οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὣς ἐπεστρέψατε πρός με, λέγει Κύριος. Ἐπάταξα ὑμᾶς ἐν πυρώσει, καὶ ἐν ἰκτέρῳ. Ἐπληθύνατε κήπους ὑμῶν, ἀμπελῶνας ὑμῶν, καὶ συκῶνας ὑμῶν, καὶ ἐλαιῶνας ὑμῶν κατέφαγεν ἡ κάμπη· καὶ οὐδ' ὣς ἐπεστρέψατε πρός με, λέγει Κύριος." Ἄθρει δὴ οὖν ὅπως, οὐ πῦρ 77.909 ἄνωθεν ἐπηφίει τοῖς ἡμαρτηκόσιν. Ἐθορύβει δὲ μᾶλ λον συστέλλων τὰ ζωαρκῆ. Καὶ ὑπόμνησιν ὥσπερ τινὰ τὸ χρῆμα ποιούμενος, τοῦ χρῆναι μεθέντας τὸ διαβιοῦν ἐκνόμως, τῶν ἀμεινόνων ἐρᾷν. Ὅτι δὲ πλημμελημάτων ἐκτετίκασι δίκας οἱ καθ' ὧν ἐκεῖνα γενέσθαι συμβέβηκε, διαδείκνυσι λέγων ὁ τῶν ὅλων Θεός· "Ὅτι ἐμοῦ ἠμέλησας, λέγει Κύριος, αἱ ὁδοί σου καὶ τὰ ἐπιτηδεύματά σου ἐποίησαν ταῦτά σοι." Ὧδε μὲν οὖν τὰ ἐκείνων. Τὰ δὲ καθ' ἡμᾶς αὐτοὺς πολυπραγμονῶμεν, εἰ δοκεῖ. Ὑετῶν μὲν γὰρ καθέσεις ὀκνοῦσιν ἔσθ' ὅτε, καίτοι καιροῦ νέμοντος ἐντρυφᾷν αὐτοῖς, ποταμίων δὲ ναμάτων λυποῦσιν ἐγκοπαί· ἱδρῶτες ἄμισθοι τῶν ἀροῦν εἰωθότων. Ἀγρῶν ἀκαρ πίαι, τῶν ὠρίμων καταφθοραί. Ἀῤῥωστίαι σωμάτων δειναὶ καὶ παγχάλεποι. Λύπαι τὸ ἐντεῦθεν, κομμοί τε καὶ θρῆνοι, καὶ σπανανδρία πολλὴ κατὰ πόλεις καὶ κώμας. Φέρε δὴ οὖν τοὺς τῶν ἰατρῶν εὐτεχνεστάτους ἀπομιμούμενοι, πολυπραγμονῶμεν εὐφρόνως τῆς τοιᾶσδε συμφορᾶς τὴν πρόφασιν. γʹ. Ἔχει τοίνυν ῥίζαν ὥσπερ τινὰ πονηρὰν τὴν πολύμορφον ἁμαρτίαν. Ἐκεῖθεν ἡμῖν ἀνίσχει τὰ μοχθηρά· καὶ τῶν ἀνιᾷν πεφυκότων τὴν γένεσιν, οὐχ ἑτέραν φαίη τις ἂν ὡς ἀπό γε τῶν τοῖς πάλαι συμ βεβηκότων εἰς κατάληψιν τῶν καθ' ἡμᾶς εὖ μάλα χειραγωγούμενος. Ἐπιφραζόντων τινὲς, ἀγαθὸν ἔχου σιν ἡμῖν καὶ πλουσιόδωρον τὸν ∆εσπότην, πῶς οὐ μέτ εστι τὸ ἐν εὐπραξίαις εἶναι μακραῖς καὶ διηνεκέσι; Τί τὸ ἐμποδὼν καὶ τῶν ἡδίστων ἡμᾶς ἐν ἐκβολῇ γενέσθαι ποιοῦν, καὶ ἀποφέρον εἰς λύπας, καὶ τοῖς οὕτως ἀπ ηχθημένοις ἐνομιλεῖν ἀναγκάζειν; Ἀλλ' ἔστιν, οἶμαι, παντί τῳ σαφὲς, ὅτι τῶν εὐκταιοτάτων ἐν σπάνει γε γόναμεν. Καὶ οὐ καθ' ἕνα καιρὸν προσκρούοντες, καὶ τῶν ἱερῶν καταρᾳθυμήσαντες ἐνταλμάτων. Ὅτι γὰρ ἀπαράβλητον ἔχει τὴν ἡμερότητα, καὶ φιλανθρω πίαν, χαλεπὸν οὐδὲν κἀντεῦθεν ἰδεῖν. Νέμει μὲν γὰρ τοῖς ὠλισθηκόσι χεῖρα σωτήριον. Μεταφοιτᾷν δὲ κε λεύει πρὸς τὰ βελτίω, λέγων· "Ἐκζητήσατε τὸ κα λὸν, καὶ μὴ τὸ πονηρὸν, ὅπως ζήσητε, καὶ ἔσται οὕτω μεθ' ὑμῶν Κύριος ὁ Θεός." Καὶ τοῦτο δρᾷν ᾑρημέ νοις, τὴν τῶν ἀγαθῶν ἀμφιλαφῆ χορηγίαν, ὑπισχνεῖ ται λέγων· "Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, ἐπακούσομαι τῷ οὐρανῷ, καὶ ὁ οὐρανὸς ἐπακούσεται τῇ γῇ, καὶ ἡ γῆ ἐπακούσεται τὸν σῖ τον, καὶ τὸν οἶνον, καὶ τὸ ἔλαιον." Ἀλλὰ καὶ δι' ἑτέρου προφήτου πάλιν· "∆οκιμάσατε δὴ ἐν τούτῳ, λέγει Κύριος παντοκράτωρ. Ἐὰν μὴ ἀνοίξω ὑμῖν τοὺς καταῤῥάκτας τοῦ οὐρανοῦ, καὶ ἐκχεῶ ὑμῖν τὴν εὐλογίαν μου, ἕως τοῦ ἱκανωθῆναι," τουτέστιν, ἐμ πλησθῆναι καὶ σχεῖν ἱκανῶς. Οὐκοῦν "∆εῦτε προσ κυνήσωμεν, καὶ προσπέσωμεν αὐτῷ," καθά φησιν ὁ θεσπέσιος Μελῳδὸς, "καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς." Αἰτήσωμεν παρ' αὐτοῦ τὸ ἐξ ἡμερότητος ἔλαιον. Μεταστήσωμεν τὰς ἑαυτῶν καρ δίας ἐπὶ τὸ δρᾷν ἐθέλειν τὰ ἀγαθά. Καὶ γὰρ εἰσί πως καὶ ἀπροφάσιστα παντελῶς τὰ τῆς ῥᾳθυμίας ἐγκλήματα. Αὐτὸς γὰρ ἡμῖν ἐξ οὐρανῶν ἐπέφανεν ὁ 77.912 Υἱὸς, καὶ παιδευτὴν ἐλάχομεν τὸν καταφωτίζοντα μὲν οὐρανοὺς, καταφαιδρύνοντα δὲ καὶ αὐτὰς τὰς ἄνω δυνάμεις. Θεὸς γὰρ ὢν φύσει, καὶ ἐκ Θεοῦ πεφηνὼς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, μετέσχεν αἵματος καὶ σαρκὸς, καὶ ἐνηνθρώπησεν οἰκονομικῶς, ἵν' ἡμᾶς ἀποφήνῃ καὶ ἀρετῆς ἁπάσης ἐπιστήμονας, καὶ ἀρί στων σπουδασμάτων ἐπιμελητὰς, καὶ τῆς ἀληθοῦς θεογνωσίας γεγονότας ἐν καλῷ. Ἐπειδὴ γὰρ ἄοπτος παντελῶς καὶ ἀόρατος ἡ θεία φύσις ἐστὶ, καὶ ἀπρόσ βλητον ἔχει τὴν δόξαν "(Φῶς γὰρ ἀπρόσιτον οἰκεῖ," κατὰ τὴν τοῦ Παύλου φωνὴν), τῆν ἡμῶν ἠμπέσχετο σάρκα, καὶ τοῖς ἀνθρώποις συνανεστράφη τοῖς τῆς ἀνθρωπότητος μέτροις συγκαθιστάμενος μετὰ τοῦ μεῖναι ὃ ἦν, καὶ ἀπήρξατο μὲν τῶν ἱερῶν θεσπισμά των παρά γε τοῖς ἐξ αἵματος Ἰσραήλ. Ἦσαν γὰρ αὐτῶν αἱ ἐπαγγελίαι. Ἐπειδὴ δὲ γεγόνασι σκληροὶ καὶ ἄτεγκτοι, καὶ πολὺ νοσοῦντες