220
ἀρχισυναγώγου; καὶ εἰ αὐτὸς οὐκ ἦν ὁ τὸν Ἀδὰμ πλάσας ἐκ χοὸς ἀπ' ἀρχῆς, πῶς πτύσας χαμαὶ ἐποίησε πηλὸν καὶ ἐπέθετο ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ τοῦ ἐκ γεννητῆς καὶ ἐποίησεν αὐτὸν βλέπειν, ἵνα δείξῃ ἑαυτὸν μὲν εἶναι τὸν πλάστην σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, καὶ τὸ ἐλλιπὲς μέρος ἐν τῷ ἀπὸ γεννητῆς γεγεννημένῳ τυφλῷ διὰ τοῦ πηλοῦ προστιθεὶς τῷ λείποντι τόπῳ; διορθώσεως γὰρ ἕνεκεν τοῦ λείποντος μέρους φαίνεται τοῦτο πεποιηκέναι. εἰ δὲ πάλιν αὐτός ἐστιν ὁ κύριος ὁ τὸν Ἀδὰμ πλάσας καὶ αὐτὸς τὸν πρωτόπλαστον ἀπολλύει, τοὺς δὲ ἄλλους σῴζει, ὦ πολλή σου ματαιοφροσύνη, Τατιανέ. ἀδυναμίαν γὰρ τῷ κυρίῳ κατὰ δύναμιν προσάπτεις τῷ μὴ δυναμένῳ τὸν πρωτόπλαστον αὐτοῦ, διὰ μίαν παρακοὴν ἐκβεβλημένον τοῦ παραδείσου καὶ παιδείας οὐ τῆς τυχούσης μετασχόντα, ἐν ἱδρῶτι καὶ καμάτῳ διατετελεκότα καὶ κατέναντι τοῦ παραδείσου κατῳκηκότα, ὅπως μνημονεύοι τῆς ἀγαθῆς *, διὰ τῆς εἰς μνήμην μετανοίας σῴζειν· ἢ * δυναμένῳ μέν, μὴ ἐλεοῦντι δέ. δι' ἣν τοίνυν αἰτίαν ἄχρι τῶν καταχθονίων Χριστὸς κατῆλθεν, τίνι τῷ λόγῳ τὸ τριήμερον κοιμηθεὶς πεπονθὼς ἀνέστη; πῶς δὲ πληροῦται τό «ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ»; ποίων δὲ ζώντων καὶ νεκρῶν ἀλλ' ἢ τῶν χρῃζόντων τῆς αὐτοῦ ἄνω καὶ κάτω ἐπικουρίας; πῶς δὲ ἔσται τὰ ἀπὸ τοῦ φυράματος ἅγια, εἰ αὐτὸ τὸ φύραμα οὐκ ἔστιν ἅγιον, ὡς καὶ παρὰ τῷ ἁγίῳ ἀποστόλῳ ἐμφέρεται; φάσκει γὰρ καὶ περὶ Εὔας ὁ αὐτὸς ἀπόστολος ὅτι «σωθήσεται διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ δικαιοσύνῃ». 4. Καὶ πολλὰ ἔστι περὶ τούτων λέγειν, ὡς παντί τῳ σύνεσιν κεκτημένῳ φανήσεται ἡ πρόχειρος βλασφημία καὶ ἐσκοτωμένη διάνοια τοῦ Τατιανοῦ καὶ τῶν ἀπ' αὐτοῦ Τατιανῶν καλουμένων. περὶ ὧν συντόμως διεξελθόντες τὰ κατ' αὐτοὺς βλαβερὰ καὶ κωνώπων δίκην 2.208 δήγματα, ἐλαίου ἰκμάδα τῆς τοῦ κυρίου διδασκαλίας τοῖς δεδηγμένοις ὑπὸ τῶν Τατιανοῦ λόγων ἐπιθέμενοι ἰασάμεθα διὰ τῆς τοῦ κυρίου ἀληθείας καὶ δυνάμεως, αὐτοῦ λέγοντος ὅτι «οὐκ ἦλθον εἰ μὴ διὰ τὸ πρόβατον τὸ πεπλανημένον οἴκου Ἰσραήλ». διὸ καὶ ἐν παραβολαῖς ἔλεγεν ὅτι ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, ὃν δὴ καὶ λῃσταῖς περιπεσεῖν διηγεῖτο, ἵνα δείξῃ τὸ πρόβατον καὶ τὸν ἀπὸ Ἱερουσαλὴμ καταβεβηκότα, τὸν ἀπὸ τῆς δόξης τῆς μείζονος εἰς ἐλάττωσιν κατενεχθέντα καὶ τὸν ἀπὸ τῆς μιᾶς ἐντολῆς τοῦ ἰδίου ποιμένος ἀποσπασθέντα καὶ πεπλανημένον. ὅθεν καὶ τὸν ἅγιον Ἀδὰμ τὸν πατέρα ἡμῶν ἐν ζῶσι πεπιστεύκαμεν· δι' ὃν καὶ τοὺς ἀπ' αὐτοῦ ἡμᾶς πάντας Χριστὸς ἦλθεν, τοῖς μὲν πάλαι αὐτὸν γινώσκουσι καὶ μὴ πλανηθεῖσιν ἀπὸ τῆς αὐτοῦ θεότητος ἕνεκεν δὲ σφαλμάτων ἐν Ἅιδῃ κατεσχημένοις ἀμνηστίαν χαρίσασθαι, τοῖς μὲν ἔτι ἐν κόσμῳ διὰ μετανοίας, τοῖς δὲ ἐν Ἅιδῃ δι' ἐλέους καὶ σωτηρίας. 5. ∆ιὸ καὶ θαυμάσαι ἔστι τὸν εἰδότα, ὡς καὶ ἐν βίβλοις ηὑρήκαμεν, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν τῷ Γολγοθᾷ ἐσταυρῶσθαι. οὐκ ἄλλῃ που ἀλλ' ἢ ἔνθα ἔκειτο τὸ τοῦ Ἀδὰμ σῶμα. ἐξελθὼν γὰρ ἐκ τοῦ παραδείσου καὶ κατῳκηκὼς κατέναντι αὐτοῦ πολλῷ τῷ χρόνῳ καὶ διὰ πολλῶν τῶν ἡμερῶν διελθὼν ὕστερον ἦλθε καὶ ἐν τῷ τόπῳ 2.209 τούτῳ, Ἱεροσολύμων δέ φημι, τὸ χρεὼν ἀποδεδωκὼς καὶ ἐκεῖσε ἐτάφη ἐν τῷ τόπῳ τῷ Γολγοθᾷ. ὅθεν εἰκότως τὸ ἐπώνυμον ὁ τόπος ἔσχε, Κρανίου ἑρμηνευόμενος τόπος, ἧς ὀνομασίας τὸ σχῆμα τοῦ τόπου ἐμφέρειάν τινα οὐχ ὑποδείκνυσιν. οὔτε γὰρ ἐν ἄκρᾳ τινὶ κεῖται, ἵνα κρανίον τοῦτο ἑρμηνεύηται, ὡς ὁ ἐπὶ σώματος κεφαλῆς τόπος λέγεται, οὔτε ἐπὶ σκοπιᾶς. καὶ γὰρ οὔτε ἐν ὕψει κεῖται παρὰ τοὺς ἄλλους τόπους· ἄντικρυς γάρ ἐστι τὸ τοῦ Ἐλαιῶνος ὄρος ὑψηλότερον καὶ ἀπὸ σημείων ὀκτὼ ἡ Γαβαὼν ὑψηλοτάτη, ἀλλὰ καὶ ἡ ἄκρα ἡ ποτὲ ὑπάρχουσα ἐν Σιών, νῦν δὲ τμηθεῖσα, καὶ αὐτὴ ὑψηλοτέρα ὑπῆρχεν τοῦ τόπου. πόθεν οὖν ἡ ἐπωνυμία τοῦ Κρανίου, ἀλλ' ἐπειδὴ τοῦ πρωτοπλάστου ἀνθρώπου