1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

4

καὶ Σολομὼν, ὅ τε τούτων πατὴρ ἑκατέρου· ἐκ πολλῶν δὲ φυλῶν ἐγίνοντο προφῆται, ἱερεῖς δὲ ἐξ οὐδεμιᾶς τῶν δώδεκα φυλῶν, μόνοι δὲ Λευῖται. Μάτην αὐτοῖς ἄρα πέπλασται τὸ ἐψευσμένον· μηδὲ κρατοίη τοιοῦτος ὁ λόγος ἐν Ἐκκλησίᾳ Χριστοῦ κατὰ ἀκριβοῦς ἀληθείας, ὅτι ψεῦδος σύγκειται εἰς αἶνον καὶ δοξολογίαν Χριστοῦ· τίς γὰρ οὐκ οἶδε κἀκεῖνον τὸν ἱερώτατον τοῦ Ἀποστόλου λόγον κηρύσσοντος καὶ διαγγέλλοντος τὴν ἀνάστασιν τοῦ Σωτῆ 22.968 ρος ἡμῶν, καὶ διϊσχυριζομένου τὴν ἀλήθειαν, μεγάλῳ φόβῳ λέγοντος, ὅτι εἰ Χριστὸν λέγουσί τινες μὴ ἐγηγέρθαι, ἡμεῖς δὲ τοῦτο καὶ φαμὲν καὶ πεπιστεύκαμεν, καὶ αὐτὸ καὶ ἐλπίζομεν καὶ κηρύσσομεν, καταψευδομαρτυροῦμεν τοῦ Θεοῦ, ὅτι ἤγειρε τὸν Χριστὸν ὃν οὐκ ἤγειρεν· εἰ δὲ οὕτως ὁ δοξολογῶν Θεὸν Πατέρα, δέδοικε μὴ ψευδολόγος δοκοίη, ἔργον παράδοξον διηγούμενος, πῶς οὐκ ἂν δικαίως φοβηθείη, ὅτι διὰ ψευδολογίας ἀληθείας σύστασιν ποριζόμενος, δόξαν οὐκ ἀληθῆ συντιθείς; Εἰ γὰρ τὰ γένη διάφορα, καὶ μηδὲν καταφέρει γνήσιον σπέρμα ἐπὶ τὸν Ἰωσὴφ, εἴρηται δὲ μόνον εἰς σύστασιν τοῦ γεννηθησομένου, ὅτι βασιλεὺς καὶ ἱερεὺς ἔσται ὁ ἐσόμενος, ἀποδείξεως μὴ προσούσης, ἀλλὰ τῆς τῶν λόγων σεμνότητος εἰς ὕμνον ἀδρανῆ φερομένης, δῆλον ὡς τοῦ Θεοῦ μὲν ὁ ἔπαινος οὐχ ἅπτεται, ψεῦδος ὤν· κρίσις δὲ τῷ εἰρηκότι, τὸ οὐκ ὂν, ὡς ὂν κομπάσαντι.

θʹ. Τὸν ∆αυῒδ πρὸ τῶν ἄλλων καὶ Ματθαῖος ἔταξεν ἐν τῇ κατ' αὐτὸν γενεαλογίᾳ, ἐπειδὴ καὶ πρώτῳ καὶ μόνῳ τῷ ∆αυῒδ μεθ' ὅρκου διαβεβαιώσεως ἐξ αὐτοῦ κατὰ σάρκα φῦναι ὁ Χριστὸς ἐθεσπίζετο· γέγραπται γοῦν· «Ὤμοσε Κύριος τῷ ∆αυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσῃ αὐτήν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου.» Καὶ πάλιν· «Ὤμοσα ∆αυῒδ τῷ δούλῳ μου, ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου.» Καὶ ἐν Παραλειπομένοις· «Καὶ ἔσται ὅταν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ· αὐτὸς οἰκοδομήσει μοι οἶκον· καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα· ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν.» Τὰ ὅμοια τούτοις καὶ ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν φέρεται· ἀλλ' ἐκεῖνα μὲν κἂν ἑλκυσθείη ἐπὶ τὸν Σολομῶνα, τὰ δ' ἐν χερσὶν ὅτι μηδεμίαν ἔχει κοινότητα πρὸς Σολομῶνα, ὧδ' ἄν τις καταμάθοι. Μετὰ τὴν Σολομῶνος τελευτὴν, πολλοῖς ὕστερον χρόνοις προφητεύων Ἡσαΐας, τοιάδε περὶ τοῦ γενησομένου ἐκ σπέρματος ∆αυῒδ προκηρύττει· «Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί· πατὴρ δὲ ἦν οὗτος τοῦ ∆αυῒδ καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται· καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι.» Καὶ περὶ τοῦ ἐπηγγελμένου δὲ τῷ ∆αυῒδ θρόνου ὧδε θεσπίζει· «Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος· μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον· ἐπὶ τὸν θρόνον ∆αυῒδ καὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτήν.» ∆ιὰ δὲ τῶν ἐκτεθέντων εἴρηται μὲν ὅτι ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ 22.969 τοῦ ∆αβὶδ ἀναστήσεταί τις οὐ τοῦ Ἰσραὴλ ἄρχειν, ἀλλὰ τῶν ἐθνῶν· εἴρηται δὲ ὅτι γεννηθήσεται παιδίον, καὶ ὀνομασθήσεται Υἱὸς, ξένοις ὀνόμασι καὶ τὴν ἀνθρώπων φύσιν ὑπεραίρουσι κεκοσμημένος, ὅτι τε ὁ τοιοῦτος τὸν θρόνον ∆αβὶδ ἀναλήψεται, καὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτήν.

ιʹ. Ταῦτα δὲ ὅτι μετὰ Σολομῶνα περὶ ἑτέρου τινὸς μέλλοντος ἥξειν προανεφωνεῖτο, παντί τῳ δῆλον. Καὶ ἄλλως δὲ τὰ πρὸς τὸν ∆αβὶδ ἐκτεθέντα λόγια οὐκ ἂν ἐφαρμόσαιεν Σολομῶνι, ἀκριβοῦς ἐξετάσεως τυγχάνοντα· σαφῶς γὰρ ὁ χρησμὸς δηλοῖ, ὅτι μετὰ τὸν θάνατον τοῦ ∆αβὶδ ἀναστήσεται ὁ θεσπιζόμενος. Σολομὼν δὲ, ζῶντος ἔτι τοῦ ∆αβὶδ, νεύματι αὐτοῦ καὶ γνώμῃ διάδοχος τῆς βασιλείας· λέγεται γοῦν ἐπὶ μόνοις ἔτεσι τεσσαράκοντα βασιλεῦσαι ἐπὶ τὸν Ἰσραήλ· πῶς οὖν εἰς αὐτὸν ἐπιφέροιτο τὸ, «Ἀνορθῶσαι τὸν θρόνον αὐτοῦ εἰς τὸν αἰῶνα;»