Homiliarum incertarum fragmenta

 προσλαβόντος τοῦ 464 Λόγου τὸ ἀνθρώπινον· ιδιον γὰρ ἐποιήσατο τὸ σῶμα τὸ ἐκ τῆς ἁγίας παρθένου, ιδιον δὲ ὡσανεὶ λέγοιτο τυχὸν καὶ ἡμῶν ἑκάστου τὸ αὐτο

 σπέρματος ̔Αβραὰμ ἐπελάβετο, Θεὸς ων ὁ Λόγος, καὶ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρός· τί τοίνυν συκοφαντοῦσι τὴν ἀλήθειαν; τί παραιτοῦνται τὸν Υἱὸν τοῦ ε

 μαθητής; ̔Ως ουν παρελάβετε τὸν Χριστὸν ̓Ιησοῦν Κύριον, ἐν αὐτῷ περιπατεῖτε. παρελάβομεν δὲ ζῶντα Θεὸν καὶ Κύριον ἀληθῶς τὸν Χριστόν.

 εὐημερίαν; επαινοι παρὰ Χριστοῦ καὶ ψῆφος δεσποτικὴ στεφανοῦσα τὸν φιλεργήσαντα, πιστὸν ὀνομάζει τὸν καρποφορήσαντα νοητῶς· μὴ γὰρ τῷ ∆εσπότῃ τὸ κέρδο

 ἀπλημμελὲς ἡ ἀνθρώπου φύσις εὑρέθη πλουτήσασα, καὶ κεκαινοτόμηκεν ἡμῖν τὸ μηκέτι μὲν εἰς ᾳδου τρέχειν τὰς τῶν σωμάτων ἀπαλλαττομένας ψυχὰς καθὰ καὶ πρ

εὐημερίαν; επαινοι παρὰ Χριστοῦ καὶ ψῆφος δεσποτικὴ στεφανοῦσα τὸν φιλεργήσαντα, πιστὸν ὀνομάζει τὸν καρποφορήσαντα νοητῶς· μὴ γὰρ τῷ ∆εσπότῃ τὸ κέρδος προσήνεγκε; μὴ γὰρ χρῄζει τινὸς ἐν τοῖς καθ' ἑαυτόν; αὐτός ἐστι τὸ πάντων πλήρωμα καὶ ὡς ὁ πάνσοφος ̓Ιωάννης φησίν ̓Εκ τοῦ πληρώματος αὐτοῦ "πάντες ἡμεῖς ἐλάβομεν." ἀλλ' οταν ἡμεῖς ἑαυτοὺς κερδάνωμεν, προσωφελῶμεν δὲ καὶ ἑτέρους, τότε χαίρει Χριστὸς, πλοῦτον ἡγεῖται τὴν ἡμῶν εὐδοκίμησιν· καὶ τὸ ετι μεῖζον ἐρῶ· τροφὴν ωσπερ ποιεῖται τὸ πρᾶγμα. οτι δέ ἐστιν ἀληθὲς οφημι, πάλιν ἐκ τῶν εὐαγγελικῶν μαθήσῃ γραμμάτων. νενουθέτηκε μὲν γὰρ τὴν ἐκ Σαμαρείας γυναῖκα· ειτα λεγούσης ἐκείνης " Οτε ελθῃ Μεσίας ἀπαγγελεῖ ἡμῖν 473 "πάντα," ἑαυτὸν ἐμφανῆ κατέστησε λέγων " ̓Εγώ εἰμι ὁ "λαλῶν σοι." καὶ τὸ μὲν γύναιον δρόμῳ συντείνεται καὶ τὴν Σαμαρειτῶν μεμυσταγώγηκε πόλιν· εἰδὼς δὲ Χριστὸς οτι πολλοὶ πιστεύσουσιν ἐπ' αὐτὸν, τοῖς ἁγίοις εφασκε μαθηταῖς " ̓Εγὼ βρῶσιν εχω φαγεῖν ην ὑμεῖς οὐκ οιδατε," τρέφει γὰρ ωσπερ τὴν ἡμερωτάτην φύσιν τῶν ἀπολωλότων ἡ σωτηρία. ̔Ο μὲν ουν γνήσιος οἰκέτης· ἀναβήσομαι γὰρ αυθις ἐπὶ τὸν τοῦ λόγου σκοπόν· τὸν τῆς ἐπιεικείας ἀνεδήσατο στέφανον, εἰσκεκόμισται γὰρ εἰς τὴν χαρὰν τοῦ ἰδίου δεσπότου· ὁ δέ γε λαβὼν τὸ τάλαντον, ειτα γεγονὼς ὀκνηρὸς, προσεργασάμενος δὲ παντελῶς οὐδὲν, κατακρύψας δὲ μᾶλλον εἰς γῆν αὐτὸ, ταῖς ἐσχάταις περιπέπτωκε δίκαις. φύγωμεν τοίνυν τὴν μίμησιν, ἀποπεμψώμεθα τῆς ἑαυτῶν διανοίας τὸν ἀκερδῆ καὶ ἐπάρατον οκνον, τὸν ἐπ' ἀγαθοῖς δηλονότι σπουδάσμασι, μὴ εἰς ἀργίαν τὴν δοθεῖσαν ἡμῖν παρὰ Χριστοῦ καταχώσωμεν χάριν. φησί που διὰ φωνῆς ̔Ησαΐου ὁ τῶν ολων Θεός " ̔Ιερεῖς λαλήσατε εἰς τὴν καρδίαν ̔Ιερουσαλήμ·" τί δὲ εἰ ὁ μὲν διδάσκων τοὺς ὠφελεῖν εἰωθότας ἐξυφαίνοι λόγους τοῖς ἀκροωμένοις, οἱ δὲ οὐκ εἰς νοῦν καὶ καρδίαν ἀποτίθενται τὴν μυσταγωγίαν, ἀλλ' ἐπικροτήσαντες μόνον καὶ γυμνοῖς ἐπαίνοις ἀμειψάμενοι τὸν μυσταγωγὸν, αγευστοι τῶν ἱερῶν ἀπομένουσι διδαγμάτων; αρα ὀκνῆσαι προσήκει τὸν μυσταγωγόν; ειτα ποίους εὑρήσει λόγους ἐπὶ τοῦ θείου βήματος τοὺς ἐπικουροῦντας αὐτῷ οταν αἰτιάσηται τῶν ἀκροωμένων τὸ ῥᾴθυμον καὶ εὐάφορμον ειπῃ διὰ τοῦτο τὸν οκνον; κατακριθήσεται γὰρ μᾶλλον ὡς εστιν ἰδεῖν ἐκ τῆς εὐαγγελικῆς παραβολῆς· ὁ γάρ τοι τὸ τάλαντον λαβὼν παρὰ τοῦ οἰκοδεσπότου, κατέχωσε μὲν εἰς γῆν αὐτὸ καὶ ἀπολυπλασίαστον εχων προσεκόμιζε λέγων "Κύριε ιδε εχεις τὸ σόν." αρ' ουν ἐπῃνέθη καὶ γερῶν ἠξίωται, η κατεδικάσθη μᾶλλον 474 ὡς ὀκνηρός; " Εδει σε γὰρ, φησὶ, καταβαλεῖν τὸ ἀργύριόν "μου τοῖς τραπεζίταις, κἀγὼ ἐλθὼν ἐκομισάμην αν τὸ ἐμὸν "σὺν τόκῳ." οὐκοῦν ὡς τραπεζίταις ὑμῖν ἐπιστήμοσι τὸ δεσποτικὸν ἀργύριον ἐξοδιάζω ἐγώ· ὑμεῖς δὲ λαβόντες, εἰς νοῦν ἀπόθεσθε τὸ δοθὲν καὶ εἰς τὸ βάθος τῆς ἑαυτῶν καρδίας κρύψατε, ευ εἰδότες οτι τὰ εἰς γῆν πεμπόμενα τῶν σπερμάτων ἐγχωννύμενα μὲν ταῖς βώλοις καρποφορεῖ, τὰ δὲ ἀκατάχωστα διαρπάζεται.

XV. Πλὴν ἐσπούδασεν ὁ Κύριος μήτε δι' ολου φανερῶσαι τὴν ἑαυτοῦ θεότητα μήτε εἰς τὸ παντελὲς ἀποκρύψαι, τὸ μὲν διὰ τοὺς τότε, τὸ δὲ διὰ τοὺς μετὰ ταῦτα· ωστε δεῖξαι καὶ τῆς θεότητος αὐτοῦ καὶ τῆς ἀνθρωπότητος τρανὰς τὰς ἐνεργείας, ινα μήτε ἡ θεία δύναμις ἀμβλυνθῇ μήτε ἡ ἀνθρωπίνη φύσις ἀπιστηθῇ. ἐπειδὴ γὰρ εμελλεν αιρεσις ἀνακύπτειν ἡ λέγουσα οτι φάντασμα ην τὸ σῶμα καὶ ἐξ οὐρανοῦ κατῆλθεν· οὐ γὰρ αν ελαβε τοῦ φθαρτοῦ σώματος σάρκα ἡ αφθαρτος φύσις, οὐδ' αν κατεδέξατο ῥύπον η μολυσμὸν η σπῖλον· ινα πιστώσηται ὁ Θεὸς τῶν ἀνθρώπων τὸ γένος οτι τοῦτο ἐγένετο οἐσμεν, μένων ο ην, διὰ τοῦτο συνεχώρησε τῇ σαρκὶ πάσχειν τὰ ιδια, καὶ εδειξε διπλῆν τὴν ἐνέργειαν, πάσχων μὲν ὡς ανθρωπος, ἐνεργῶν δὲ ὡς Θεὸς ὁ αὐτός· οὐ γὰρ αλλος καὶ αλλος, εἰ καὶ αλλως καὶ αλλως. Τοῦ ἁγίου Κυρίλλου εἰς τό Πατὲρ εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου. Μέγα πάλιν καὶ ἐξαίρετον κατόρθωμα ταῖς ἡμετέραις ψυχαῖς διὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. ἐπειδὴ γὰρ δεδικαιώμεθα διὰ τῆς πίστεως τῆς εἰς αὐτὸν καὶ ἐν αὐτῷ τὸ 475