Homiliarum incertarum fragmenta

 προσλαβόντος τοῦ 464 Λόγου τὸ ἀνθρώπινον· ιδιον γὰρ ἐποιήσατο τὸ σῶμα τὸ ἐκ τῆς ἁγίας παρθένου, ιδιον δὲ ὡσανεὶ λέγοιτο τυχὸν καὶ ἡμῶν ἑκάστου τὸ αὐτο

 σπέρματος ̔Αβραὰμ ἐπελάβετο, Θεὸς ων ὁ Λόγος, καὶ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρός· τί τοίνυν συκοφαντοῦσι τὴν ἀλήθειαν; τί παραιτοῦνται τὸν Υἱὸν τοῦ ε

 μαθητής; ̔Ως ουν παρελάβετε τὸν Χριστὸν ̓Ιησοῦν Κύριον, ἐν αὐτῷ περιπατεῖτε. παρελάβομεν δὲ ζῶντα Θεὸν καὶ Κύριον ἀληθῶς τὸν Χριστόν.

 εὐημερίαν; επαινοι παρὰ Χριστοῦ καὶ ψῆφος δεσποτικὴ στεφανοῦσα τὸν φιλεργήσαντα, πιστὸν ὀνομάζει τὸν καρποφορήσαντα νοητῶς· μὴ γὰρ τῷ ∆εσπότῃ τὸ κέρδο

 ἀπλημμελὲς ἡ ἀνθρώπου φύσις εὑρέθη πλουτήσασα, καὶ κεκαινοτόμηκεν ἡμῖν τὸ μηκέτι μὲν εἰς ᾳδου τρέχειν τὰς τῶν σωμάτων ἀπαλλαττομένας ψυχὰς καθὰ καὶ πρ

προσλαβόντος τοῦ 464 Λόγου τὸ ἀνθρώπινον· ιδιον γὰρ ἐποιήσατο τὸ σῶμα τὸ ἐκ τῆς ἁγίας παρθένου, ιδιον δὲ ὡσανεὶ λέγοιτο τυχὸν καὶ ἡμῶν ἑκάστου τὸ αὐτοῦ· καὶ τοῦτο οιμαι δηλοῦν τὸ γενέσθαι σάρκα αὐτὸν, οὐ κατὰ τροπὴν η μετάστασιν· ατρεπτος γὰρ ἡ θεία φύσις· ἀλλ' οτι τῇ θείᾳ γραφῇ σύνηθές πως ἀεὶ καὶ ολον εσθ'οτε τὸν ανθρωπον, τὸν ἐκ ψυχῆς δὴ λέγω καὶ σώματος, καὶ ὡς ἀπὸ μόνης καταδηλοῦν τῆς σαρκὸς, οιόν ἐστι τό " ̓Εκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα." ενα τοίνυν ὁμολογοῦμεν Υἱὸν, γεννηθέντα μὲν θεϊκῶς ἐκ Πατρὸς, καθὸνοεῖται καὶ εστι Λόγος, ἀποτεχθέντα δὲ τὸν αὐτὸν ἐκ γυναικὸς κατὰ σάρκα· νοηθήσεται γὰρ ουτω, κεκοινωνηκὼς αιματος καὶ σαρκὸς παραπλησίως ἡμῖν, ινα διὰ τοῦ οἰκείου θανάτου καταργήσῃ τὸν διάβολον, ου"φθόνῳ θάνατος εἰς τὸν κόσμον εἰσῆλθε·" ῥίζα γὰρ ωσπερ ζωῆς ὁ Χριστοῦ γέγονε θάνατος, καὶ φθορᾶς ἀναίρεσις, καὶ ἁμαρτίας ἀποτροπὴ καὶ πέρας ὀργῆς· γεγόναμεν ἐπάρατοι, καὶ ὑπὸ θανάτου δίκην ἐν Ἀδὰμ, ἀλλὰ κεχρημάτικεν ὁ Λόγος, ὁ μὴ εἰδὼς ἁμαρτίαν, υἱὸς ̓Αδὰμ, καὶ λέλυται δι' αὐτοῦ τῆς τοῦ πρώτου παραβάσεως τὰ ἐγκλήματα· ωφθη γὰρ ἡ ἀνθρώπου φύσις ἐν Χριστῷ ὑγιῶς εχουσα τὸ ἀπλημμελὲς, τοῦτο σέσωκε τοὺς ἐπὶ γῆς.

IX. Οὐκ αὐτῇ μέντοι τῇ τοῦ Λόγου φύσει, τό ̓Αρχιερέα κεκλῆσθαι καὶ τὰ τοιάδε τῶν ὀνομάτων, ἀλλὰ τῇ μετὰ σαρκὸς οἰκονομίᾳ καὶ μέτροις τοῖς καθ' ἡμᾶς. καὶ φέρε πρῶτον ἐκεῖνο ζητήσωμεν, τίς ην ὁ δυνάμενος μὲν καὶ ἐξουσίαν εχων ἐπιλαβέσθαι ἀγγέλων, εἰ τοῦτο χρήσιμον ην, οὐκ ἐπιλαβόμενος δὲ μᾶλλον ἐκείνων, "ἀλλὰ σπέρματος ̔Αβραάμ;" εἰμὲν ουν 465 οιονταί τινες περὶ ἀνθρώπου ταῦτα λέγεσθαι κοινοῦ, πῶς ἐνεδέχετο τὸν ουπω γεγεννημένον μηδὲ ὑπάρχοντα, φύσεως ἐπιλαβέσθαι τῆς τῶν ἁγίων ἀγγέλων, ειπερ ηθελε τοῦτο δρᾶν, ἀλλ' ἐκεῖνο μὲν οὐ πεποιηκότα, ἐπιλαβόμενον δὲ μᾶλλον σπέρματος ̔Αβραάμ; αλλως τε, κἀκεῖνο γὰρ οιμαι κατιδεῖν ἀναγκαῖον, τὸ λέγειν ανθρωπον ἀνθρωπότητος ἐπιλαβέσθαι, ἀσύνετον παντελῶς. οὐκοῦν ὁ εξω τῆς ἀνθρώπου φύσεως ων ὡς Θεὸς, ἐπιλαμβάνεται σπέρματος ̔Αβραάμ· σῶμα γὰρ ουτω λαβὼν εμψυχόν τε καὶ εννουν ἐκ τῆς ἁγίας καὶ θεοτόκου Μαρίας, ὡμοιώθη τοῖς ἀδελφοῖς κατὰ πάντα, τουτέστιν ἡμῖν· τότε γέγονεν ἐφ' ἡμᾶς ἀρχιερεὺς ἐλεήμων, καὶ πρός γε τούτῳ πιστός. πῶς ουν γέγονεν, ἀκόλουθον ἰδεῖν· οὐ γὰρ ην ἐλεήμων καὶ πρὶν γένηται καθ' ἡμᾶς; οὐκ ην ἀγαθὸς ὡς ἐξ ἀγαθοῦ Πατρὸς, ἀλλ' οτε γέγονεν ανθρωπος, τότε καὶ ἐλεήμων; προέκοψεν ουν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, καὶ κρείττων ἑαυτοῦ γέγονεν, οτε σπέρματος ̔Αβραὰμ ἐπελάβετο· οὐκοῦν οπερ οὐκ ην ἐγένετο, καὶ ὠφέληται μᾶλλον γενόμενος ανθρωπος· πῶς ουν ατρεπτος ετι κατὰ φύσιν, εἰ γέγονεν οπερ οὐκ ην; πῶς μεμένηκεν ὁ αὐτός; ποῦ δὲ κεκένωκε καὶ καθῆκεν ἑαυτὸν εἰς ταπείνωσιν, εἰ γέγονεν ἑαυτοῦ καλλίων; ἀλλ' οὐχ ουτω ταῦτ' εχει, μὴ γένοιτο· ην γὰρ ἐλεήμων καὶ εστιν ἀεί· καὶ ἐπειδὴ τοῦτό ἐστιν, ἐπελάβετο σπέρματος ̔Αβραὰμ, ιν' εἰς ἡμᾶς ἱερεὺς ἐλεήμων γένηται· καὶ τίνα τρόπον, ἐρῶ· οὐκ ην ἐν νόμῳ δικαιωθῆναι τὸν ανθρωπον, οὐκ ην παραβῆναι τὴν δοθεῖσαν ἐντολὴν, καὶ μὴ δίκας ὑποσχεῖν παραχρῆμα καὶ μέχρι θανάτου· πιστώσεται δὲ γράφων ὁ Παῦλος " ̓Αθετήσας τις νόμον Μωϋσέως "χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν η τρισὶν μάρτυσιν ἀποθνήσκει." ινα τοίνυν ἀπαλλάξῃ ἡμᾶς τῆς ἐν νόμῳ δίκης καὶ ἀρᾶς καὶ ἀποτομίας, κεχρημάτικεν ἡμῶν ἱερεὺς, οὐ δίκας αἰτῶν τῶν ἡμαρτημένων, οὐκ ἐνόχους τῇ κρίσει καθιστὰς τοὺς ἐξ 466 ἀσθενείας ἀνθρωπίνης πεπλημμεληκότας· δικαιῶν δὲ μᾶλλον τῇ πίστει καὶ ἐγκλημάτων ἀνιεὶς καὶ ἁγίους ἀποφαίνων καὶ τῆς ἑαυτοῦ φύσεως κοινωνοὺς, ουτω τε συνάπτων δι' ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί· ἐλεήμων γὰρ ἀρχιερεὺς εἰς ἡμᾶς γέγονεν ὁ Χριστὸς, οὐκέτι ταῖς νομικαῖς ἀποτομίαις κρατεῖν ἐπιτρέπων, ἀνιεὶς δὲ μᾶλλον τῶν ἀρχαίων αἰτιαμάτων τοὺς ἠσθενηκότας· πιστὸς δὲ, οτι μόνιμος καὶ διηνεκὴς, καὶ ἀξιόχρεως εἰς πίστιν τῶν ἐπηγγελμένων, καὶ ἀπαράβατον εχων τὴν ἱερωσύνην· ἐλεήμων τοίνυν καὶ πιστὸς, τουτέστιν ἀεὶ μένων γέγονεν ἱερεὺς οτε