Quod unus sit Christus ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΟΤΙ ΕΙΣ Ο ΧΡΙΣΤΟΣ

 ὢν φύσει καὶ σύνεδρος τῷ Πατρί. {Β} Ἔφης μὲν ὀρθῶς. {Α} Κατακεκράξεται δ' οὖν τῆς ἐν ἀμφοῖν ἀμαθίας ἡ θεόπνευστος Γραφὴ πρεσβεύουσα τἀληθές, καὶ τὸν μ

 καὶ ἐξεστηκότος εὑρέματα νοῦ, καὶ ἕτερον οὐδέν. Οἴονται γάρ, ὡς ἔοικεν, ὡς ἐξ ἀφύκτου τε καὶ ἀναγκαίου λόγου, τροπῆς τε καὶ ἀλλοιώσεως σημαντικὸν εἶνα

 Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε. Καὶ πάλιν· Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Γενέσθαι δ

 παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θ

 ἐκ γυναικὸς κατὰ σάρκα γέννησιν. Τίνα γὰρ τρόπον ζωοποιήσειεν ἂν <ἡμᾶς> τὸ σῶμα αὐτοῦ εἰ μή ἐστιν ἴδιον αὐτοῦ ὅς ἐστι ζωή; Πῶς τὸ αἷμα Ἰησοῦ καθαρίζει

 θελήματος ἀνδρός, ἀλλ' ἐκ Θεοῦ διὰ Πνεύματος τὴν νοητὴν ἔχοντες ἀναγέννησιν, καὶ τὴν πρός γε τὸν φύσει καὶ ἀληθῶς Υἱὸν συμμορφίαν πνευματικήν, Πατέρα

 τεκοῦσαν αὐτόν, κατά γέ φημι τὴν σάρκα; {Β} Ναί, φασίν. Ἔοικε γὰρ καταμόνας τῷ ἐκ γυναικὸς καὶ ἐκ σπέρματος τοῦ ∆αυεὶδ τὸ Χριστὸς ὄνομα, διὰ τὸ κεχρῖσ

 δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Σύνες οὖν ὅπως καὶ Θεὸν εἰπὼν καὶ

 ἀτιμάζει τὴν οἰκονομίαν, ἣν καὶ αὐτὸς ἐπῄνεσεν ὁ Πατήρ, εἴπερ ἐστὶν ἀληθῆ τὰ διὰ τῆς τοῦ Παύλου φωνῆς. Ποτὲ μὲν γὰρ ἔφη· Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡ

 μεμέστωται; Τὸ γάρ τοι δοτὸν καὶ εἰσκεκριμένον ἀπόβλητον εἴη ἄν, καὶ τὸ θύραθεν πορισθὲν οὐκ ἀνύποπτον ἔχει τὴν ζημίαν. Καὶ σιωπῶ τὸ δύσφημον ἔτι καὶ

 ἐπιτάσει πολλῇ τὴν συνάφειαν ἔχει. {Β} Ἔοικεν. {Α} Ἀνθότου δὲ δὴ παρέντες τὴν ἕνωσιν, καίτοι φωνὴν οὖσαν εὐτριβῆ παρ' ἡμῖν αὐτοῖς, μᾶλλον δὲ καὶ ἐκ τῶ

 ἐλεύθερος φύσει. Ταύτῃτοι κεχώρηκε καὶ εἰς ἡμᾶς τὸ ἀξίωμα. Κεκλήμεθα γὰρ καὶ ἡμεῖς υἱοὶ Θεοῦ, ἐπεγραψάμεθά τε Πατέρα τὸν ἰδικῶς αὐτοῦ. Γέγονε γὰρ καὶ

 ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. {Α} Ὀρθῶς ἔφης. Ἤδει γάρ, ᾔδει σαφῶς, τὰ ἐξ ὧν ὁ εἷς ἐστι καὶ θεωρίᾳ μόνῃ ληπ

 τοῦ Θεοῦ καὶ Πατρός. Χάριτι γὰρ καὶ ἡμεῖς υἱοὶ καὶ θεοί. Ἐνηνέγμεθα δὲ πάντως εἰς ταύτην τὴν ὑπερφυᾶ καὶ τεθαυμασμένην ἀξίαν, ὡς ἔναυλον ἔχοντες τὸν μ

 τε καὶ Ἐξουσίας, καὶ παντὸς ὀνόματος ὀνομαζομένου; Ἄθρει δὲ ὅπως ὁ Κύριος λέγων· Εἰ οὖν ∆αυεὶδ ἐν Πνεύματι Κύριον ὀνομάζει, πῶς υἱὸς αὐτοῦ ἐστι; φρονε

 γὰρ ὄντι καὶ ἐκ Θεοῦ κατὰ φύσιν τῷ Μονογενεῖ, πῶς ἂν γένοιτο δοτὸν ὅπερ ἔχει; {Α} Οὐκοῦν, εἰ μὴ ἐπ' αὐτοῦ τέθειται τὸ λαβεῖν, βασανιζέσθω λεπτῶς ἐξ ὧν

 λέγοντος· Μὴ φοβοῦ, Μαριάμ. Ἰδοὺ γὰρ συλλήψῃ ἐν γαστρί, καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρ

 ἄνθρωπος. Οἳ δὲ τὴν οὕτω σεπτὴν καὶ τεθαυμασμένην οἰκονομίαν 745 ἀποφέροντες, οὐκ οἶδ' ὅπως, τοῦ Μονογενοῦς, ἄνθρωπον αὐτῷ συνάπτουσι σχετικῶς, τιμαῖς

 συνάφειαν τὸν ἐκ σπέρματος τοῦ ∆αυείδ. {Α} Ἀλλ' εἰ μή ἐστιν αὐτὸς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος ὁ καὶ κατὰ σάρκα ἐκ γυναικός, ἀλλ' ἕτερος μεθ' ἑτέρου, πῶς ἂν

 παντὸς αἰῶνος ὡς Θεός. Αὐτοῦ τοιγαροῦν καὶ τὸ πρόσφατον ἀνθρωπίνως καὶ τὸ ἀΐδιον θεϊκῶς. Ταύτῃ τοι καὶ ὁ πανάριστος Πέτρος, οὐ γυμνὸν οὐδὲ ἄσαρκον κατ

 ἐπιφωνείτω τις τοῖς διεναντίας, 750 τί παραβιάζεσθε τἀληθές, καὶ τῶν θείων δογμάτων τὴν δύναμιν παρευθύνοντες, ἔξω φέρεσθε τρίβου τῆς βασιλικῆς; Γέγον

 αὐτῷ τὰ ἀνθρώπινα, μὴ ἄρα πως ἀδικοῖτο δι' αὐτῶν, καὶ κατακομίζοιτο πρὸς τὸ δυσκλεές. Ταύτῃ τοι διατείνονται λαβεῖν αὐτὸν ἄνθρωπον, ἑαυτῷ τε τοῦτον συ

 οἰκειούμενος, καὶ ἦν ἄηθές τε καὶ ξένον ἐν Χριστῷ τὸ παράδοξον, ἐν οἰκετικῇ μορφῇ κυριότης, ἐν ἀνθρωπίνῃ σμικροπρεπείᾳ δόξα θεοπρεπής, καὶ βασιλείας α

 ἀνθρωπότητος χρῆσθαι μέτροις, καὶ ἀνατεῖναι λιτήν, καὶ καταστάξαι δάκρυον, καὶ δοκεῖν ἤδη πως καὶ δεῖσθαι τοῦ σώζοντος, καὶ μανθάνειν τὴν ὑπακοήν, καί

 {Α} Ἐπειδὴ γὰρ γεγόναμεν ἐπάρατοι διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, πεπτώκαμεν δὲ καὶ ὑπὸ θανάτου πάγην, ἐγκαταλειφθέντες ὑπὸ Θεοῦ, πάντα δὲ γέγονεν ἐν Χριστ

 οὕτω πάλιν αὐτοῦ κατ' οἰκείωσιν οἰκονομικὴν καὶ κατά γε τὸν τῆς <ἑνώσεως> τρόπον, τὰς τῆς σαρκὸς ἀσθενείας. Ὡμοιώθη γὰρ κατὰ πάντα τοῖς ἀδελφοῖς, δίχα

 τὸ μὴ δύνασθαί τινας καθικνεῖσθαι τοῦ βάθους τῶν ἱερῶν Γραμμάτων. Ὁ γάρ τοι σοφὸς εὐαγγελιστής, σάρκα γεγονότα προεισενεγκὼν τὸν Λόγον, δείκνυσιν αὐτὸ

 κατακερτομοῦντες ἔφασκον· Οὐχ οὗτός ἐστιν <Ἰησοῦς> ὁ τοῦ τέκτονος υἱός; Πῶς νῦν λέγει Ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; Ἀόρατον μὲν γὰρ τῇ φύσει τὸ θεῖον

 ἐστεφανωμένον. Ἔπρεπε γὰρ αὐτῷ δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελ

 Κυριότητες, εἴτε Ἀρχαί, εἴτε Ἐξουσίαι, τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται. Καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε, καὶ αὐτός

 διδόντος τοῦ τρόπου τῆς οἰκονομίας ἀνεγκλήτως αὐτῷ καὶ τὸ σαρκὶ μὲν ἑλέσθαι παθεῖν, θεότητι δὲ μὴ παθεῖνἦν γὰρ <ὁ αὐτὸς> Θεός τε ὁμοῦ καὶ ἄνθρωποςπερι

 καὶ ἕτερα, καὶ οὐκ ἀγεννῆ συναγόρευσιν τὴν ὑπέρ γε τῶν ἱερῶν δογμάτων καθάπερ τινὰ παντευχίαν ἀναλαβών, ἀνταναστήσω τὸ ἀληθὲς τοῖς φρονοῦσι τὰ διεστρα

 δεδόσθαι λέγειν αὐτῷ παρὰ τοῦ Πατρός, ἵνα καὶ ἐν ἀνθρωπότητι νοῆται Θεὸς καὶ ἐν ὑπερτάτοις ὑψώμασιν ὁ τὴν καθ' ἡμᾶς ταπείνωσιν ἀνατλάς, ἵνα μὴ νέος κα

 ἀλλὰ τὸ τοῦ Πατρός; Ἆρ' οὖν οἰήσαιτ' ἄν τις τῶν ἐν ἡμῖν τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἡμερότητος ἰέναι κατόπιν τὸν ἐξ αὐτοῦ φύντα Υἱόν, καὶ εἶναι μὲν ἀγαθὸν

 εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, καὶ οὐ δήπου φαῖεν ἂν ὡς εἰς ἕτερον ὄντα καὶ ἰδικῶς Υἱὸν τὸν ἐκ σπέρματος τοῦ ∆αυεὶδ βεβαπτίσμεθα. Ἐπειδὴ δὲ Θεὸς

 Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν, ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστί, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί. {Β} Τίνα τρόπο

 μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ 777 τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Συνίεμεν τοίνυν ἡμεῖς, φασίν, ὡς ἔστι μᾶλλον οὐ τοῦ

θελήματος ἀνδρός, ἀλλ' ἐκ Θεοῦ διὰ Πνεύματος τὴν νοητὴν ἔχοντες ἀναγέννησιν, καὶ τὴν πρός γε τὸν φύσει καὶ ἀληθῶς Υἱὸν συμμορφίαν πνευματικήν, Πατέρα καλῶμεν τὸν Θεόν, οὕτω τε ἄφθαρτοι διαμένωμεν, ὡς οὐκ ἔτι πατέρα τὸν πρῶτον ἔχοντες, τουτέστιν Ἀδάμ, ἐν ᾧ καὶ ἐφθάρμεθα. Καὶ γοῦν ἔφη Χριστὸς πῆ μὲν ὅτι Καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς, εἷς γάρ ἐστιν ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Πῆ δὴ δέ, ὡς ἐν τοῖς καθ' ἡμᾶς διὰ τοῦτο καθιγμένος ἵν' ἡμᾶς ἀγάγῃ πρὸς τὸ ἴδιον αὐτοῦ καὶ θεοπρεπὲς ἀξίωμα· Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Αὐτοῦ μὲν γὰρ φύσει Πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς, ἡμῶν δὲ Θεός. Ἐπειδὴ δὲ ὁ φύσει καὶ ἀληθῶς Υἱὸς γέγονε καθ' ἡμᾶς, Θεὸν ἐσχηκέναι φησὶν αὐτόν, κατά 725 γε τὸν τῇ κενώσει πρέποντα λόγον. ∆έδωκε δὲ καὶ ἡμῖν τὸν ἑαυτοῦ Πατέρα. Γέγραπται γὰρ ὅτι Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ. Εἰ δὲ ἀναιρήσομεν ἀμαθῶς τὸ ἐν ἀποτέξει γενέσθαι τῇ καθ' ἡμᾶς τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, τὸν ἐν πᾶσι πρωτεύοντα, κατὰ τὴν τοῦ σοφωτάτου Παύλου φωνήν, πρὸς τίνα λοιπὸν μορφούμενοι γεννητοὶ Θεοῦ διὰ Πνεύματος χρηματιοῦμεν ἡμεῖς; Τίνα τοῦ πράγματος λαβόντες τὴν ἀπαρχήν, ἢ καὶ τίνος ὅλως εἰς ἡμᾶς πέμποντος τὸ ἀξίωμα; {Β} Φαῖεν ἄν, ὥς γε οἴμαι, καὶ αὐτοί· Τοῦ ἐνανθρωπήσαντος Λόγου. {Α} Εἶτα πῶς ἔσται τοῦτο ἀληθὲς εἰ μὴ αὐτὸς γέγονε σάρξ, τουτέστιν ἄνθρωπος, ἴδιον ποιησάμενος σῶμα τὸ ἀνθρώπινον καθ' ἕνωσιν ἀδιάσπαστον, ἵνα καὶ αὐτοῦ νοῆται καὶ οὐχ ἑτέρου τινός; Πέμψει γὰρ οὕτω καὶ εἰς ἡμᾶς τῆς υἱοθεσίας τὴν χάριν, καὶ γεννητοὶ Πνεύματος ἐσόμεθα καὶ ἡμεῖς ἅτε δὴ τῆς ἀνθρώπου φύσεως ἐν αὐτῷ καὶ πρώτῳ λαχούσης τοῦτο. Καί μοι δοκεῖ τοιοῦτόν τι καθ' ἑαυτὸν ἐννενοηκὼς φάναι που καὶ μάλα ὀρθῶς ὁ θεσπέσιος Παῦλος· Ὥσπερ γὰρ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου, καὶ τὸν μὲν πρῶτον ἄνθρωπον ἐκ γῆς χοϊκόν, τὸν δὲ δεύτερον ἐξ οὐρανοῦ, ἀλλ' οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. Χοϊκοὶ γάρ ἐσμεν ὡς ἐκ χοϊκοῦ τοῦ Ἀδὰμ παρεμπεσούσης εἰς ἡμᾶς τῆς ἀρᾶς τῆς φθορᾶς, δι' ἧς καὶ ὁ τῆς ἁμαρτίας εἰσέδυ νόμος, ὁ ἐν τοῖς μέλεσι τοῖς τῆς σαρκός. Ἐπουράνιοι δὲ γεγόναμεν ὡς ἐν Χριστῷ λαβόντες τὸ χρῆμα. Θεὸς γὰρ ὢν φύσει καὶ ἐκ Θεοῦ καὶ ἄνωθεν, καταπεφοίτηκεν ἐν τοῖς καθ' ἡμᾶς ἀσυνήθως τε καὶ ξένως, γεννητὸς κατὰ σάρκα γεγονὼς τοῦ Πνεύματος, ἵνα ἅγιοί τε καὶ ἄφθαρτοι καὶ ἡμεῖς κατ' αὐτὸν διαμείνωμεν ὡς ἐξ ἀρχῆς καὶ ῥίζης δευτέρας αὐτοῦ δηλονότι καταβαινούσης εἰς ἡμᾶς τῆς χάριτος. {Β} Ἄριστα ἔφης. {Α} Τίνα δὲ τρόπον καὶ ὡμοιῶσθαί φασιν αὐτὸν κατὰ πάντα τοῖς ἀδελφοῖς, τουτέστιν ἡμῖν; Ἢ καὶ τίς ὅλως νοοῖτο ἂν ὁ τὴν ὁμοίωσιν ὑπελθὼν εἰ μὴ κατὰ φύσιν ἕτερος ἦν καὶ οὐκ ἔν γε τοῖς καθ' ἡμᾶς; Τὸ γάρ τισιν ὁμοιούμενον εἶναί που πάντως ἀνάγκη διάφορον παρ' αὐτούς, καὶ οὐκ 726 ἐοικὸς αὐτοῖς, ἑτεροειδὲς δὲ μᾶλλον ἢ γοῦν ἑτεροφυές. Ἀνόμοιος τοίνυν ὑπάρχων ἡμῖν κατὰ φύσιν ὁ Μονογενής, ὡμοιῶσθαι λέγεται γεγονὼς καθ' ἡμᾶς, τουτέστιν ἄνθρωπος. Γένοιτο δ' ἂν τοῦτο καὶ μάλα ὀρθῶς καὶ μόνως <ὡς> ἐν ἀποτέξει τῇ καθ' ἡμᾶς εἰ καὶ παραδόξως ἐπ' αὐτοῦ. Θεὸς γὰρ ἦν ὁ σαρκούμενος. Ὁμολογείσθω γε μὴν ὡς ἐψύχωτο νοερῶς τὸ ἑνωθὲν αὐτῷ σῶμα. Οὐ γάρ τοι τὸ κρεῖττον τῶν ἐν ἡμῖν ἀφείς, τουτέστι ψυχήν, μόνου πεποίηται φειδὼ γηΐνου σώματος, ἀλλ' ὁμοῦ ψυχῆς καὶ σώματος προενόησε σοφῶς, Θεὸς ὤν, ὁ Λόγος. {Β} Σύμφημι· φρονεῖς γὰρ ὀρθῶς. {Α} Οὐκοῦν εἰ λέγοιεν οἱ δι' ἐναντίας ἥκιστα μὲν θεοτόκον ὀνομάζεσθαι δεῖν τὴν ἁγίαν Παρθένον, Χριστοτόκον δὲ μᾶλλον, δυσφημοῦσιν ἀναφανδόν, καὶ τοῦ εἶναι Θεὸν καὶ Υἱὸν ἀληθῶς ἀποσοβοῦσι Χριστόν. Εἰ γὰρ εἶναι πιστεύουσι Θεὸν ἀληθῶς αὐτόν, ὡς καθ' ἡμᾶς γεγονότος τοῦ Μονογενοῦς, ἀνθότου καταπεφρίκασι θεοτόκον εἰπεῖν τὴν