281
πρεσβυτέρους καὶ διακόνους καὶ ὑποδιακόνους. τοῦτο δὲ οὐ παρὰ τὸν 2.368 κανόνα γίνεται, ἀλλὰ παρὰ τὴν τῶν ἀνθρώπων κατὰ καιρὸν ῥᾳθυμήσασαν διάνοιαν καὶ τῆς τοῦ πλήθους ἕνεκεν μὴ εὑρισκομένης ὑπηρεσίας. τὸ πρεπωδέστατον γὰρ ἀεὶ ἡ ἐκκλησία ἐφορῶσα ἁγίῳ πνεύματι εὖ διαταχθεῖσα ἔγνω «ἀπερισπάστως» θεῷ τὰς λατρείας ἐπιτελεῖσθαι σπουδάζειν καὶ τὰ πνευματικὰ τῶν χρειῶν μετὰ πάσης εὐνουστάτης συνειδήσεως τελειοῦσθαι. φημὶ δὲ ὅτι πρέπον ἐστὶ διὰ τὰς ἐξαπίνης λειτουργίας καὶ χρείας σχολάζειν τὸν πρεσβύτερον καὶ διάκονον καὶ ἐπίσκοπον θεῷ. εἰ γὰρ καὶ τοῖς ἀπὸ τοῦ λαοῦ προστάσσει ὁ ἅγιος ἀπόστολος λέγων, ἵνα «πρὸς καιρὸν σχολάσωσι τῇ προσευχῇ», πόσῳ γε μᾶλλον τῷ ἱερεῖ τὸ αὐτὸ προστάσσει; τὸ ἀπερίσπαστον δὲ λέγω εἰς τὸ σχολάζειν τῇ κατὰ θεὸν ἐν ταῖς χρείαις ταῖς πνευματικαῖς τελεσιουργουμένῃ ἱερωσύνῃ. ἔξεστι δὲ ἐπὶ τῷ λαῷ τοῦτο δι' ἀσθένειαν διαβαστάζεσθαι καὶ τοὺς μὴ δυνηθέντας ἐπὶ τῇ πρώτῃ γαμετῇ στῆναι δευτέρᾳ μετὰ θάνατον τῆς πρώτης συναφθῆναι. καὶ ὁ μὲν μίαν ἐσχηκὼς ἐν ἐπαίνῳ μείζονι καὶ τιμῇ παρὰ πᾶσιν ἐκκλησιαζομένοις ἐνυπάρχει, τὸν δὲ μὴ δυνηθέντα τῇ μιᾷ ἀρκεσθῆναι τελευτησάσῃ ἢ ἕνεκέν τινος προφάσεως, ἢ πορνείας ἢ μοιχείας ἢ ἄλλης αἰτίας, χωρισμοῦ γενομένου συναφθέντα δευτέρᾳ γυναικὶ ἢ γυναῖκα δευτέρῳ ἀνδρί, οὐκ αἰτιᾶται ὁ θεῖος λόγος οὐδὲ ἀπὸ τῆς 2.369 ἐκκλησίας καὶ τῆς ζωῆς ἀποκηρύττει, ἀλλὰ διαβαστάζει διὰ τὸ ἀσθενές· οὐχ ἵνα δύο γυναῖκας ἐπὶ τὸ αὐτὸ σχῇ ἔτι περιούσης μιᾶς, ἀλλ' ἵνα ἀπὸ μιᾶς ἀποσχισθεὶς δευτέρᾳ, εἰ τύχοι, ἐννόμως συναφθῇ, ἐλεεῖ τοῦτον ὁ ἅγιος λόγος καὶ ἡ ἁγία θεοῦ ἐκκλησία, μάλιστα εἰ τυγχάνει ὁ τοιοῦτος τὰ ἄλλα εὐλαβὴς καὶ κατὰ νόμον θεοῦ πολιτευόμενος. καὶ γὰρ οὐκ ἂν ἔλεγεν ὁ ἀπόστολος ταῖς χήραις «γαμείτωσαν τεκνογονείτωσαν οἰκοδεσποτείτωσαν», οὐδὲ πάλιν ἔλεγε τῷ ἀνδρὶ τῷ τὴν γυναῖκα τοῦ πατρὸς ἔχοντι καὶ παραδοθέντι «τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου»-οὐκ ἔλεγε πάλιν «κυρώσατε εἰς αὐτὸν ἀγάπην, ἵνα μὴ τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος». ἔλεγε γὰρ πάλιν «ᾧ τι χαρίζεσθε, κἀγώ· διότι εἴ τι κεχάρισμαι, δι' ὑμᾶς κεχάρισμαι ἐν προσώπῳ κυρίου, ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ σατανᾶ. οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν». καὶ ὅρα πῶς δίδωσι μετάνοιαν καὶ μετὰ παράπτωμα. 5. Πάλιν δὲ ὁ κύριός φησιν «ἄφετε ἀλλήλοις τὰ παραπτώματα, ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν οὐρανῷ ἀφήσει ὑμῖν». ἀλλὰ καὶ ἐν ἄλλῳ τόπῳ οὕτως φησί «καὶ πενθήσω πολλοὺς τοὺς ἐν ὑμῖν παραπεσόντας καὶ μὴ μετανοήσαντας», ὡς δεικνὺς ὅτι εἰ καὶ παρέπεσαν καὶ μετενόησαν, εἴσδεκτοι οὗτοι γίνονται καὶ οὐκ ἀποβληθήσονται, τοῦ κυρίου γινώσκοντος τί μεθ' ἑκάστου ποιήσειε. Καὶ ὅτι μὲν ὁ κανὼν τῆς ἀληθείας τοιοῦτον ἔχει τὸν χαρακτῆρα, παντί τῳ σαφές ἐστι. μετὰ γὰρ τὴν πρώτην μετάνοιαν τὴν διὰ λουτροῦ τῆς παλιγγενεσίας, ἐν ᾗ μετανοίᾳ ἀνεκαινίσθη πᾶς ἄνθρωπος, δευτέρα τις τοιαύτη οὐχ ὑπάρχει. οὔτε γὰρ δύο εἰσὶ βαπτίσματα, ἀλλ' ἕν, οὔτε δὶς ἐσταυρώθη Χριστός, ἀλλ' ἅπαξ, οὔτε δὶς ἀπέθανεν ὑπὲρ ἡμῶν καὶ ἀνέστη. καὶ τούτου χάριν ἐπασφαλίσασθαι δεῖ, ἵνα μὴ παραπεσόντες τὸν στέφανον τοῦ ἀνακαινισμοῦ ἀπολέσωμεν. ἀλλὰ ἐάν τις παραπέσῃ καὶ «προληφθῇ ἔν τινι παραπτώματι», ὡς λέγει ὁ ἀπόστολος, «ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον 2.370 ἐν πνεύματι πρᾳότητος, σκοπῶν ἑαυτὸν, μὴ καὶ σὺ πειρασθῇς». ἐάν τις οὖν προληφθῇ ἐν παραπτώματι ἐν οἵῳ δ' ἂν εἴη, μετανοείτω. δέχεται γὰρ ὁ θεὸς τὴν μετάνοιαν καὶ μετὰ τὸ βάπτισμα, ἐάν τις παραπέσῃ. πῶς δὲ μετὰ τοῦ τοιούτου ποιεῖ, αὐτὸς μόνος γινώσκει· «ἀνεξερεύνητα γὰρ τὰ κρίματα αὐτοῦ καὶ ἀνεκδιήγητοι αἱ ὁδοὶ αὐτοῦ». καὶ πρὸ τῆς παρουσίας οὐ δεῖ κρίνειν «ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ ἀποκαλύψει τὰ κρυπτὰ τῆς καρδίας· καὶ τότε ὁ ἔπαινος ἑκάστου φανερὸς γενήσεται». «ἡ γὰρ ἡμέρα δηλώσει ὅτι ἐν