Quod unus sit Christus ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΟΤΙ ΕΙΣ Ο ΧΡΙΣΤΟΣ

 ὢν φύσει καὶ σύνεδρος τῷ Πατρί. {Β} Ἔφης μὲν ὀρθῶς. {Α} Κατακεκράξεται δ' οὖν τῆς ἐν ἀμφοῖν ἀμαθίας ἡ θεόπνευστος Γραφὴ πρεσβεύουσα τἀληθές, καὶ τὸν μ

 καὶ ἐξεστηκότος εὑρέματα νοῦ, καὶ ἕτερον οὐδέν. Οἴονται γάρ, ὡς ἔοικεν, ὡς ἐξ ἀφύκτου τε καὶ ἀναγκαίου λόγου, τροπῆς τε καὶ ἀλλοιώσεως σημαντικὸν εἶνα

 Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε. Καὶ πάλιν· Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Γενέσθαι δ

 παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θ

 ἐκ γυναικὸς κατὰ σάρκα γέννησιν. Τίνα γὰρ τρόπον ζωοποιήσειεν ἂν <ἡμᾶς> τὸ σῶμα αὐτοῦ εἰ μή ἐστιν ἴδιον αὐτοῦ ὅς ἐστι ζωή; Πῶς τὸ αἷμα Ἰησοῦ καθαρίζει

 θελήματος ἀνδρός, ἀλλ' ἐκ Θεοῦ διὰ Πνεύματος τὴν νοητὴν ἔχοντες ἀναγέννησιν, καὶ τὴν πρός γε τὸν φύσει καὶ ἀληθῶς Υἱὸν συμμορφίαν πνευματικήν, Πατέρα

 τεκοῦσαν αὐτόν, κατά γέ φημι τὴν σάρκα; {Β} Ναί, φασίν. Ἔοικε γὰρ καταμόνας τῷ ἐκ γυναικὸς καὶ ἐκ σπέρματος τοῦ ∆αυεὶδ τὸ Χριστὸς ὄνομα, διὰ τὸ κεχρῖσ

 δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Σύνες οὖν ὅπως καὶ Θεὸν εἰπὼν καὶ

 ἀτιμάζει τὴν οἰκονομίαν, ἣν καὶ αὐτὸς ἐπῄνεσεν ὁ Πατήρ, εἴπερ ἐστὶν ἀληθῆ τὰ διὰ τῆς τοῦ Παύλου φωνῆς. Ποτὲ μὲν γὰρ ἔφη· Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡ

 μεμέστωται; Τὸ γάρ τοι δοτὸν καὶ εἰσκεκριμένον ἀπόβλητον εἴη ἄν, καὶ τὸ θύραθεν πορισθὲν οὐκ ἀνύποπτον ἔχει τὴν ζημίαν. Καὶ σιωπῶ τὸ δύσφημον ἔτι καὶ

 ἐπιτάσει πολλῇ τὴν συνάφειαν ἔχει. {Β} Ἔοικεν. {Α} Ἀνθότου δὲ δὴ παρέντες τὴν ἕνωσιν, καίτοι φωνὴν οὖσαν εὐτριβῆ παρ' ἡμῖν αὐτοῖς, μᾶλλον δὲ καὶ ἐκ τῶ

 ἐλεύθερος φύσει. Ταύτῃτοι κεχώρηκε καὶ εἰς ἡμᾶς τὸ ἀξίωμα. Κεκλήμεθα γὰρ καὶ ἡμεῖς υἱοὶ Θεοῦ, ἐπεγραψάμεθά τε Πατέρα τὸν ἰδικῶς αὐτοῦ. Γέγονε γὰρ καὶ

 ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. {Α} Ὀρθῶς ἔφης. Ἤδει γάρ, ᾔδει σαφῶς, τὰ ἐξ ὧν ὁ εἷς ἐστι καὶ θεωρίᾳ μόνῃ ληπ

 τοῦ Θεοῦ καὶ Πατρός. Χάριτι γὰρ καὶ ἡμεῖς υἱοὶ καὶ θεοί. Ἐνηνέγμεθα δὲ πάντως εἰς ταύτην τὴν ὑπερφυᾶ καὶ τεθαυμασμένην ἀξίαν, ὡς ἔναυλον ἔχοντες τὸν μ

 τε καὶ Ἐξουσίας, καὶ παντὸς ὀνόματος ὀνομαζομένου; Ἄθρει δὲ ὅπως ὁ Κύριος λέγων· Εἰ οὖν ∆αυεὶδ ἐν Πνεύματι Κύριον ὀνομάζει, πῶς υἱὸς αὐτοῦ ἐστι; φρονε

 γὰρ ὄντι καὶ ἐκ Θεοῦ κατὰ φύσιν τῷ Μονογενεῖ, πῶς ἂν γένοιτο δοτὸν ὅπερ ἔχει; {Α} Οὐκοῦν, εἰ μὴ ἐπ' αὐτοῦ τέθειται τὸ λαβεῖν, βασανιζέσθω λεπτῶς ἐξ ὧν

 λέγοντος· Μὴ φοβοῦ, Μαριάμ. Ἰδοὺ γὰρ συλλήψῃ ἐν γαστρί, καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρ

 ἄνθρωπος. Οἳ δὲ τὴν οὕτω σεπτὴν καὶ τεθαυμασμένην οἰκονομίαν 745 ἀποφέροντες, οὐκ οἶδ' ὅπως, τοῦ Μονογενοῦς, ἄνθρωπον αὐτῷ συνάπτουσι σχετικῶς, τιμαῖς

 συνάφειαν τὸν ἐκ σπέρματος τοῦ ∆αυείδ. {Α} Ἀλλ' εἰ μή ἐστιν αὐτὸς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος ὁ καὶ κατὰ σάρκα ἐκ γυναικός, ἀλλ' ἕτερος μεθ' ἑτέρου, πῶς ἂν

 παντὸς αἰῶνος ὡς Θεός. Αὐτοῦ τοιγαροῦν καὶ τὸ πρόσφατον ἀνθρωπίνως καὶ τὸ ἀΐδιον θεϊκῶς. Ταύτῃ τοι καὶ ὁ πανάριστος Πέτρος, οὐ γυμνὸν οὐδὲ ἄσαρκον κατ

 ἐπιφωνείτω τις τοῖς διεναντίας, 750 τί παραβιάζεσθε τἀληθές, καὶ τῶν θείων δογμάτων τὴν δύναμιν παρευθύνοντες, ἔξω φέρεσθε τρίβου τῆς βασιλικῆς; Γέγον

 αὐτῷ τὰ ἀνθρώπινα, μὴ ἄρα πως ἀδικοῖτο δι' αὐτῶν, καὶ κατακομίζοιτο πρὸς τὸ δυσκλεές. Ταύτῃ τοι διατείνονται λαβεῖν αὐτὸν ἄνθρωπον, ἑαυτῷ τε τοῦτον συ

 οἰκειούμενος, καὶ ἦν ἄηθές τε καὶ ξένον ἐν Χριστῷ τὸ παράδοξον, ἐν οἰκετικῇ μορφῇ κυριότης, ἐν ἀνθρωπίνῃ σμικροπρεπείᾳ δόξα θεοπρεπής, καὶ βασιλείας α

 ἀνθρωπότητος χρῆσθαι μέτροις, καὶ ἀνατεῖναι λιτήν, καὶ καταστάξαι δάκρυον, καὶ δοκεῖν ἤδη πως καὶ δεῖσθαι τοῦ σώζοντος, καὶ μανθάνειν τὴν ὑπακοήν, καί

 {Α} Ἐπειδὴ γὰρ γεγόναμεν ἐπάρατοι διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, πεπτώκαμεν δὲ καὶ ὑπὸ θανάτου πάγην, ἐγκαταλειφθέντες ὑπὸ Θεοῦ, πάντα δὲ γέγονεν ἐν Χριστ

 οὕτω πάλιν αὐτοῦ κατ' οἰκείωσιν οἰκονομικὴν καὶ κατά γε τὸν τῆς <ἑνώσεως> τρόπον, τὰς τῆς σαρκὸς ἀσθενείας. Ὡμοιώθη γὰρ κατὰ πάντα τοῖς ἀδελφοῖς, δίχα

 τὸ μὴ δύνασθαί τινας καθικνεῖσθαι τοῦ βάθους τῶν ἱερῶν Γραμμάτων. Ὁ γάρ τοι σοφὸς εὐαγγελιστής, σάρκα γεγονότα προεισενεγκὼν τὸν Λόγον, δείκνυσιν αὐτὸ

 κατακερτομοῦντες ἔφασκον· Οὐχ οὗτός ἐστιν <Ἰησοῦς> ὁ τοῦ τέκτονος υἱός; Πῶς νῦν λέγει Ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; Ἀόρατον μὲν γὰρ τῇ φύσει τὸ θεῖον

 ἐστεφανωμένον. Ἔπρεπε γὰρ αὐτῷ δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελ

 Κυριότητες, εἴτε Ἀρχαί, εἴτε Ἐξουσίαι, τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται. Καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε, καὶ αὐτός

 διδόντος τοῦ τρόπου τῆς οἰκονομίας ἀνεγκλήτως αὐτῷ καὶ τὸ σαρκὶ μὲν ἑλέσθαι παθεῖν, θεότητι δὲ μὴ παθεῖνἦν γὰρ <ὁ αὐτὸς> Θεός τε ὁμοῦ καὶ ἄνθρωποςπερι

 καὶ ἕτερα, καὶ οὐκ ἀγεννῆ συναγόρευσιν τὴν ὑπέρ γε τῶν ἱερῶν δογμάτων καθάπερ τινὰ παντευχίαν ἀναλαβών, ἀνταναστήσω τὸ ἀληθὲς τοῖς φρονοῦσι τὰ διεστρα

 δεδόσθαι λέγειν αὐτῷ παρὰ τοῦ Πατρός, ἵνα καὶ ἐν ἀνθρωπότητι νοῆται Θεὸς καὶ ἐν ὑπερτάτοις ὑψώμασιν ὁ τὴν καθ' ἡμᾶς ταπείνωσιν ἀνατλάς, ἵνα μὴ νέος κα

 ἀλλὰ τὸ τοῦ Πατρός; Ἆρ' οὖν οἰήσαιτ' ἄν τις τῶν ἐν ἡμῖν τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἡμερότητος ἰέναι κατόπιν τὸν ἐξ αὐτοῦ φύντα Υἱόν, καὶ εἶναι μὲν ἀγαθὸν

 εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, καὶ οὐ δήπου φαῖεν ἂν ὡς εἰς ἕτερον ὄντα καὶ ἰδικῶς Υἱὸν τὸν ἐκ σπέρματος τοῦ ∆αυεὶδ βεβαπτίσμεθα. Ἐπειδὴ δὲ Θεὸς

 Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν, ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστί, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί. {Β} Τίνα τρόπο

 μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ 777 τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Συνίεμεν τοίνυν ἡμεῖς, φασίν, ὡς ἔστι μᾶλλον οὐ τοῦ

ἀτιμάζει τὴν οἰκονομίαν, ἣν καὶ αὐτὸς ἐπῄνεσεν ὁ Πατήρ, εἴπερ ἐστὶν ἀληθῆ τὰ διὰ τῆς τοῦ Παύλου φωνῆς. Ποτὲ μὲν γὰρ ἔφη· Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ, ποτὲ δὲ πάλιν· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν ἁπάντων παρέδωκεν αὐτόν, ἵνα καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσηται. Ἆρ' οὖν οὐκ εὐθὺ σκοποῦ τῶν ἱερῶν Γραμμάτων ὁ πρὸς ἡμῶν εἶσι λόγος; {Β} Πῶς γὰρ οὔ; {Α} Εἰ δὲ δή, καθά φασιν οἱ δι' ἐναντίας καὶ φρονεῖν ἐγνώκασιν, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, λαβὼν ἄνθρωπον ἐκ 730 σπέρματος τοῦ θεσπεσίου ∆αυεὶδ καὶ Ἀβραάμ, πλασθῆναι μὲν ἐν τῇ ἁγίᾳ Παρθένῳ παρεσκεύασε, καὶ τοῦτον ἑαυτῷ συνῆψε, καὶ θανάτου πεποίηκεν εἰς πεῖραν ἐλθεῖν, καὶ μὴν καὶ ἐγείρας ἐκ νεκρῶν ἀνεκόμισεν εἰς τὸν οὐρανόν, καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, περιττῶς, ὡς ἔοικε, πρός τε τῶν ἁγίων πατέρων καὶ πρός γε ἡμῶν αὐτῶν καὶ ἁπάσης γε τῆς θεοπνεύστου Γραφῆς ἐνανθρωπῆσαι λέγεται. ∆ηλοῖ γάρ, οἶμαι, τουτὶ καὶ ἕτερον οὐδὲν ὁ πάνσοφος Ἰωάννης, γεγραφὼς ὅτι Ὁ Λόγος σὰρξ ἐγένετο. Ἀντέστραπται δέ, κατὰ τὸ εἰκός, πρὸς πᾶν τοὐναντίον τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον. Οὐ γὰρ ἔστιν ἰδεῖν ὡς Θεὸς ὢν φύσει καὶ ἐκ Θεοῦ πεφηνὼς ὁ Λόγος, καθῆκεν ἑαυτὸν εἰς κένωσιν, μορφὴν δούλου λαβών, καὶ τεταπείνωκεν ἑαυτόν, ἀλλ' ἔκ γε τῶν ἐναντίων, ἀνεκομίσθη μὲν ἄνθρωπος εἰς τὴν τῆς θεότητος δόξαν καὶ τὴν κατὰ πάντων ὑπεροχήν, ἔλαβε δὲ καὶ Θεοῦ μορφήν, καὶ ὑψώθη μᾶλλον, σύνθρονος γεγονὼς τῷ Πατρί. Ἦ οὐκ ἀληθὲς ὅ φημι; {Β} Παντάπασι μὲν οὖν. {Α} Εἰ δὲ ἀληθές, καθά φασι, καὶ ἀπηξίωσε τὴν οἰκονομίαν ὁ Μονογενής, ποίας ἔτι κατεφρόνησεν αἰσχύνης; Ποῦ δὲ γέγονεν ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ; Καὶ εἰ λαβὼν ἄνθρωπον, ἤγαγε μὲν καὶ εἰς πεῖραν αὐτὸν τοῦ θανάτου, ἀνακομίσας δὲ καὶ εἰς οὐρανούς, σύνεδρον ἀπέφηνε τῷ Πατρί, ποῖ δὴ ἄρα λοιπὸν ὁ αὐτοῦ φανεῖται θρόνος, εἴπερ οὐ δύο φασὶν υἱούς, ἕνα δὲ μᾶλλον τὸν συνεδρεύοντα, τὸν ἐκ σπέρματος δηλονότι ∆αυείδ τε καὶ Ἀβραάμ; Πῶς δ' ἂν καὶ αὐτὸς Σωτὴρ λέγοιτο γενέσθαι τοῦ κόσμου, καὶ οὐχὶ δὴ μᾶλλον ἀνθρώπου πρόξενος ἤτοι παρακομιστής, δι' οὗ καὶ σεσώσμεθα; Καὶ τέλος νόμου καὶ προφητῶν γέγονεν ἄνθρωπος ἕτερος ὢν παρ' αὐτόν. Λαλεῖ γὰρ ὁ νόμος τὸ Χριστοῦ μυστήριον, καὶ περὶ αὐτοῦ γέγραφεν ὁ Μωϋσῆς, ὃς καὶ γέγονεν ἡμῖν παιδαγωγὸς ἐπ' αὐτόν. Οἴχεται δέ που πρὸς τὸ μηδὲν ἡ πίστις, ἔρρει γὰρ †οπου δε† παντελῶς οὐδὲν τὸ σεπτὸν ἡμῶν μυστήριον. Ὃ δὴ καὶ ὁ πανάριστος Παῦλος διατρανοῖ λέγων· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι Χριστὸν καταγαγεῖν, ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν ἀναγαγεῖν [ἐκ νεκρῶν]. Ἀλλὰ τί λέγει ἡ Γραφή; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, τουτέστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν, ὅτι ἐὰν εἴπῃς ἐν τῷ στόματί σου, Κύριος Ἰησοῦς, 731 καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ. Πῶς οὖν ἔτι μέγα τε καὶ εὐκλεὲς καὶ ἐν ὑπερτάτῳ θαύματι τὸ τῆς εὐσεβείας μυστήριον, εἰ χρὴ πιστεύειν ὅτι, καθά φασιν οἱ διεστραμμένοι, ἄνθρωπος ληφθεὶς καὶ τῷ Θεῷ Λόγῳ σχετικῶς συνημμένος ἀπέθανέ τε καὶ ἀνεβίω καὶ ἀνεκομίσθη μὲν εἰς τὸν οὐρανόν; Ἄπιστον δὲ ἴσως φανεῖταί τισιν εἰ μὴ Θεὸς ὢν φύσει καὶ ἀληθῶς, τοῖς τῆς θεότητος ἐναβρύνεται θάκοις, ἐξωσθέντος τάχα που τοῦ κατὰ φύσιν Υἱοῦ, καὶ παρεστήκασι μὲν τάξιν ἔχοντες τὴν λειτουργικὴν ἄγγελοι καὶ ἀρχάγγελοι καὶ τὰ ἔτι τούτων ἐπέκεινα Σεραφίμ, οὐ τῷ κατὰ ἀλήθειαν Υἱῷ καὶ Θεῷ, ἀνθρώπῳ δὲ μᾶλλον, τὸ τῆς υἱότητος ὄνομα μεθεκτῶς καὶ εἰσκεκριμένως καὶ τρόπῳ τῷ καθ' ἡμᾶς πλουτήσαντι, καὶ τῆς οὕτω θεοπρεπεστάτης ἀξιωθέντι τιμῆς. Καταπεφρίκασι γὰρ ἥκιστά γε καὶ τοῦτο λέγοντες οἱ δι' ἐναντίας. Ἆρ' οὐ τῆς ἐσχάτης ἀνοσιότητός τε καὶ δυσσεβείας αὐτοῖς τὸ δόγμα