14
θεοῦ εἶχεν θέσπισμα. καὶ ὡμολόγηται μὲν ὅτι ἐκ προστάγματος θεοῦ ἡ περιτομὴ τότε ὑπῆρχεν, τύπῳ δὲ ἦν αὕτη διατεταγμένη τότε, ὡς κατὰ ἀκολουθίαν προβαίνοντες ὕστερον περὶ τούτου δείξομεν. διήρκεσαν τοίνυν περιτεμνόμενοι καὶ θεοσεβείᾳ προσανέχοντες οἱ αὐτοῦ τοῦ Ἀβραὰμ κατὰ διαδοχὴν παῖδες, ἀπ' αὐτοῦ φημι καὶ καθεξῆς Ἰσαὰκ καὶ Ἰακὼβ καὶ οἱ τούτου παῖδες, ἔν τε τῇ Χανανίτιδι γῇ, Ἰουδαίᾳ καὶ Φυλιστιεὶμ οὕτως κληθείσῃ τότε, τανῦν δὲ Παλαιστίνῃ καλουμένῃ, ἀλλὰ καὶ ἐν Αἰγύπτῳ. Ἰακὼβ γὰρ ὁ καὶ Ἰσραὴλ κάτεισιν ἅμα τοῖς ἕνδεκα αὐτοῦπαισὶν εἰς Αἴγυπτον, ἔτος κατάγων ἑκατοστὸν τριακοστὸν τῆς αὐτοῦ ζωῆς. Ἰωσὴφ δὲ ὁ ἕτερος αὐτοῦ υἱὸς ἤδη ἐν Αἰγύπτῳ προϋπῆρχεν βασιλεύων, πραθεὶς ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ διὰ φθόνον. ἡ δὲ τοῦ θεοῦ οἰκονομία τὰ ἀγαθὰ συνεργοῦσα τῷ δικαίῳ, εἰς θαυμασμὸν μετήγαγεν τὴν κατὰ τοῦ αὐτοῦ Ἰωσὴφ ἐπιβουλήν. κάτεισι τοίνυν ὡς προεῖπον ὁ Ἰακὼβ εἰς Αἴγυπτον καὶ οἱ αὐτοῦ υἱοὶ καὶ γυναῖκες καὶ ἔκγονοι ἐν ἑβδομήκοντα πέντε ψυχαῖς ἀριθμηθέντες, ὡς περιέχει 1.190 ἡ πρώτη βίβλος τῆς κατὰ τὸν Μωυσέα πεντατεύχου, περὶ τούτων πάντων σαφῶς δηλοῦσα. διετέλεσαν δὲ ἐκεῖσε ἐπὶ πέντε γενεαῖς, ὡς καὶ πολλάκις εἶπον, νῦν δὲ ἀνάγκην ἔσχον ταῦτα δευτερῶσαι. ἔμειναν γὰρ ἀπὸ τοῦ Ἰακὼβ αἱ γενεαὶ ἀριθμούμεναι διὰ τοῦ Λευί, ἐξ οὗπερ οἱ ἱερεῖς κατέστησαν, καὶ διὰ τοῦ Ἰούδα, ἐξ οὗ μετὰ χρόνον ὁ βασιλεὺς ἦρξε ∆αυίδ. καὶ ὁ μὲν Λευὶ γεννᾷ τὸν Καὰθ καὶ τοὺς ἄλλους, Καὰθ γεννᾷ τὸν Ἀμράμ, Ἀμρὰμ γεννᾷ τὸν Μωυσέα καὶ Ἀαρὼν τὸν ἀρχιερέα. οὗτος ὁ Μωυσῆς ἐκβάλλει τοὺς υἱοὺς Ἰσραὴλ ἐν δυνάμει θεοῦ ἐκ γῆς Αἰγύπτου, ὡς ἔχει ἡ δευτέρα βίβλος κατὰ τὴν νομοθεσίαν. 5. Τίς μέντοι γε ἦν ἡ τῶν υἱῶν Ἰσραὴλ πολιτεία ἄχρι τούτου τοῦ χρόνου, οὐ πάνυ σαφῶς κατὰ τὸ φανερώτατον ἔστιν εἰπεῖν ἢ μόνον ὅτι ἐν θεοσεβείᾳ καὶ περιτομῇ ὑπῆρχον· εἰ καὶ γέγραπται ὅτι «ἐπληθύνθησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν γῇ Αἰγύπτῳ καὶ χυδαῖοι ἐγένοντο». πάντως γάρ που ὁ χρόνος τῆς αὐτῶν παροικίας καὶ ἐπιμιξίας διὰ ῥᾳθυμίαν τὸ χυδαῖον εἰργάσατο. τίνων μέντοι γεύεσθαι ἢ τίνα ἀπαγορεύειν ἢ τἆλλα ὅσα κατὰ διαστολὴν τοῦ νόμου φυλάττειν προσετάχθησαν, οὔπω κατὰ τὸ φανερώτατον ἐπεσημήνατο. ἐξιόντων δὲ ἐκ γῆς Αἰγύπτου ἐν τῷ δευτέρῳ ἔτει τῆς αὐτῶν ἐξόδου νομοθεσίας θεοῦ καταξιοῦνται διὰ χειρὸς αὐτοῦ τοῦ Μωυσέως. ἡ δὲ νομοθεσία ἡ ἐκ θεοῦ αὐτοῖς δοθεῖσα παιδαγωγοῦ δίκην ὡς καὶ παιδαγωγὸς ἦν ὁ νόμος σωματικῶς μὲν διαστελλόμενος, πνευματικὴν δὲ ἔχων τὴν προσδοκίαν ἐδίδαξε περιτέμνεσθαι σαββατίζειν ἀποδεκατοῦν πάντα τὰ αὐτῶν γεννήματα καὶ ὅσαπερ παρ' αὐτοῖς ἐτίκτετο ἀπὸ ἀνθρώπου ἕως κτήνους, ἀπαρχάς τε διδόναι καὶ πεντηκοστὴν καὶ τριακοστήν, εἰδέναι δὲ θεὸν μόνον καὶ αὐτῷ λατρεύειν. ἐν μοναρχίᾳ μὲν οὖν ἦν κηρυττόμενον τὸ ὄνομα, ἐν δὲ τῇ μοναρχίᾳ ἡ τριὰς ἀεὶ κατηγγέλλετο καὶ ἐπιστεύετο παρὰ τοῖς ἐξοχωτάτοις αὐτῶν, τουτέστιν προφήταις καὶ ἡγιασμένοις. θυσίας τε καὶ λατρείας διαφόρους τῷ παμβασιλεῖ 1.191 θεῷ ἐν τῇ ἐρήμῳ προσέφερον ἐν τῇ λατρείᾳ τῆς σκηνῆς τῆς ἁγίας ὑπὸ Μωυσέως διὰ τύπων δηλωθέντων αὐτῷ ὑπὸ θεοῦ κατασκευασθείσης. ἐδέξαντο γοῦν οἱ αὐτοὶ Ἰουδαῖοι καὶ προφητικὰς φωνὰς περὶ τοῦ Χριστοῦ ἐρχομένου, λεγομένου μὲν προφήτου ὄντος δὲ θεοῦ καὶ ἀγγέλου μὲν κληθέντος υἱοῦ δὲ ὄντος θεοῦ, μέλλοντος δὲ ἐνανθρωπήσειν καὶ ἐν ἀδελφοῖς αὐτοῦ ἐγκαταλέγεσθαι, ὡς ἔχουσι πᾶσαι αἱ θεῖαι γραφαί, μάλιστα ἡ τοῦ ∆ευτερονομίου κατὰ τὴν νομοθεσίαν πέμπτη βίβλος καὶ αἱ καθεξῆς. 6. Ἔσχον δὲ οὗτοι οἱ Ἰουδαῖοι ἄχρι τῆς ἀπὸ Βαβυλῶνος τῆς αἰχμαλωσίας ἐπανόδου βίβλους τε καὶ προφήτας τούτους καὶ προφητῶν βίβλους ταύτας· πρώτην μὲν Γένεσιν δευτέραν Ἔξοδον τρίτην Λευιτικὸν τετάρτην Ἀριθμοὺς πέμπτην ∆ευτερονόμιον