σημαίνει· οἷον, γένος· εἶ δος γενικὸν εἰδικόν, διὰ τῆς ει διφθόγγου· ἡνίκα δὲ τὸν ἴδιον οἶκον, διὰ τοῦ ι γράφεται. 9Εἶαρ9: ∆ιὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ ἔω τὸ σημαῖ νον τὸ ἐκπέμπω, γέγονεν ἔαρ· τότε γὰρ ἐκπέμπονται οἱ καρποὶ, καὶ κατὰ πλεονασμὸν τοῦ ι, εἶαρ. 9Εἶθαρ9: Ὃ σημαίνει τὸ εὐθέως· ἔστιν ἐπίῤῥημα διὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ εὐθὴς γέγονεν εὔθαρ, καὶ τροπῇ τοῦ υ εἰς ι, εἶθαρ. 9Ἐνομότεια9: Ει· ἐνωμότεια τάγματα δίφθογγος· ἡ παρά δοσις. 9Εἰρία9: ∆ίφθογγος· ἀπὸ γὰρ τοῦ ἐρίου γέγονεν εἰρία, κατὰ μεταπλασμόν. 9Εὐδεινόσ9: Ει· ὡς ποθεινός· εὐδεινότερος γὰρ τοῦ συγκρι τικοῦ. 208 9Εὐδί9: ι· ἡ παράδοσις. 9Εἰροπόκοσ9: ∆ιὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ ἔριον καὶ τὸ πέκω, τὸ σημαῖνον τὸ ξαίνω, γέγονεν ἐροπόκος, καὶ πλεο νασμοῦ τοῦ ι εἰροπόκος, διὰ τῆς ει διφθόγγου. 9Εὐρεῖα9: ∆ιὰ τῆς ει διφθόγγου· εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι, εὐρέα· καὶ ἄλλως· τὰ ἀπὸ τῶν εἰς υς ἀρσενικῶν διὰ τοῦ εια παρασχηματιζόμενα θηλυκὰ, διὰ τῆς ει διφθόγγου γράφε ται· οἷον, βραδὺς, βραδεῖα· οὕτως καὶ ἡδὺς, ἡδεῖα, καὶ εὐρὺς, εὐρεῖα. 9Εἰλαπίνη9: Σημαίνει δὲ τὴν εὐωχίαν, διὰ τῆς ει διφθόγγου τὸ πρῶτον, ἐλαπίναν γὰρ φασὶν οἱ Αἰολεῖς. 9Εἷσ9: ∆ιὰ τῆς ει διφθόγγου τὸ ὄνομα· τὰ γὰρ εἰς εις, ἔχοντα οὐδέτερον εἰς εν, διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, χαρίεις, χαρίεν· ἀστερόεις, ἀστερόεν· οὕτως, οὖν, καὶ εἷς, ἕν. 9Εἴσ9: Ἡ μετοχὴ δίφθογγος· διὰ τὸ τὴν γενικὴν ἐκφέρε σθαι διὰ τοῦ εντος. 9Εἶλαρ9: Σημαίνει δὲ τὸ φύλαγμα· διὰ τῆς ει διφθόγγου γράφεται, παρὰ γὰρ τὸ εἰλῶ ἐστιν τὸ συγκλείω· τὸ δὲ εἰλῶ παρὰ τὸ ἕλος· ἕλος γὰρ λέγεται ὁ τόπος ὁ συγλειόμενος ἀπὸ δένδρων, καὶ κατὰ πλεονασμὸν τοῦ ι εἴλω, καὶ ἐξ αὐτοῦ εἶλαρ διὰ τῆς ει διφθόγγου. 9Εἰρεσία9: Σημαίνει δὲ τὴν κωπηλασίαν, διὰ τῆς ει διφθόγ γου· παρὰ γὰρ τὸ ἐρέτης γέγονεν ἐρεσία, καὶ κατὰ πλεονασμὸν τοῦ ι εἰρεσία. 9Εἵλωτεσ9: ∆ιὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ Ἕλως, Ἕλωτος, γέγονεν Ἕλωτες· καὶ κατὰ πλεονασμὸν τοῦ ι Εἵ-λωτες· Εἵλωτες δέ εἰσιν οἱ κατοικοῦντες τὴν Μεσηνιακήν. 9Ἐλεινόσ9: Σημαίνει δὲ τὸν ἐλεεινόν· διὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ ἀπὸ τοῦ δέος δεεινὸς, καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ τῆς ει διφθόγγου εἰς τὴν ει δίφθογγον, δεινός· οὕτως καὶ ἀπὸ τοῦ ἔλεος γίνεται ἐλεεινὸς, καὶ κράσει ἐλεινός. 9Ἑκτόρειοσ9: ∆ιὰ τὴς ει διφθόγγου· εὕρηται γὰρ καὶ χω ρὶς τοῦ ι, Ἑκτόρεον δὲ χιτῶνα. 209 9Εἰλειθυῖα9: ∆ιὰ τῆς ει διφθόγγου, καὶ ἡ πρώτη καὶ ἡ δεύ τερα συλλαβή· παρὰ γὰρ τὸ ἐλεύθω, τὸ σημαῖνον τὸ παραγί νομαι, γέγονεν ἐλευθυῖα, καὶ πλεονασμῷ τοῦ ι Εἰλευθυῖα, καὶ τροπῇ τοῦ υ εἰς ι Εἰλειθυῖα. 9Ἐπιείκεια9: ∆ιὰ τῆς ει διφθόγγου, καὶ κατὰ τὴν πρώτην καὶ κατὰ τὴν παραλήγουσαν· παρὰ τὸ εἴκω γάρ ἐστιν, τὸ ση μαῖνον τὸ ὑποχωρῶ· καὶ γὰρ ὁ ἐπιεικὴς εὐχερῶς ὑποχωρεῖ· ὅπερ διὰ τῆς ει διφθόγγου γράφεται, ὁμοίως καὶ ἡ παραλή γουσα τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων. 9Ἐπιτήδειοσ9: Ἀπὸ τοῦ ἐπιτηδὴς, ἐπιτηδέους, καὶ ἐξ αὐτοῦ ἐπιτήδειος. 9Εἷμα9: Σημαίνει δὲ τὸ ἱμάτιον διὰ τῆς ει διφθόγγου· ἕμ μα γάρ φασιν οἱ Αἰολεῖς ἀποβάλλοντες τὸ ι, καὶ διπλασιά ζοντες τὸ σύμφωνον· ὥσπερ κείρω, κέῤῥω, καὶ φθείρω, φθέῤῥω· τὸ μέντοι ἑμάτιον, διὰ τοῦ ι γράφεσθαι δῆλον, εἴγε κατὰ σύν θεσιν γίνεται θοιμάτιον· εἰ γὰρ ἐγράφετο διὰ τῆς ει διφθόγγου θουμάτιον εἶχεν γενέσθαι· τὸ γὰρ ο καὶ ε εἰς τὴν ου δίφθογγον κίρναται· οἷον, τὸ ἐμὸν, τοὐμόν. 9Εἰρήνη9: ∆ίφθογγος κατὰ τὴν ἄρχουσαν· ὥσπερ γὰρ ἀπὸ τοῦ λάμπω γίνεται λαμπήνη, οὕτως καὶ ἀπὸ τοῦ εἴρω, τοῦ ση μαίνοντος τὸ λέγω, γίνεται εἰρήνη· ὅπερ διὰ διφθόγγου γρά φεται. 9Εἴλεοσ9 καὶ 9ὀειλύοσ9 ὁ λεγομ6ε6***. 9Εἴκελοσ9: ∆ιὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ ἀπὸ τοῦ ἄγω γέγονεν ἄγελος καὶ ἄγγελος, οὕτως καὶ ἀπὸ τοῦ εἴκω, τοῦ σημαί νοντος τὸ ὁμοιῶ, ὅπερ διὰ διφθόγγου γράφεται, γέγονεν εἴκελος. 9Εἴρω9: Σημαίνει δὲ τὸ συμπλέκω, διὰ τῆς ει διφθόγγου· ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ ἕρμα· ἕρμα δέ ἐστι τὸ κώλυμα· καὶ πάλιν, ὅτι ἀντιπαράκειται αὐτὸ τὸ ὅρμος· σημαίνει δὲ τὸν περι τραχήλιον κόσμον, παρὰ τὸ εἴρειν καὶ συμπλέκειν τὰς ναῦς· καὶ πάλιν διὰ τὸ ἀντιπαρακεῖσθαι αὐτῷ τὸ ο· οἷον, εἴρω, ὅρ μος· καὶ ἄλλως ὅτι οἱ Αἰολεῖς οἴρατο λέγουσιν· ἔστιν δὲ εἴρω, 210 ἐρῶ, εἶρα, ἔῤῥον