Homiliarum incertarum fragmenta

 προσλαβόντος τοῦ 464 Λόγου τὸ ἀνθρώπινον· ιδιον γὰρ ἐποιήσατο τὸ σῶμα τὸ ἐκ τῆς ἁγίας παρθένου, ιδιον δὲ ὡσανεὶ λέγοιτο τυχὸν καὶ ἡμῶν ἑκάστου τὸ αὐτο

 σπέρματος ̔Αβραὰμ ἐπελάβετο, Θεὸς ων ὁ Λόγος, καὶ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρός· τί τοίνυν συκοφαντοῦσι τὴν ἀλήθειαν; τί παραιτοῦνται τὸν Υἱὸν τοῦ ε

 μαθητής; ̔Ως ουν παρελάβετε τὸν Χριστὸν ̓Ιησοῦν Κύριον, ἐν αὐτῷ περιπατεῖτε. παρελάβομεν δὲ ζῶντα Θεὸν καὶ Κύριον ἀληθῶς τὸν Χριστόν.

 εὐημερίαν; επαινοι παρὰ Χριστοῦ καὶ ψῆφος δεσποτικὴ στεφανοῦσα τὸν φιλεργήσαντα, πιστὸν ὀνομάζει τὸν καρποφορήσαντα νοητῶς· μὴ γὰρ τῷ ∆εσπότῃ τὸ κέρδο

 ἀπλημμελὲς ἡ ἀνθρώπου φύσις εὑρέθη πλουτήσασα, καὶ κεκαινοτόμηκεν ἡμῖν τὸ μηκέτι μὲν εἰς ᾳδου τρέχειν τὰς τῶν σωμάτων ἀπαλλαττομένας ψυχὰς καθὰ καὶ πρ

μαθητής; " ̔Ως ουν "παρελάβετε τὸν Χριστὸν ̓Ιησοῦν Κύριον, ἐν αὐτῷ περιπατεῖτε." παρελάβομεν δὲ ζῶντα Θεὸν καὶ Κύριον ἀληθῶς τὸν Χριστόν.

470XIII. Τούτους προανετύπου μὲν ὁ νόμος, προεκήρυξαν δὲ καὶ προφῆται. γέγραπται γοῦν ἐν Μωσαϊκῷ βιβλίῳ "Καὶ λήψεσθε σεμίδαλιν καὶ ποιήσετε αὐτὴν δώδεκα αρτους καὶ ἐπιθήσετε αὐτοὺς δύο θέματα ἐπὶ τὴν τράπεζαν τὴν καθαρὰν εναντι Κυρίου καὶ ἐπιθήσετε ἐπὶ τὸ θέμα λίβανον καὶ αλας καὶ εσονται εἰς αρτους εἰς ἀνάμνησιν προκείμενα τῷ Κυρίῳ." αρτος μὲν γὰρ ὁ ἐξ οὐρανοῦ κατελθὼν καὶ ζωὴν διδοὺς τῷ κόσμῳ, τίς αν ετερος ειη παρὰ τὸν τῶν ολων Σωτῆρα Χριστόν; κατὰ μίμησιν δὲ τὴν πρὸς αὐτὸν, αρτοι κέκληνται καὶ οἱ μακάριοι μαθηταί· μέτοχοι γὰρ γεγονότες τοῦ τρέφοντος ἡμᾶς εἰς ζωὴν αἰώνιον, τρέφουσι καὶ αὐτοὶ διὰ τῶν ἰδίων συγγραμμάτων τοὺς πεινῶντας καὶ διψῶντας τὴν δικαιοσύνην. ωσπερ δὲ φῶς ὑπάρχων τὸ ἀληθινὸν ὁ Σωτὴρ, φῶς ὠνόμασε καὶ τοὺς μαθητάς· " ̔Υμεῖς γάρ ἐστε τὸ φῶς "τοῦ κόσμου·" ουτως καὶ αὐτὸς ων ὁ αρτος τῆς ζωῆς ἐχαρίσατο τοῖς ἑαυτοῦ μαθηταῖς τὸ ἐν τάξει νοεῖσθαι τῶν αρτων. καί μοι βλέπε τοῦ νόμου τὸ εὐτεχνές· ἐπιθήσετε γάρ φησιν ἐπὶ τοὺς αρτους λίβανον καὶ αλας· καὶ ὁ μὲν λίβανος εὐωδίας ἐστὶ σύμβολον· οἱ δὲ αλες, συνέσεως καὶ φρενῶν. ἐνυπῆρχον δὲ ακρως ἀμφότερα τοῖς ἁγίοις ἀποστόλοις. 471 εὐώδης γὰρ ην ὁ βίος αὐτοῖς· καὶ γοῦν εφασκον οτι "Χριστοῦ "εὐωδία ἐσμὲν τῷ Θεῷ," ησαν δὲ πρὸς τούτῳ καὶ πανσύνετοι· διὸ καὶ ηκουον " ̔Υμεῖς ἐστε τὸ αλας τῆς γῆς." ἀκούω δὲ καὶ τοῦ προφήτου ∆αυεὶδ ψάλλοντός τε καὶ λέγοντος περὶ αὐτῶν " ̓Εκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει, αρχοντες Ἰούδα "ἡγεμόνες αὐτῶν, αρχοντες Ζαβουλὼν, αρχοντες Νεφθαλείμ." σχεδὸν γὰρ ἐξ ἁπάσης φυλῆς τῆς ἐξ ̓Ισραὴλ ἀπόλεκτοι γεγόνασιν οἱ μακάριοι μαθηταὶ καὶ φωστῆρες ησαν οἰκουμενικοὶ λόγον ζωῆς ἐπίσχοντες· καὶ τό γε παράδοξον· εὐγλωττίαν μὲν γὰρ εχουσι λαμπρὰν οἱ τῶν ἑλλήνων σοφοὶ καὶ εὐστομοῦσιν αγαν· οἱ δέ γε τοῦ Σωτῆρος ἡμῶν μαθηταὶ, ανθρωποι γεγόνασι χειροτέχναι καὶ θαλασσουργοὶ καὶ ἰχθυοθῆραι, οὐ κόμπον εχοντες λόγων, οὐ λέξεων εὐπορίαν δεδοκιμασμένων· ἀλλ' ἰδιῶται μὲν τῷ λόγῳ, πλούσιοι δὲ τῇ γνώσει. καὶ σεσίγηται μὲν τὰ ἑλλήνων γράμματα καὶ ἡ τῶν λέξεων εὐκομπία, κατακρατεῖ δὲ τῆς ὑπ' οὐρανὸν τῶν εὐαγγελικῶν κηρυγμάτων ἡ δύναμις. τούτων διαμέμνηται Θεὸς καὶ διὰ φωνῆς ̔Ιερεμίου λέγων περὶ τοῦ πάντων ἐχθροῦ, φημὶ δὴ τοῦ σατανᾶ "Οὐαὶ ὁ πληθύνων αὐτῷ τὰ οὐκ οντα "αὐτοῦ καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς, οτι ἐξαίφνης ἀναστήσονται οἱ δάκνοντες αὐτὸν καὶ ἐκνήψουσιν οἱ "ἐπίβουλοί σου καὶ εσῃ εἰς διαρπαγὴν αὐτοῖς." απαντας μὲν τοὺς ἐπὶ γῆς ἀνθρώπους οὐκ οντας αὐτοῦ συνήγαγεν ὁ σατανᾶς καὶ ἰδίους ἀπέφηνε προσκυνητὰς καταβαρύνων αὐτοῦ τὸν κλοιόν· ἀλλ' ἐξένηψαν οἱ διαρπάζοντες αὐτοῦ τὰ σκεύη· ἐθήρευσε γὰρ τῆς ἀποστολικῆς μυσταγωγίας τὸ δίκτυον απαντας τοὺς πεπλανημένους καὶ προσεκόμισαν τῷ Θεῷ τὴν ὑπ' οὐρανόν.

472XIV. ∆ιανέμει καὶ νῦν ὁ Σωτὴρ τάλαντα τοῖς ἰδίοις οἰκέταις κατά γε τὴν ἐν εὐαγγελίοις παραβολήν· οὐκοῦν ἁπλώσατε τὰς καρδίας καὶ ὑποδέξασθε χαίροντες· "∆όκιμοι γενέσθε τραπεζῖται·" ἐμπορεύσασθε τὸ δοθὲν ἐπιστημόνως· πολυπλασιάσατε ταῖς ἐπιεικείαις, μέγα καὶ ἁγιοπρεπὲς τὸ καύχημα καὶ τοὺς τῆς γνησιότητος ἐπαίνους προξενεῖ, καὶ τί τοῦτο λέγω, τὸ ετι μεῖζον ἀφείς; οὐρανοῦ πολίτην ἐργάζεται, εἰς βασιλείαν ἀναφέρει, αὐτῷ συνδοξάζεσθαι ποιεῖ τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ. ιδωμεν δὲ τοῦτο καὶ ἐξ αὐτῶν τῶν εὐαγγελικῶν γραμμάτων· ὁ τὰ πέντε τάλαντα λαβὼν παρὰ τοῦ οἰκοδεσπότου, προσεργασάμενος δὲ καὶ ετερα πέντε, τί προσέρχεται λέγων; "Κύριε, πέντε τάλαντά μοι εδωκας, ιδε ἐποίησα αλλα "πέντε." ὁρᾶς οσον ἐστὶ τῆς φιλοπονίας τὸ καύχημα; καὶ τί πρὸς αὐτὸν εφη Χριστός; "Ευ δοῦλε ἀγαθὲ καὶ πιστὲ, "ἐπὶ ὀλίγα ης πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω, εισελθε "εἰς τὴν χαρὰν τοῦ κυρίου σου." τί τούτου τὸ μεῖζον εἰς δόξαν; τί τὸ αἱρετώτερον εἰς