Quod unus sit Christus ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΟΤΙ ΕΙΣ Ο ΧΡΙΣΤΟΣ

 ὢν φύσει καὶ σύνεδρος τῷ Πατρί. {Β} Ἔφης μὲν ὀρθῶς. {Α} Κατακεκράξεται δ' οὖν τῆς ἐν ἀμφοῖν ἀμαθίας ἡ θεόπνευστος Γραφὴ πρεσβεύουσα τἀληθές, καὶ τὸν μ

 καὶ ἐξεστηκότος εὑρέματα νοῦ, καὶ ἕτερον οὐδέν. Οἴονται γάρ, ὡς ἔοικεν, ὡς ἐξ ἀφύκτου τε καὶ ἀναγκαίου λόγου, τροπῆς τε καὶ ἀλλοιώσεως σημαντικὸν εἶνα

 Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε. Καὶ πάλιν· Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Γενέσθαι δ

 παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θ

 ἐκ γυναικὸς κατὰ σάρκα γέννησιν. Τίνα γὰρ τρόπον ζωοποιήσειεν ἂν <ἡμᾶς> τὸ σῶμα αὐτοῦ εἰ μή ἐστιν ἴδιον αὐτοῦ ὅς ἐστι ζωή; Πῶς τὸ αἷμα Ἰησοῦ καθαρίζει

 θελήματος ἀνδρός, ἀλλ' ἐκ Θεοῦ διὰ Πνεύματος τὴν νοητὴν ἔχοντες ἀναγέννησιν, καὶ τὴν πρός γε τὸν φύσει καὶ ἀληθῶς Υἱὸν συμμορφίαν πνευματικήν, Πατέρα

 τεκοῦσαν αὐτόν, κατά γέ φημι τὴν σάρκα; {Β} Ναί, φασίν. Ἔοικε γὰρ καταμόνας τῷ ἐκ γυναικὸς καὶ ἐκ σπέρματος τοῦ ∆αυεὶδ τὸ Χριστὸς ὄνομα, διὰ τὸ κεχρῖσ

 δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Σύνες οὖν ὅπως καὶ Θεὸν εἰπὼν καὶ

 ἀτιμάζει τὴν οἰκονομίαν, ἣν καὶ αὐτὸς ἐπῄνεσεν ὁ Πατήρ, εἴπερ ἐστὶν ἀληθῆ τὰ διὰ τῆς τοῦ Παύλου φωνῆς. Ποτὲ μὲν γὰρ ἔφη· Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡ

 μεμέστωται; Τὸ γάρ τοι δοτὸν καὶ εἰσκεκριμένον ἀπόβλητον εἴη ἄν, καὶ τὸ θύραθεν πορισθὲν οὐκ ἀνύποπτον ἔχει τὴν ζημίαν. Καὶ σιωπῶ τὸ δύσφημον ἔτι καὶ

 ἐπιτάσει πολλῇ τὴν συνάφειαν ἔχει. {Β} Ἔοικεν. {Α} Ἀνθότου δὲ δὴ παρέντες τὴν ἕνωσιν, καίτοι φωνὴν οὖσαν εὐτριβῆ παρ' ἡμῖν αὐτοῖς, μᾶλλον δὲ καὶ ἐκ τῶ

 ἐλεύθερος φύσει. Ταύτῃτοι κεχώρηκε καὶ εἰς ἡμᾶς τὸ ἀξίωμα. Κεκλήμεθα γὰρ καὶ ἡμεῖς υἱοὶ Θεοῦ, ἐπεγραψάμεθά τε Πατέρα τὸν ἰδικῶς αὐτοῦ. Γέγονε γὰρ καὶ

 ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. {Α} Ὀρθῶς ἔφης. Ἤδει γάρ, ᾔδει σαφῶς, τὰ ἐξ ὧν ὁ εἷς ἐστι καὶ θεωρίᾳ μόνῃ ληπ

 τοῦ Θεοῦ καὶ Πατρός. Χάριτι γὰρ καὶ ἡμεῖς υἱοὶ καὶ θεοί. Ἐνηνέγμεθα δὲ πάντως εἰς ταύτην τὴν ὑπερφυᾶ καὶ τεθαυμασμένην ἀξίαν, ὡς ἔναυλον ἔχοντες τὸν μ

 τε καὶ Ἐξουσίας, καὶ παντὸς ὀνόματος ὀνομαζομένου; Ἄθρει δὲ ὅπως ὁ Κύριος λέγων· Εἰ οὖν ∆αυεὶδ ἐν Πνεύματι Κύριον ὀνομάζει, πῶς υἱὸς αὐτοῦ ἐστι; φρονε

 γὰρ ὄντι καὶ ἐκ Θεοῦ κατὰ φύσιν τῷ Μονογενεῖ, πῶς ἂν γένοιτο δοτὸν ὅπερ ἔχει; {Α} Οὐκοῦν, εἰ μὴ ἐπ' αὐτοῦ τέθειται τὸ λαβεῖν, βασανιζέσθω λεπτῶς ἐξ ὧν

 λέγοντος· Μὴ φοβοῦ, Μαριάμ. Ἰδοὺ γὰρ συλλήψῃ ἐν γαστρί, καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρ

 ἄνθρωπος. Οἳ δὲ τὴν οὕτω σεπτὴν καὶ τεθαυμασμένην οἰκονομίαν 745 ἀποφέροντες, οὐκ οἶδ' ὅπως, τοῦ Μονογενοῦς, ἄνθρωπον αὐτῷ συνάπτουσι σχετικῶς, τιμαῖς

 συνάφειαν τὸν ἐκ σπέρματος τοῦ ∆αυείδ. {Α} Ἀλλ' εἰ μή ἐστιν αὐτὸς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος ὁ καὶ κατὰ σάρκα ἐκ γυναικός, ἀλλ' ἕτερος μεθ' ἑτέρου, πῶς ἂν

 παντὸς αἰῶνος ὡς Θεός. Αὐτοῦ τοιγαροῦν καὶ τὸ πρόσφατον ἀνθρωπίνως καὶ τὸ ἀΐδιον θεϊκῶς. Ταύτῃ τοι καὶ ὁ πανάριστος Πέτρος, οὐ γυμνὸν οὐδὲ ἄσαρκον κατ

 ἐπιφωνείτω τις τοῖς διεναντίας, 750 τί παραβιάζεσθε τἀληθές, καὶ τῶν θείων δογμάτων τὴν δύναμιν παρευθύνοντες, ἔξω φέρεσθε τρίβου τῆς βασιλικῆς; Γέγον

 αὐτῷ τὰ ἀνθρώπινα, μὴ ἄρα πως ἀδικοῖτο δι' αὐτῶν, καὶ κατακομίζοιτο πρὸς τὸ δυσκλεές. Ταύτῃ τοι διατείνονται λαβεῖν αὐτὸν ἄνθρωπον, ἑαυτῷ τε τοῦτον συ

 οἰκειούμενος, καὶ ἦν ἄηθές τε καὶ ξένον ἐν Χριστῷ τὸ παράδοξον, ἐν οἰκετικῇ μορφῇ κυριότης, ἐν ἀνθρωπίνῃ σμικροπρεπείᾳ δόξα θεοπρεπής, καὶ βασιλείας α

 ἀνθρωπότητος χρῆσθαι μέτροις, καὶ ἀνατεῖναι λιτήν, καὶ καταστάξαι δάκρυον, καὶ δοκεῖν ἤδη πως καὶ δεῖσθαι τοῦ σώζοντος, καὶ μανθάνειν τὴν ὑπακοήν, καί

 {Α} Ἐπειδὴ γὰρ γεγόναμεν ἐπάρατοι διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, πεπτώκαμεν δὲ καὶ ὑπὸ θανάτου πάγην, ἐγκαταλειφθέντες ὑπὸ Θεοῦ, πάντα δὲ γέγονεν ἐν Χριστ

 οὕτω πάλιν αὐτοῦ κατ' οἰκείωσιν οἰκονομικὴν καὶ κατά γε τὸν τῆς <ἑνώσεως> τρόπον, τὰς τῆς σαρκὸς ἀσθενείας. Ὡμοιώθη γὰρ κατὰ πάντα τοῖς ἀδελφοῖς, δίχα

 τὸ μὴ δύνασθαί τινας καθικνεῖσθαι τοῦ βάθους τῶν ἱερῶν Γραμμάτων. Ὁ γάρ τοι σοφὸς εὐαγγελιστής, σάρκα γεγονότα προεισενεγκὼν τὸν Λόγον, δείκνυσιν αὐτὸ

 κατακερτομοῦντες ἔφασκον· Οὐχ οὗτός ἐστιν <Ἰησοῦς> ὁ τοῦ τέκτονος υἱός; Πῶς νῦν λέγει Ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; Ἀόρατον μὲν γὰρ τῇ φύσει τὸ θεῖον

 ἐστεφανωμένον. Ἔπρεπε γὰρ αὐτῷ δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελ

 Κυριότητες, εἴτε Ἀρχαί, εἴτε Ἐξουσίαι, τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται. Καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε, καὶ αὐτός

 διδόντος τοῦ τρόπου τῆς οἰκονομίας ἀνεγκλήτως αὐτῷ καὶ τὸ σαρκὶ μὲν ἑλέσθαι παθεῖν, θεότητι δὲ μὴ παθεῖνἦν γὰρ <ὁ αὐτὸς> Θεός τε ὁμοῦ καὶ ἄνθρωποςπερι

 καὶ ἕτερα, καὶ οὐκ ἀγεννῆ συναγόρευσιν τὴν ὑπέρ γε τῶν ἱερῶν δογμάτων καθάπερ τινὰ παντευχίαν ἀναλαβών, ἀνταναστήσω τὸ ἀληθὲς τοῖς φρονοῦσι τὰ διεστρα

 δεδόσθαι λέγειν αὐτῷ παρὰ τοῦ Πατρός, ἵνα καὶ ἐν ἀνθρωπότητι νοῆται Θεὸς καὶ ἐν ὑπερτάτοις ὑψώμασιν ὁ τὴν καθ' ἡμᾶς ταπείνωσιν ἀνατλάς, ἵνα μὴ νέος κα

 ἀλλὰ τὸ τοῦ Πατρός; Ἆρ' οὖν οἰήσαιτ' ἄν τις τῶν ἐν ἡμῖν τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἡμερότητος ἰέναι κατόπιν τὸν ἐξ αὐτοῦ φύντα Υἱόν, καὶ εἶναι μὲν ἀγαθὸν

 εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, καὶ οὐ δήπου φαῖεν ἂν ὡς εἰς ἕτερον ὄντα καὶ ἰδικῶς Υἱὸν τὸν ἐκ σπέρματος τοῦ ∆αυεὶδ βεβαπτίσμεθα. Ἐπειδὴ δὲ Θεὸς

 Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν, ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστί, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί. {Β} Τίνα τρόπο

 μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ 777 τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Συνίεμεν τοίνυν ἡμεῖς, φασίν, ὡς ἔστι μᾶλλον οὐ τοῦ

ἐλεύθερος φύσει. Ταύτῃτοι κεχώρηκε καὶ εἰς ἡμᾶς τὸ ἀξίωμα. Κεκλήμεθα γὰρ καὶ ἡμεῖς υἱοὶ Θεοῦ, ἐπεγραψάμεθά τε Πατέρα τὸν ἰδικῶς αὐτοῦ. Γέγονε γὰρ καὶ αὐτοῦ τὰ ἀνθρώπινα. Οὐκοῦν, ἐν τῷ λέγεσθαι λαβεῖν αὐτὸν τὴν δούλου μορφὴν ὅλον ἐστὶ τῆς οἰκονομίας τῆς μετὰ σαρκὸς τὸ μυστήριον. Εἰ δὲ Υἱὸν ὁμολογοῦντες ἕνα καὶ Κύριον, τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, κοινωνὸν αὐτῷ τῆς υἱότητος καὶ μέντοι τῆς δόξης ἄνθρωπον ἁπλῶς συνῆφθαί φασι τὸν ἐκ σπέρματος τοῦ ∆αυείδ, ὥρα λέγειν ἡμᾶς τοῖς ὧδε φρονεῖν ᾑρημένοις, φιλαλλήλως ἐπιστυγνάζοντας· Τίς δώσει τῇ 735 κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τὸν λαὸν τοῦτον ἡμέρας καὶ νυκτός; Παρεκομίσθησαν γὰρ εἰς ἀδόκιμον νοῦν, τὸν ἀγοράσαντα αὐτοὺς ∆εσπότην ἀρνούμενοι. ∆υὰς γὰρ ἡμῖν υἱῶν ἀνισοφυὴς ἀναφαίνεται, καὶ δόξῃ θεοπρεπεῖ στεφανοῦται τὸ δοῦλον, καὶ ἰσομέτροις ὑπεροχαῖς ἐκλαμπρύνεται νόθος τις υἱὸς τῷ κατὰ φύσιν καὶ ἀληθῶς, καίτοι Θεοῦ λέγοντος ἐναργῶς· Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω. Πῶς γὰρ οὐχ ἕτερος ἰδικῶς παρὰ τὸν φύσει τε καὶ ἀληθῶς Υἱόν, ὁ ψιλῇ τε καὶ μόνῃ συναφείᾳ τετιμημένος, καὶ ἐν ὑπηρέτου τάξει ληφθείς, καὶ ἀξιωθεὶς υἱότητος καθὰ καὶ ἡμεῖς αὐτοί, καὶ τῆς παρ' ἑτέρου δόξης μετεσχηκώς, δόσει τε καὶ χάριτι πρὸς τοῦτο ἱγμένος; {Β} Οὐ διαιρετέον οὖν εἰς ἄνθρωπον ἰδικῶς καὶ εἰς Θεὸν Λόγον τὸν Ἐμμανουήλ; {Α} Ἥκιστά γε. Χρῆναι δέ φημι Θεὸν ἐνηνθρωπηκότα λέγειν αὐτόν, εἶναί τε κατὰ ταὐτὸν τοῦτό τε κἀκεῖνο. Οὔτε γὰρ ἀποπεφοίτηκε τοῦ εἶναι Θεὸς γενόμενος ἄνθρωπος, οὔτε μὴν ἀπαράδεκτον ἔχει τὴν οἰκονομίαν, τὸ τῆς κενώσεως ἀτιμάσας μέτρον. {Β} Ἦν οὖν ἄρα, φασίν, ὁμοούσιον τῷ Λόγῳ τὸ σῶμα αὐτοῦ. Νοηθείη γὰρ ἂν ὧδε καὶ οὐχ ἑτέρως εἷς καὶ μόνος Υἱός. {Α} Καίτοι πῶς οὐ λῆρος ἤδη ταυτὶ καὶ νοῦ παραπαίοντος ἀπόδειξις ἐναργής; Πῶς γὰρ ἐν οὐσίας ταυτότητι κατίδοι τις ἂν τὰ τοῖς τῆς φύσεως λόγοις τοσοῦτον ἀλλήλων διῳκισμένα; Ἕτερον γάρ τι θεότης, καὶ ἕτερον ἀνθρωπότης. Ἐπεὶ τίνων φαμὲν γενέσθαι τὴν ἕνωσιν; Οὐ γὰρ ἓν τῷ ἀριθμῷ φαίη τις ἂν εἶναι τὰ ἑνούμενα, ἀλλ' ἢ δύο τυχὸν ἢ καὶ τούτου πέρα. {Β} ∆ιαιρετέον οὖν ἄρα φασὶ τὰ ὠνομασμένα. {Α} Οὐ διαιρετέον, ὡς ἔφην, εἰς ἰδικὴν ἑτερότητα, τὴν κατά γε τὸ ἀπ' ἀλλήλων εἶναι καὶ ἀναμέρος. Συγκομιστέον δὲ μᾶλλον εἰς ἕνωσιν ἀδιάτμητον. Γέγονε γὰρ σὰρξ ὁ Λόγος, κατὰ τὴν Ἰωάννου φωνήν. {Β} Ἄρ' οὖν συγκέχυνται καὶ μία γεγόνασιν ἄμφω φύσεις. {Α} Εἶτα τίς οὕτως ἐμβρόντητός τε καὶ ἀμαθὴς εἴη ἂν ὡς ἢ τὴν θείαν οἴεσθαι τοῦ Λόγου τετράφθαι φύσιν εἰς ὅπερ οὐκ ἦν, ἢ μεταχωρῆσαι τὴν σάρκα, κατά γε τὸν τῆς ἀλλοιώσεως τρόπον, εἰς τὴν αὐτοῦ τοῦ Λόγου; Ἀμήχανον γάρ. Ἕνα γε μὴν Υἱὸν καὶ μίαν αὐτοῦ φύσιν εἶναί φαμεν, κἂν εἰ ἐν προσλήψει νοοῖτο γενέσθαι σαρκός, ψυχὴν ἐχούσης τὴν νοεράν. Αὐτοῦ γάρ, ὡς ἔφην, γέγονε τὸ ἀνθρώπινον, 736 νοεῖται δὲ πρὸς ἡμῶν οὐχ ἑτέρως πλὴν ὅτι κατὰ τοῦτον αὐτὸν τὸν τρόπον Θεὸς ὁμοῦ τε καὶ ἄνθρωπος. {Β} Ἄρ' οὖν οὐ δύο φύσεις εἶεν ἄν, Θεοῦ καὶ ἀνθρώπου. {Α} Ἕτερον μέν τι καὶ ἕτερον θεότης καὶ ἀνθρωπότης, κατά γε τοὺς ἐνόντας ἑκατέρῳ λόγους. Ἀλλ' ἦν ἐν Χριστῷ ξένως τε καὶ ὑπὲρ νοῦν εἰς ἑνότητα συνδεδραμηκότα, συγχύσεως δίχα καὶ τροπῆς. Ἀπερινόητος δὲ παντελῶς ὁ τῆς ἑνώσεως τρόπος. {Β} Καὶ πῶς ἐκ δυοῖν, θεότητός τε καὶ ἀνθρωπότητος, εἷς ἂν νοοῖτο Χριστός; {Α} Οὐ καθ' ἕτερον οἶμαι τρόπον ἢ καθ' ὃν ἂν εἶεν τὰ ἀλλήλοις συνηγμένα πρὸς ἕνωσιν ἀδιάτμητον, καὶ τὴν ὑπὲρ νοῦν, ὡς ἔφην. {Β} Οἷον δὴ τί; {Α} Ἆρ' οὐχ ἕνα φαμὲν τὸν καθ' ἡμᾶς νοούμενον ἄνθρωπον, καὶ μίαν αὐτοῦ φύσιν, καίτοι τὸ μονοειδὲς οὐκ ἔχοντος, συντεθειμένου δὲ μᾶλλον ἐκ δυοῖν, ψυχῆς δὴ λέγω καὶ σώματος; {Β} Φαμέν. {Α} Μὴ ἀναμέρος τις ἀπολαβὼν τὴν σάρκα, διαστήσας δὲ αὐτῆς τὴν ἑνωθεῖσαν αὐτῇ ψυχήν, εἰς ἀνθρώπους δύο τὸν ἕνα κατατέμῃ, καὶ τὸν τῆς ὀρθότητος οὐ καταφθείρῃ λόγον; {Β} Καὶ μὴν ὁ πάνσοφος γράφει Παῦλος· Εἰ γὰρ καὶ ὁ