων9: Ὁμοίως, χωρὶς τοῦ χερείων καὶ ἀρείων, καὶ δισυλλάβων τινῶν, μείων· πλείων· δι

 γὰρ τὸ βῆτα γέγονεν τὸ ο· τοῦ β στοιχείου βῆτος. 9Βίκτωρ9 καὶ 9Βικέντιοσ9: ι. 9Βίκοσ9: Τὸ σπέρμα· βηχίον, βωμὸς, βῶλος· βολὸς τὸ ξύλον, καὶ βολίδες μι

 κατὰ συγκοπὴν γειτνιῶ. 9Γειγάντεια9: Ἡ πραγματεῖα, ὡς ἡ Ὀδύσσεια καὶ ∆ολώ- νεια, διὰ τῆς ει διφθόγγου· καὶ προπαροξύνεται. 9Γένειον9: Τὸ νει δίφθογγος

 γέγονεν δὲ ἀπὸ τοῦ δώσω μέλλοντος δωσίνη, καὶ τροπῇ τοῦ σ εἰς τ δωτίνη· ἢ ἀπὸ τοῦ δέδοται τρίτου προσώπου δοτὸς, καὶ ἐκεῖθεν δοτίνη διὰ τοῦ ο, καὶ τρο

 9∆ειλόσ9: ∆ιὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ παρὰ τὸν σχήσω μέλλοντα, τὸν σημαίνοντα τὸ χωρῶ, γίνεται χηλὸς, ση μαίνει δὲ τὴν κιβωτόν· καὶ ὥσπερ παρὰ τὸν

 μικρὸν, διὰ τῆς ει διφθόγγου γράφεται, πλὴν 196 τοῦ ἀντίος· οἷον, Καδμεῖος· Βακχεῖος· ἀνδρεῖος· οὕτως καὶ ∆αρεῖος. 9∆αρεικόσ9: ∆ιὰ τῆς ει διφθόγγου· γ

 καὶ 9Ἐποκεῖλα9: ∆ιὰ τοῦ ο μικροῦ, παρὰ γὰρ τὴν ἐπὶ πρόθεσιν. 9Εἱρκτή9: σημαίνει δὲ τὴν φυλακὴν, διὰ τῆς ει διφθόγγου γράφεται· ὁμοίως δὲ καὶ Εἱρμός· τ

 κατ' ἐπέκτασιν γάρ ἐστιν· αἱ δὲ ἐπεκτάσεις οὐ γίνονται διὰ τῆς ει διφθόγγου, ἀλλὰ διὰ τοῦ 201 ι· τὸ οὖν οἱονεὶ καὶ ὡσπερεὶ, γραφόμενα διὰ τῆς ει διφθό

 παρὰ γὰρ τὸ ἔλεος γέγονεν ἔλεον, καὶ ἐν πλεονασμῷ τοῦ ι εἴλεον διὰ διφθόγγου. 9Εἴβω9: ∆ιὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ λείβω γέγονεν κατὰ ἀποβολὴν το

 ῥήματος τοῦ κρεισσῶ. 9Εἰνάτηρ9: Σημαίνει δὲ τὴν νύμφην, διὰ τῆς ει διφθόγγου· παρὰ τὸ εὐνὴ γέγονεν εὐνατηρ, καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι εἰνάτηρ. 9Εἴργ

 σημαίνει· οἷον, γένος· εἶ δος γενικὸν εἰδικόν, διὰ τῆς ει διφθόγγου· ἡνίκα δὲ τὸν ἴδιον οἶκον, διὰ τοῦ ι γράφεται. 9Εἶαρ9: ∆ιὰ τῆς ει διφθόγγου· παρὰ

 τὸ προστακτικόν· ἔθος γὰρ ἔχουσι τὸ ε τρέ πειν· οἷον, ὄνειρος, ὄνοιρος. 9Εἴρω9: Σημαίνει δὲ τὸ λέγω, διὰ τῆς ει διφθόγγου· ἀνε φάνη γὰρ τὸ ε ἐν τῷ ἐρῶ

 οἷον, πείθω, πείσω, πέποιθα· λείβω, λείψω, λέλοιφα· εἰ οὖν τὸ μίγω, μίξω, διὰ τῆς ει διφθόγγου ἐγράφετο, μέμοιχα εἶχεν εἶναι ὁ παρα κείμενος· ἀλλὰ μὴν

 Ἐλιγήσεται9. 9Ἔρις, Ἔριδος· Ἐρίφια· Εἰκασμός· Ἐργαλεῖον9 9Ἐλεγεῖον· Εὐκταῖος· Ἐξάπινα9. 9Εἰκαῖοσ9: Σημαίνει δὲ τὸν μάταιον, καὶ εἰκή. 9Ἑρμῆσ9: Ὁ λόγος

 ∆ιὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ θεὸς γέγονεν θέϊος, καὶ κατὰ συναίρεσιν τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον θεῖος, καὶ κατὰ πλεονασμὸν τοῦ η ἠδεῖος· ὥσ

 ἔχοντι τὸ ο ἀντιπαρακείμενον διὰ τῆς οι διφθόγγου· οἷον, ἀμείβω· ἀμοιβή· λοιβή· στοιβή. 9Θειλόπεδον9: Σημαίνει δὲ τὸν τόπον ἔνθα ξηραίνονται αἱ σταφυλ

 δὲ τὸ κόπτω, δαῖς καὶ κατὰ τροπὴν τοῦ α εἰς η δὴς, καὶ κατὰ πλεονασμὸν τοῦ ρ δῆρις, οὕτως καὶ ἀπὸ τοῦ εἴρω, τοῦ σημαίνοντος τὸ λέγω, γέγονεν Ἴρις. 9Ἴβ

 9Ἰοχέαιρα9: ι· ἡ τῷ ἰῷ χαίρουσα. 9Ἶποσ9: Σημαίνει δὲ τὴν παγίδα τῶν μυῶν, ι· παρὰ γὰρ τὸ ἴπτω γέγονεν, τὸ σημαῖνον τὸ βλάπτω· τὰ γὰρ εἰς πτω οὐ θέ λου

 καὶ ἀφεῖναι. 9Ἰῶ9: Ἰᾷς, ἴημι, ἴαμαι, τὸ ἰατρεύω. 9Ἐῶ9: Ἐεῖς, ἐεῖ, ἔημι, ἔεμαι, ἠρεήμενος, ἡ μετοχὴ, καὶ καθήμενος. 9Ἱῶ9: Ἱεῖς, ἱεῖ, ἵημι, ἥσω, ἧκα, κα

 9Καϊκόσ9: Ἔστιν δὲ ὄνομα ποταμοῦ· τὰ γὰρ διὰ τοῦ ικος κύρια ἀποστρέφονται τὴν ει δίφθογγον· οἷον, Γρηνικός· Ἑλλα νικός· Ἀνδρονικός· ὅθεν Καικίας λέγετ

 Κλειτοφών· κλειτὸς ὁ ἔνδοξος. 9Κλεισθένησ9: Παρὰ τὸ κλέος καὶ τὸ σθένος γέγονεν Κλεισθένης. 9Κλείω9: Σημαίνει δὲ τὸ δοξάζω· παρὰ γὰρ τὸ κλέος γέγονεν

 ἀποκτίννυται διὰ τοῦ ι, καὶ διὰ δύο νν. 9Καπετώλειον9: ει δίφθογγος· καὶ προπαροξύνεται. 9Κηρύκειον9: Ἀπὸ κτητικοῦ γὰρ κηρυκήϊον. 9Κτῖλοσ9: Σημαίνει δ

 ἐγρηγορέναι· ἀλλ' ἴσως ὥσπερ ἡ δορκὰς ἐν τῷ καθεύδειν ἀνεωγμένους ἔχει τοὺς ὀφθαλμοὺς, τὸν αὐτὸν τρόπον καὶ ὁ λέων ἐν τῷ καθεύδειν ἀνεωγμένους ἔχει το

 διφθόγγου· ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ λεαίνω. 9Λεξείδιον9: ∆ιὰ τῆς ει διφθόγγου τὸ ξ· παρὰ γὰρ τὴν λέξεως γενικὴν γέγονεν. 9Λιμπάνω9: ι· παρὰ γὰρ τὸ λείπω

 παρὰ τὸ νέω γέγονεν νέϊλος, καὶ κατὰ συναίρεσιν Νεῖλος· ἢ παρὰ τὸ νέω, τὸ σημαῖνον τὸ ῥέω, καὶ τὸ ἰλὺς γέγονεν νέϊλος, καὶ Νεῖλος· ὁ γὰρ Νεῖλος ἰλυώδη

 9Ὀπωρινόσ9: ∆ιὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰς νος ὀξύτονα ἐπὶ καιροῦ λαμβανόμενα πάντα διὰ τοῦ ι γράφεται· οἷον, χει μερινός· θερινός· ἰσημερινός· οὕτως

 Οἰνεὺς γέγονεν· τὰ δὲ ἀπὸ τῶν εἰς ευς διὰ τοῦ ειδης γινόμενα διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, Πηλεὺς, Πηλείδης· Οἰνεὺς, Οἰνείδης. 9Ὀπανεῖον9: Ὥσπε

 γέγονεν κατ' ἐπένθεσιν τοῦ ν· τὸ δὲ ν ἐπὶ βαρυτόνων ῥημάτων ἐχόντων ἓν δίχρονον μόνον εἴωθεν ἐπεντίθεσθαι· οἷον, δύω, δύνω· θύω, θύνω· οὕτως οὖν καὶ π

 9Πίθι9: ∆ιὰ τοῦ ι γράφεται· σημαίνει δὲ τὸ πίε· παρὰ γὰρ τὸ πίω γέγονεν πίθι κατ' ἐπέκτασιν τῆς θι συλλαβῆς, καὶ γρά φεται διὰ τοῦ ι καὶ ε· ἔχεις ι μα

 ἀνατέλλουσα δὲ τὸ τέλος· διὰ τῆς ει διφθόγγου δὲ γράφεται, ἐπειδὴ εὕρηται κατὰ διάστασιν Πληϊὰς κατ' ἔκτασιν τοῦ ε εἰς η· 9Πυρόεισ9. 9Πειραιεύσ9: ∆ιὰ

 ὁ πορθμὸς διὰ μέσου γέγονεν. 255 9Ῥηγμίσ9: Τὸ ρη η, παρὰ τὸ ῥήσσω· τὸ δὲ μις ι, ὡς δικα τάληκτον. 9Ῥοδωνία9: ι, ὥσπερ Ἰωνία. 9Ῥίν9: ι, ὡς δικατάληκτον

 Ῥοῦφος. 9Σφραγίσ9: ι· τὰ γὰρ εἰς ις ὀξύτονα θηλυκὰ ὑπὲρ μίαν συλ λαβὴν κοινολεκτούμενα ἀποστρέφει τὴν ει δίφθογγον· οἷον, ἀσπίς· ῥανίς. 9Σῖτοσ9: ι· ὥσ

 ὀμματόγραφος. 9Σίνηπι9: Τὸ σι ι, τῷ κανόνι τοῦ στῖμι· τὸ νη η, ἐκ τοῦ λέγειν σίναπιν· τὸ πι ι, ὡς οὐδέτερον. 9Στιτεῖρα9: ι καὶ ει ἡ παράδοσις. 9Στάγιρ

 ἀφροδισίαλον τὸ ἐπισυναγόμενον τῷ στόματι. 262 9Στειριεύσ9: ∆ιὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ στερεὸν γέγονεν στεριεὺς, καὶ πλεονασμῷ τοῦ ι Στειριεὺς

 εια προπαροξυτόνων, κατὰ δὲ τὴν ἀρχὴν διὰ τοῦ ι· ἢ ἐπειδὴ παρὰ τὸ τρίτον γέγονεν Τριτογένεια· ἢ ἐπειδὴ παρὰ τὸ τριταῖα· οἱονεὶ, ἡ φαινομένη τριταῖα· κ

 9Τρεῖσ9: Τὸ περισπώμενον διὰ τῆς ει διφθόγγου· καὶ ὤφει λεν διὰ τοῦ ι γράφεσθαι, ἐπειδὴ τριῶν ἐστὶν ἡ γενικὴ τῶν πλη θυντικῶν, καὶ τρισὶν ἡ δοτική· τὰ

 παρὰ τὸ δάπεδον, δαπεδεινὸς, καὶ κατὰ συγκοπὴν δαπεινὸς, καὶ κατὰ τροπὴν τοῦ δ εἰς τὸ τ ταπεινός· ἢ παρὰ τὸ πατῶ γέγονεν πατός· οἱονεὶ, ὁ πατούμενος τ

 ὄνομα ποταμοῦ· βιός· δῖος· Χῖος· οὕτως καὶ Φλίος· πλὴν τοῦ μεῖος· λεῖος· θεῖος· Κεῖος ἀπὸ τοῦ κέω· πλεῖος· χρεῖος ὁ χρήζων· ἀρεῖος ὁ ἀσθενῆς· πρόσκειτ

 κατὰ παράδοσιν. 9Φθεῖσαι9: ∆ιὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ φθείρω τὸ διὰ τῆς ει διφθόγγου γέγονεν· γράφεται δὲ καὶ διὰ τοῦ ι ἐκ τοῦ φθίω τοῦ διὰ τοῦ

 συνεμπί πτων ὀνόματι στοιχείου καὶ τὴν αὐτὴν αὐτῷ φυλάττει γραφήν· οἷον, ὁ εἴκοσι ἀριθμὸς ἐν τῇ ἀρχούσῃ κατὰ τὴν φωνὴν συνεμ πίπτει τὸ ει στοιχείῳ, ἀλ

 κείρω κέῤῥω· ἢ παρὰ τὸ χρέω γέγονεν χέλος, καὶ ἐν πλεονασμῷ τοῦ ι χεῖλος· εἰς αὐτὸ γὰρ ἔχονται αἱ τροφαί. 9Χρείω9: Σημαίνει δὲ τὸ χρεισμοδῶ, διὰ τῆς ε

 παραλήγοντα, ὡς τὸ ὥσει καὶ οἱονεί. 9Ὠκυτόκειον9: ει δίφθογγος· καὶ γὰρ ὠκυτοκεύς. 9Ὠδεῖον9: ει δίφθογγος, ὡς γράφω, γραφεῖον· πέμπω, πομ-πεῖον· ᾄδω,

οἷον, πείθω, πείσω, πέποιθα· λείβω, λείψω, λέλοιφα· εἰ οὖν τὸ μίγω, μίξω, διὰ τῆς ει διφθόγγου ἐγράφετο, μέμοιχα εἶχεν εἶναι ὁ παρα κείμενος· ἀλλὰ μὴν μέμιγά ἐστιν· καὶ δῆλον ὅτι μίγω καὶ μίξω διὰ τοῦ ι, καὶ ἐμίχθη ὁμοίως. 9Ἐρεείνω9: ∆ιὰ τῆς ει διφθόγγου· τὰ γὰρ διὰ τοῦ εινω ὑπὲρ δύο συλλαβὰς, μὴ συντεθειμένα ἀπὸ ἁπλοῦ γραφομένου διὰ τοῦ ι, διὰ τῆς ει διφθόγγου γράφονται· οἷον, φαείνω· ἀλε είνω· ἐρεείνω· πλὴν τοῦ ὀρίνω· ὀδίνω· ὑπὲρ δύο συλλαβὰς δὲ, διὰ τὸ κρίνω· κλίνω· ἀπὸ ἁπλῶν δὲ διὰ τοῦ ι γραφομένων, διὰ τὸ κρίνω καὶ συγκρίνω. 9Ἐπαυτοφόρωι9: Τὰ δύο μικρά· τὸ ρω μέγα· ἡ παράδοσις. 9Εἴλη9: Σημαίνει δὲ τὴν θερμασίαν, διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ ἔλη γεγόνεν κατὰ πλεονασμὸν τοῦ ι. 9Εἰλῶ9: ∆ιὰ τῆς ει διφθόγγου· ἀνέφανεν γὰρ τὸ ε ἐν τῷ ἐλίσσω καὶ ἐλλεδανός· σημαίνει δὲ τὸν δεσμόν. 9Εἶ9: ∆ίφθογγος· αἶ γὰρ λέγουσιν οἱ ∆ωριεῖς· ἔθος δὲ ἔχουσι τὸ ε εἰς α τρέπειν· οἷον, τρέχω, τράχω· Ἄρτεμις, Ἄρταμις· οὕτως οὖν καὶ εἶ, αἶ. 9Ἐπεί9: ∆ιὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ ει γέγονεν καὶ τῆς ἐπὶ προθέσεως· ἰστέον ὅτι τὸ ἐπεὶ ἡνίκα χρονικὸν ἐπίῤῥημά ἐστιν· οἷον, πλάγχθη ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον, ἀντὶ τοῦ ἀφ' οὗ· καὶ πάλιν, αὐτὰρ ἐπεὶ κόσμηθεν, 213 ἀντὶ τοῦ ὅταν· ἡνίκα δὲ αἰτιολογικὸν παραλαμβάνεται, σύν δεσμός ἐστιν· οἷον, "ἐπεὶ ἡμέρα ἐστὶν, φῶς ἐστίν." 9Εἶθε9: ∆ιὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ ἔθε γέγονεν εἶθε· καὶ πάλιν ὅταν οἱ ∆ωριεῖς αἶθε λέγουσιν, καὶ ἔθος ἔχου σιν, ὡς εἴρηται, τὸ ε εἰς τὸ α τρέπειν· οὕτως εἶθε, αἶθε. 9Εἶτα9: ∆ιὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ ἀπὸ τοῦ δὴ γίνε ται δῆτα, οὕτως καὶ ἀπὸ τοῦ εἰ γίνεται εἶτα. 9Ἔπειτα9: ∆ιὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ εἶτα καὶ τὴν ἐπὶ πρόθεσιν γίνεται ἔπειτα. 9Εἰκόσ9: ∆ιὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ εἴκω, τὸ ση μαῖνον τὸ ὁμοιῶ, γέγονεν. 9Ἐξωκήθη9: Ἀντὶ τοῦ ὠκήθη, τὸ ω μέγα· παροχήμενον γάρ. 9Εἶα9: Ἔστιν δὲ παρακελευσματικὸν ἐπίῤῥημα, καὶ γράφε ται διὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ παρὰ τὸ ῥέα γίνεται ῥεῖα, διὰ τῆς ει διφθόγγου κατὰ πλεονασμὸν τοῦ ι· οὕτως καὶ ἀπὸ τοῦ ἔω, τοῦ σημαίνοντος τὸ ἐκπέμπω, γίνεται ἔα, καὶ εἶα, κατὰ πλεονασμὸν τοῦ ι. 9Ἐννέα9: ∆ύο νν· παρὰ γὰρ τὸ ἓν καὶ τὸ νέα γέγονεν ἐννέα. 9Ἑκκαίδεκα9: Ὁ ἀριθμὸς ὁ σύνθετος κ καὶ οὐ ξ· ἐτράπη γὰρ ἡ πρόθεσις διὰ τὸ ἐπαγόμενον σύμφωνον. 9Ἑβδομήκοντα9: Τὸ μὴ η· καὶ ἑξήκοντα ὁμοίως· τὰ γὰρ διὰ τοῦ κοντα ἀριθμητικὰ θέλουσι πρὸ τοῦ κ ἔχειν φωνῆεν· ἀπὸ οὖν τοῦ ἓξ γέγονεν ἑξάκις, καὶ ἐκ τοῦ ἑξάκις ἑξήκοντα· τροπῇ ∆ωρικῇ τοῦ α εἰς η· ἑβδομήκοντα διὰ τοῦ η· καὶ ὀγδοήκοντα, ἐκ τοῦ ἕβδομος καὶ ὄγδοος ὤφειλεν εἶναι ἑβδομόκοντα καὶ ὀγδό οκοντα διὰ τοῦ ο· ἀλλ' ἐπειδὴ τὰ διὰ τοῦ κοντα ἀριθμητικὰ οὐ θέλουσι προπαραλήγεσθαι, οὔτε τὸ ο, οὔτε τὸ ε, ἐξ ἀνάγκης ἐτρέψαμεν τὸ ο εἰς τὸ η, καὶ γέγονεν ἑβδομήκοντα καὶ ὀγδο ήκοντα· καὶ ἐνενήκοντα ὁμοίως γέγονεν ἀπὸ τοῦ ἐννέα ἐννεά κοντα, καὶ κατὰ ὑπερβιβασμὸν ἐνενάκοντα· καὶ ἐπειδὴ καὶ ὁ πεντήκοντα καὶ οἱ λοιποὶ τὸ η παραλήγονται· οἷον, ἑξήκοντα, 214 καὶ ἑβδομήκοντα, καὶ ὀγδοήκοντα· τούτου χάριν, ἐκείνων τρεψάν των τὸ α εἰς η, ἔτρεψεν καὶ τοῦτο, καὶ γέγονεν ἐνενήκοντα. 9Ἐρυσίβη9: ∆ιὰ τοῦ ι γράφεται· ἐρυσίβη δὲ λέγεται ἡ πάχνη, ἡ γενομένη ἐν τῇ δυσαερίᾳ, καὶ φθείρουσα τοὺς καρπούς. 9Ἔγγειοσ9: ∆ιὰ τῆς ει διφθόγγου· τὰ γὰρ παρὰ τὸ γέα ὄντα διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, ἀνώγειος· βαθύ γειος· εὔγειος· μεσόγειος· κατώγειος· ὑπέργειος· οὕτως καὶ ἔγγειος διὰ τῆς ει διφθόγγου. 9Ἐρωιδιόσ9: Τὸ ρω μέγα σὺν τῷ ι· καὶ τὸ δι ι· ἡ παράδο σις· αἱ δὲ ἐτυμολογίαι διφοροῦνται. 9Εῶιοσ9: ∆ιὰ τοῦ ω, κτητικὸν γάρ. 9Ἐσθίω9: Τὸ τρώγω ψιλὸν τὸ ε· παρὰ τὸ ἔδω, τὸ σημαῖνον τὸ αὐτὸ, ἐξ οὗ καὶ τὸ ἐδωδή. 9Ἐσθήσ9: Τὸ ἱμάτιον, καὶ Ἔσθημα τὸ αὐτὸ διὰ τοῦ ε· παρὰ γὰρ τὸ ἔω, τὸ σημαῖνον τὸ ἐνδύομαι. 9Αἴσθησισ9 καὶ 9Αἰσθητήριον9: Αἰσθητὸς καὶ Αἰσθάνομαι, καὶ ὅσα ὅμοια, διὰ τῆς αι διφθόγγου· παρὰ τὸ αἴω, τὸ σημαῖνον τὸ πνέω, πρὸς ἀντιδιαστολὴν τοῦ ἐνδύομαι. 9Ἑστία9 καὶ 9Ἑστιάτωρ9: ∆ιὰ τοῦ ε ψιλοῦ. 9Ἤτις Ἀρετὴ9 καὶ 9Εἴτις Ἔπαινοσ9: Τὸ μὲν πρῶτον ἄρθρον· τὸ δὲ δεύτερον ἀντὶ τοῦ ἐάν. 9Εἰδῶν· Εἰδοῖς· Ἐπαΐειν·