1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

6

ιβʹ· Ὁ μὲν γὰρ Ἰωάννης τῇ τοῦ κατ' αὐτὸν Εὐαγγελίου γραφῇ, τὰ μηδέπω τοῦ Βαπτιστοῦ βεβλημένου εἰς φυλακὴν, πρὸ τοῦ Χριστοῦ πραχθέντα, παραδίδωσιν· οἱ δὲ λοιποὶ τρεῖς εὐαγγελισταὶ τὰ μετὰ τὸ δεσμωτήριον λέγουσιν. Οἷς καὶ ἐπιστήσαντι, οὐκέτι ἂν δόξαιεν διαφωνεῖν ἀλλήλοις τὰ Εὐαγγέλια, τῷ τὸ μὲν κατὰ Ἰωάννην τὰ πρῶτα περιέχειν, τὰ δὲ λοιπὰ τὴν ἐπιτέλειον ἱστορίαν.

ιγʹ. Εὐσεβίου. Ὅτι δὲ ἔγκυος εὑρέθη ἡ Θεοτόκος, καὶ ὅτι οὐδενὶ ἑτέρῳ ἀλλ' ἢ τῷ Ἰωσὴφ, ὁ εὐαγγελιστὴς ἀπεφήνατο· ἐκ γὰρ Πνεύματος ἁγίου γέγονε, 22.973 φησὶ, τὸ τοιοῦτον φανερόν· δικαίῳ γὰρ ὄντι τῷ Ἰωσὴφ οὐκ ἦν θαυμαστὸν γνωσθῆναι διὰ Πνεύματος ἁγίου, ἐξ οὗ καὶ ἡ κύησις γέγονεν.

ιδʹ. Εὐσεβίου. Ἐνέτυχον δὲ ἑρμηνείᾳ ἀνεπιγράφῳ λεγούσῃ, ὅτι οἱ μέν φασι συγγενίδα τὴν Ἐλισάβετ τῆς Παρθένου παρὰ τοῦ ἀγγέλου ὠνομάσθαι, οὐχ ὡς ἐκ τῆς αὐτῆς φυλῆς, ἀλλὰ διὰ τὸ ἐκ τῶν αὐτῶν προγόνων, καὶ τοῦ αὐτοῦ κοινῶς τῶν Ἰουδαίων γένους ἀμφοτέρας ὡρμῆσθαι· ὡς ὁ Ἀπόστολος, «Ἐβουλόμην, λέγων, ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα.» Πολλοὶ δὲ καὶ τῶν δοκίμων λέγουσιν ἀληθῶς κατὰ συγγένειαν συνῆφθαι τὴν ἱερατικὴν φυλὴν τῇ βασιλικῇ καὶ ἄνω ἐπὶ Μωϋσέως. Ἡ γὰρ Ἐλισάβετ ἡ γυνὴ Ἀαρὼν ἀδελφὴ ὑπῆρχε Ναασσὼν υἱοῦ Ἀμιναδὰβ, ὃς ἀπὸ Ἰούδα τοῦ υἱοῦ Ἰακὼβ κατήγετο, ἀφ' οὗ τὸ βασίλειον γένος τοῖς Ἰουδαίοις· καὶ κάτω δὲ ὁμοίως Ἐλισάβετ ἡ γυνὴ Ζαχαρίου ἀπὸ τῆς Ἰούδα φυλῆς εἷλκε τὴν γένεσιν, θυγάτηρ χρηματίζουσα Ἰακὼβ τοῦ πατρὸς Ἰωσήφ· ἐκ γοῦν τῆς συγγενείας τούτου τοῦ Ναασσὼν ὁ Κύριος κατὰ σάρκα γεγένηται· οὐ μάτην οὖν τῆς βασιλικῆς φυλῆς τὴν ἐπιμιξίαν ὁ θεῖος προφήτης ἐδίδαξεν, ἀλλὰ δεικνὺς ὡς ὁ ∆εσπότης Χριστὸς ἐξ ἀμφοτέρων ἐβλάστησεν, ὡς βασιλεὺς καὶ ἀρχιερεὺς κατὰ τὸ ἀνθρώπινον χρηματίσας· ἢ ὡς ἐξ ἑνὸς προπάτορος τοῦ Ἰακὼβ ὑπαρχούσας, συγγενίδας καλεῖ.

ιεʹ. Προσηκόντως ἐζήτηται ἡ αἰτία δι' ἣν ἄνωθεν ὁ Ματθαῖος ἐποιήσατο τὴν τοῦ Χριστοῦ γενεαλογίαν, ὁ δέ γε Λουκᾶς κάτωθεν καὶ ἐξ ἐναντίας· καὶ ῥητέον, ὡς οὐκ ἄτοπον ἄνωθέν τε καὶ κάτωθεν τὴν αὐτὴν βαδίζειν ὁδόν· ἦν γὰρ καὶ τοῦτο πάλαι τῇ θείᾳ Γραφῇ σύνηθες· οὕτω γὰρ καὶ ∆αβὶδ ἐν τῇ Ῥοὺθ ἄνωθεν γενεαλογεῖται, καθὼς καὶ παρὰ τῷ Ματθαίῳ ὁ Χριστός· καὶ ἐν τῇ τῶν Βασιλειῶν δὲ πρώτῃ βίβλῳ ὁ τοῦ Σαμουὴλ πατὴρ κάτωθεν γενεαλογεῖται, παραπλησίως τῷ Λουκᾷ.

ιςʹ. Περὶ τούτου ὁ Εὐσέβιος ἐν τῷ Εἰς τὸ κατὰ Ματθαῖον οὕτως· Φησὶ δὲ τὸν Νάθαν καὶ προφητεῦσαι κατὰ τὰ ἐν ταῖς Βασιλείαις φερόμενα. Ἐγὼ δὲ, φησί τις, καὶ τὴν αἰτίαν ἐπυθόμην τὴν τὸν μακάριον Λουκᾶν ἀποκλίναι τῆς βασιλείου φρατρίας ὑπαγαγοῦσαν, τῷ μὴ τοὺς βασιλεῖς ἀπ' αὐτοῦ Σολομῶντος εἰδωλολατρείας καθαρεύειν, πλὴν ἐλαχίστων, ταύτῃ παραιτήσασθαι τὴν δι' αὐτῶν γενεαλογίαν.

ιζʹ. Εὐσεβίου. Τὴν τοῦ ∆αβὶδ μετάνοιαν ἐπὶ 22.976 τῷ ἁμαρτήματι δημοσιεύων ὁ εὐαγγελιστὴς, ἐμνήσθη τῆς γυναικὸς μεθ' ἧς τὴν ἁμαρτίαν ἐξετέλεσε· καὶ ὅτι εἰ μὴ διὰ μετανοίας συγγνώμην τοῦ ἁμαρτήματος ἐδέξατο παρὰ Θεοῦ, οὐκ ἂν αὐτὸς ἠξιώθη προπάτωρ γεγονέναι τοῦ Χριστοῦ.

ιηʹ. Εὐσεβίου. Τοῦ Ἰεχονίου ἦν κατηγόρημα, τὸ ἐκκήρυκτον αὐτὸν γεγονέναι καὶ αἰχμάλωτον· διὸ καὶ ἄτιμος ὑπῆρχε τοῖς πολλοῖς· καὶ τοῦτο ἦν τὸ διϊστῶν τοὺς γενεαλογοῦντας τὸν Χριστὸν, ὥστε τοὺς μὲν ἀπὸ Σολομῶντος, τοὺς δὲ ἀπὸ Νάθαν κατάγειν τὰς γενεάς· κἀντεῦθεν ὁ εὐαγγελιστὴς μνείαν ἐποιήσατο αὐτοῦ· καί φησι τὸν Λυτροτὴν τῶν αἰχμαλώτων παραγεγονέναι, καὶ διὰ τοῦ βαπτίσματος αὐτοὺς παραδεχόμενον.

Supplementa ad quaestiones ad Marinum