De accentibus (excerpta e Choerobosco, Aetherio, Philopono et aliis)

 ἀρσενικῶν ληγόντων εἰς ους, περισπῶνται· 20ἡ ἁπλῆ, τὸ ἁπλοῦν,20 ὅτι καὶ 20ἁπλοῦς,20 καὶ τὰ ὅμοια.

 βραχεῖά ἐστιν ἡ λήγουσα, προπερι σπῶνται· 20ῥίν ῥινός, ῥῖνα ῥῖνε ῥῖνες ῥῖνας·20 οὕτω καὶ ἐπὶ τῶν ὁμοίων. ∆ιὰ τοῦτο οὐδὲ τὸ 20εὔριν20 προ περισπᾶται, ἐ

 20ἀστείος ἀ στείου ἀστεία20 παροξύ νονται, διότι ἡ γενικὴ τοῦ ἀρσενικοῦ εἰς ου λήγει. Σημείωσαι, ὅτι ἡ 20γενναῖα20 καὶ 20ἡ σπουδαῖα20 καὶ 20τὰ γενναῖα

 προπε-ρισπῶνται· 20κρῖνον, γρῖφον, ἶσον.20 6.47 Τὰ εἰς ος τῷ ι παραληγόμενα παροξύνονται· 20ξίφος, στίφος,20 πλὴν τοῦ 20δῖνος, σῖνος, πνῖγος, νῖκος, κ

 δίχρονον· καὶ γὰρ τούτων ὁ μέλλων 20ὀτρυνῶ20 καὶ 20ἀλγυνῶ.20 Καὶ ὁ ἀόριστος ἄρα κατὰ τὸν κανόνα μακρὰν ἔχων τὴν παραλήγουσαν τὸ οἰκεῖον ἀπαρέμφατον πρ

ἀρσενικῶν ληγόντων εἰς ους, περισπῶνται· 20ἡ ἁπλῆ, τὸ ἁπλοῦν,20 ὅτι καὶ 20ἁπλοῦς,20 καὶ τὰ ὅμοια.

2.τ Περὶ ἐθνικῶν καὶ Ἑβραϊκῶν. 2.13 Τὰ ἐθνικὰ καὶ Ἑβραϊκὰ ὀνόματα μονόκλιτά εἰσι καὶ ὀξύνονται ἐπὶ

πασῶν τῶν πτώσεων· 20ὁ Σαμψών τοῦ Σαμ ψών, ὁ Ἰακώβ τοῦ Ἰακώβ, ἡ Ἐσθήρ, ἡ Ἰοδήθ, ἡ Μαριάμ,20 καὶ τὰ λοιπά. 3.14 Αἱ εἰς ων λήγουσαι μετοχαὶ καὶ ἐπὶ τέλους ἔχουσαι τὸν τόνον οὕτω διαστέλλονται· ὧν μὲν αἱ γενικαὶ φύσει μακρᾷ παραλήγονται, τούτων αἱ εὐθεῖαι περισπῶνται· 20τοῦ τυποῦντος ὁ τυπῶν, τοῦ σπεροῦντος ὁ σπε ρῶν, τοῦ κτενοῦντος ὁ κτενῶν·20 ὧν δὲ ἐν τῇ παραλη γούσῃ τῆς γενικῆς εὑρίσκεται τὸ ο μετὰ τοῦ ντ, ὀξύ νονται· 20τοῦ λαβόντος ὁ λαβών, τοῦ εὑρόντος ὁ εὑρών.20 3.15 Αἱ μετοχικαὶ δοτικαὶ τῶν πληθυντικῶν πᾶσαι διχρόνῳ παραληγόμεναι προπερισπῶνται· 20τοῖς βᾶσι, τοῖς στᾶσι, τοῖς δεικνῦσι, τοῖς ζευγνῦσι,20 ἐπειδὴ κατὰ τὴν παραλήγουσαν ἰσοχρονεῖν θέλει ταῖς ἄλλαις πλαγίαις ἡ δοτικὴ τῶν πληθυντικῶν, ἐνίοτε δὲ καὶ μείζονα χρόνον θέλει ἔχειν, ὥστε καὶ τὸ 20ἀνδριᾶσι20 καὶ τὸ 20ἱμᾶσι20 προπερισπᾶται.

4.τ Περὶ τῶν πρὸ μιᾶς ἐχόντων τὸν τόνον. 1 4.16 Τὰ εἰς ας καθαρὰ ἀρσενικὰ πρὸ μιᾶς ἔχοντα τὸν τόνον ἅπαντα μακρὸν

ἔχουσι τὸ ας καὶ παροξύνονται, οἷον 20Αἴας, Αἰνείας, Ποίας, κοίας,20 καὶ τὰ ὅμοια. 4.17 Ἕτερος κανών· τὰ εἰς ας ὀνόματα διὰ τοῦ τος κλινό 4.17 μενα μακρὸν ἔχουσι τὸ ας, πλὴν τῶν οὐδετέρων· 20κρέας, κέρας,20 σὺν τούτοις 20γέρας20 καὶ 20οὖδας.20 4.18 Αἱ εἰς ας μετοχαὶ μακροκαταληκτοῦσι καὶ παροξύνονται· 20ὁ ποιήσας, ὁ νείμας·20 ἀλλὰ καὶ αἱ κλητικαὶ τούτων· 20ὦ ποιήσας, ὦ νείμας·20 λέγει γὰρ ὁ κανών, ὅτι αἱ μετοχαὶ καὶ τὰ μετοχικὰ ὀνόματα τὰς αὐτὰς ἔχουσιν ὀρθὰς καὶ κλητι κάς. Τὰ οὐδέτερα τούτων προπερισπῶνται· 20Τὸ ποιῆ σαν, τὸ λαλῆσαν.20 4.19 Τὰ εἰς ος τῷ α παραληγόμενα καὶ ἐπ' αὐτοῦ τὸν τόνον ἔχοντα παροξύνονται· 20κάρος, σκάρος, βάδος·20 τὸ 20πρᾶος20 μόνον προπερισπᾶται. 4.20 Τὰ εἰς ιξ βραχυκαταληκτοῦσι καὶ προπερισπῶνται· 20Φοῖνιξ, ἧλιξ, ὁμῆλιξ·20 σὺν τούτοις καὶ 20κῆρυξ20 διὰ τοῦ υ ψιλοῦ. 4.21 Τὰ διὰ τοῦ ιλος ὀνόματα δισύλλαβα παροξύνονται, οἷον 20φίλος, κτίλος, σπίλος·20 ὡσαύτως καὶ τὰ ὑπὲρ δύο συλ λαβάς· 20ποικίλος, ὀργίλος·20 ἔν τισι τὸ 20σπῖλος20 καὶ 20πῖ λος20 προπερισπώμενον ἐφεύρηται. 4.22 Τὰ διὰ τοῦ ινος ἅπαντα προπερισπῶνται· 20Κωνσταν τῖνος, Πλωτῖνος, Ἰουστῖνος·20 ἔν τισι τὸ 20πίνος ὁ20 ῥύπος παροξυνόμενον εὕρηται. Σημείωσαι, ὅτι τὸ 20καρ κίνος20 καὶ 20ἐχίνος20 ἡ συνήθεια παροξύνει. 4.23 Τὰ διὰ τοῦ ιτης ἅπαντα μακρὸν ἔχουσι τὸ ι· 20πολί της, ὁπλίτης,20 ὅθεν αἱ τούτων εὐθεῖαι τῶν πληθυντικῶν προπερισπῶνται· 20οἱ πολῖται, οἱ ὁπλῖται, οἱ Θερ σῖται·20 καὶ 20ἡ χρυσῖτις20 γῆ θηλυκόν. 4.24 Τὰ διὰ τοῦ ιος παροξύνονται· 20ἐναντίος, νυμφίος,20 πλὴν τοῦ 20δῖος20 καὶ 20Χῖος20 ἀνήρ. 4.25 Τὰ εἰς ος μὴ καθαρῷ τῷ ι παραληγόμενα καὶ ἐπ' αὐτοῦ τὸν τόνον ἔχοντα παροξύνονται· 20τρίτος, κρίκος,20 καὶ τὰ λοιπά, πλὴν τοῦ 20σῖτος, ἶσος, μῖμος, γρῖφος· ἡ20 συνήθεια παροξύνει τὸ 20γρίφος.20 4.26 Τὰ εἰς ιν καὶ εἰς ις δικατάληκτα μακρὸν ἔχουσι τὸ ι καὶ ἐπὶ τῆς γενικῆς προπερισπῶνται· 20δελφῖνος, ἀκτῖνος·20 τὰ δὲ μονοσύλλαβα τούτων ὀξύνονται μὲν ἐν τῇ γενικῇ καὶ δοτικῇ, ἐν δὲ ταῖς ἄλλαις πτώσεσιν, ἔνθα τὸν τόνον ἡ πα ραλήγουσα δέχεται καὶ