1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

5

Ἀλλ' εἰ λέγοι τις περὶ τῆς ἐξ αὐτοῦ διαδοχῆς εἰρῆσθαι αὐτὰ, οὐκ ἀγνοητέον ὅτι μέχρις Ἰεχονίου καὶ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας ἡ ἀπὸ ∆αβὶδ καὶ Σολομῶνος διαδοχὴ τῆς βασιλείας διήρκεσε, μηδενὸς μετὰ τὸν Ἰεχονίαν ἐπὶ τὸν θρόνον τῆς βασιλείας τοῦ ∆αβὶδ καταστάντος. Πῶς δ' ἂν τῷ φιλογυναίῳ, καὶ οὗ οὐκ ἦν ἡ καρδία τελεία μετὰ Κυρίου Θεοῦ αὐτοῦ, ἐφαρμόσῃς τὰ τοῦ ὅρκου, καὶ τό· «Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;» Ἀλλὰ γὰρ ἄντικρυς Σολομῶνος μὲν ἀλλότρια ταῦτα· ἀνάγοιντο δ' ἂν ἐπὶ Χριστὸν, ὃς ἐκ σπέρματος ∆αβὶδ ἀναστὰς, οἶκον τῷ Θεῷ οὐκ ἐξ ἀψύχων λίθων, οὐδ' ἐν γωνίᾳ καὶ μέρει γῆς, ἀλλὰ καθ' ὅλης τῆς οἰκουμένης καὶ ἐν πᾶσι τοῖς ἔθνεσιν ἐκ ζώντων καὶ νοερῶν λίθων συνεστήσατο τὴν θεοπρεπῆ αὐτοῦ Ἐκκλησίαν· ᾧ καὶ μόνῳ τὸ, «Αὐτὸς ἔσται μοι εἰς υἱὸν» ἀναφωνούμενον ἁρμόσει· ἐπεὶ καὶ ἐν ἑτέραις Γραφαῖς Υἱὸς ἀναγορεύεται τοῦ Θεοῦ· ἐν τῇ φασκούσῃ, «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε·» καὶ ἐν τῇ λεγούσῃ, «Κύριος εἶπε πρός με, Υἱός μου εἶ σύ·» πάλιν ἐν ᾗ λέλεκται, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.» Τούτοις γοῦν συνᾴδει καὶ ἡ ἐξ οὐρανῶν ἐπ' αὐτὸν ἐνεχθεῖσα φωνὴ, «Σὺ εἶ ὁ Υἱός μου ὁ ἀγαπητὸς,» φήσασα· καὶ τὰ ἐν ἑβδομηκοστῷ δὲ πρώτῳ ψαλμῷ περιεχόμενα, τὸ «Συμπαραμενεῖ τῷ ἡλίῳ,» καὶ τὸ, «Πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτὸν,» ἄντικρυς τοῖς περὶ τοῦ Σωτῆρος ἡμῶν θεολογουμένοις συντρέχοι ἄν. Ὅτι δὲ ταῦθ' οὕτως ἔχει, ἀναμφίλεκτος ἡ ἀπὸ τοῦ Ἡσαΐου σύστασις, ὃς μετὰ τὸν Σολομῶνος θάνατον καὶ μετὰ πλείστας ἄλλας τοῦ γένους διαδοχὰς, ἐκ ῥίζης Ἰεσσαὶ καὶ ∆αβὶδ ἐξελεύσεσθαί τινα προφητεύει, καὶ τοῦτον ἔσεσθαι Σωτῆρα ἐθνῶν, γυμνῶς οὕτω φάσκων· «Καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν.»

ιαʹ. Ἀλλὰ γὰρ τοσούτων ἐκδεδομένων χρησμῶν μόνῳ τῷ ∆αβὶδ καὶ μεθ' ὅρκου διαβεβαιώσεως περὶ 22.972 τῆς ἐκ σπέρματος αὐτοῦ γενέσεως τοῦ προφητευομένου, παντός τε ὡς εἰκὸς τοῦ Ἰσραὴλ διὰ τὰς τοσαύτας προῤῥήσεις ὁσημέραι προσδοκῶντος τὸν ἐκ ∆αβὶδ γεννηθησόμενον Σωτῆρα καὶ Λυτρωτὴν πάντων ἀνθρώπων, εἰκότως τῶν προσδοκωμένων τὴν ἄφιξιν εὐαγγελιζόμενος ὁ Ματθαῖος, ἐξ αὐτῆς τῆς ἐλπιζομένης προσδοκίας τὴν καταρχὴν τοῦ λόγου πεποίηται, υἱὸν ∆αβὶδ φήσας τὸν ἐπιλάμψαντα· μετὰ δὲ τὸν ∆αβὶδ ἐπὶ τὸν Ἀβραὰμ ἀνατρέχει, ἐπειδὴ πρώτῳ πάλιν τῷ Ἀβραὰμ περὶ τῆς κλήσεως τῶν ἐθνῶν διάφοροι ἐδέδοντο χρησμοί. Πρὸ γὰρ τῆς Μωϋσέως νομοθεσίας, καὶ πρὸ τοῦ Ἰουδαίων ἔθνους, οὐ μὴν ἀλλὰ καὶ πρὸ τῆς περιτομῆς, ἀλλοεθνὴς ὢν ὁ Ἀβραὰμ καὶ τῆς Χαλδαίων γῆς ὁρμώμενος, ἀπολείπει μὲν τὰ πάτρια, Θεὸν δὲ γνοὺς τὸν ἐπὶ πάντα, μεμαρτύρηται ὡς ἄρα ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην· δίκαιός τε καὶ θεοφιλὴς ἀποπέφανται, οὐ διὰ περιτομῆς σώματος, οὐδὲ διὰ φυλακῆς ἡμέρας Σαββάτου, ἑορτῶν ἢ νουμηνιῶν, οὐδέ γε δι' ἄλλης τινὸς παρὰ Μωϋσεῖ φερομένης ἐθελοθρησκίας, ἀλλὰ δι' ἄλλης Θεοῦ φανείας τε τοῦ ὀφθέντος αὐτῷ Κυρίου οὗτος δ' ἦν ὁ Σωτὴρ, διά τε σεμνοῦ καὶ ἐναρέτου βίου. Τοῦτον δ' οὖν αὐτῷ κατορθοῦντι τῆς θεοσεβείας τὸν τρόπον ἡ περὶ τῶν ἐθνῶν δέδοτο ἐπαγγελία, ὡς καὶ αὐτῶν ποτε κατὰ τὸν τοῦ Ἀβραὰμ ζῆλον θεοσεβησόντων, καὶ ἴσης τῷ θεοφιλεῖ καταξιωθησομένων εὐλογίας. Λέλεκται γοῦν πρὸς αὐτὸν, «Καὶ εὐλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς·» καὶ πάλιν· «Ὁδὲ Κύριος εἶπεν, Οὐ μὴ κρύψω ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ· Ἀβραὰμ δὲ γενόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολὺ, καὶ εὐλογηθήσεται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.» Ὧν οὕτως ἐχόντων, ἀκόλουθον ἦν τῆς τῶν ἐθνῶν κλήσεως προπάτορα ὄντα τὸν Ἀβραὰμ ὑπὸ τοῦ εὐαγγελιστοῦ δεύτερον παραληφθῆναι μετὰ τὸν ∆αβίδ. Ἐχρῆν γὰρ τὸν περὶ τῆς γενέσεως τοῦ Σωτῆρος τὰς ὑποσχέσεις εἰληφότα, προτιμηθῆναι τῇ τάξει τοῦ τὰς περὶ τῶν ἐθνῶν ἐπαγγελίας δεξαμένου· δεύτερον δὲ ἐν τῇ γενεαλογίᾳ παραληφθῆναι τὸν τῶν ἐθνῶν ἀρχηγόν.