οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γραφῆς τοῖς παρ' ἑαυτῶν ψελλισμοῖς, ὡς ἔνι διερμηνεύσωμεν. αʹ. Οἱ μὲν τοῖς τῆς θείας ἱερωσύνης αὐχήμασι διαπρέποντες, καὶ ἀπολέγδην τῶν ἄλλων ἐξῃρημέ νων, τὸ καθηγεῖσθαι λαῶν ταῖς ἐκ νόμου διέλαχον ψήφοις, ἐτετάχατο δὲ, καὶ πρός γε τὸ δεῖν, τῶν ἀναγ καίων εἰς ὄνησιν ποιεῖσθαι τὴν προαγόρευσιν. Καὶ γοῦν ἔφη τις τῶν ἁγίων προφητῶν· "Ἱερεῖς, ἀκού σατε, καὶ ἐπιμαρτύρασθε τῷ οἴκῳ Ἰακὼβ, λέγει Κύ ριος παντοκράτωρ." Οἶκός γε μὴν Ἰακὼβ, εἶεν ἂν οὐχὶ πάντη τε καὶ πάντως οἱ ἐξ αἵματος Ἀβραὰμ, ἀλλ' οἱ διὰ πίστεως τῆς ἐν Χριστῷ δεδικαιωμένοι, ὥσπερ ὁ πάνσοφος γράφει Παῦλος, "Οὐ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, οὐδ' ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγε λίας, ταῦτα λογίζεται εἰς σπέρμα." Τί τοίνυν ὁ θεῖός τε καὶ ἱερὸς παρεγγυᾷ λόγος; τί δὲ βοᾷν ἀναπείθει, πάλιν ἡμῖν ἀναλάμποντος τοῦ καιροῦ, καθ' ὃν ἡ ἁγία καὶ πάναγνος ἐπιτελεῖται πανήγυρις, ἡ ἐπί γε, φημὶ, τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ; "Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν." Τὸ μὲν οὖν ἑλέ σθαι πονεῖν, καὶ τῶν εἰς εὐσέβειαν ἀνδραγαθημάτων μεταποιεῖσθαι νεανικῶς, ἔγωγε φαίην ἂν τῶν ὅτι μάλιστα λυσιτελεστάτων· εὐκλεᾶ γὰρ ἔχει τὸ χρῆμα καρπὸν, καὶ ὡς ὁ προφήτης φησὶν, "Ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῷ, καὶ ἐκβιάζεται ἑαυτοῦ τὴν ἀπώλειαν." Οὗ τί ἂν γένοιτο, παρά γε τοῖς οὖσιν ἐν καλῷ φρε νὸς, τὸ ἰσοστατοῦν εἰς κτῆσιν; Οὐδὲν παντελῶς· καὶ πιστώσεται λέγων αὐτὸς ὁ Σωτήρ· "Τί γὰρ ὠφεληθήσεται ἄνθρωπος, ὅταν τὸν κόσμον ὅλον κερ 77.860 δήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄν θρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;" ∆εῖ δὲ, οἶ μαι, τοῖς ἐθέλουσι πονεῖν, καὶ λόγου παντὸς ἀξιοῦν εἰωθόσι τὸ ἐπιγάννυσθαι φιλεῖν τοῖς εἰς ἀρετὴν σπου δάσμασι, καὶ νοῦ βεβηκότος καὶ καρδίας ἐρηρεισμέ νης, καὶ διαπρεπούσης ἐν ὑπομονῇ καὶ μελέτην ἐχού σης τὸ ᾄττειν ἐπὶ τὰ χρήσιμα. Ἴδοι δ' ἄν τις καὶ περὶ ἡμᾶς αὐτοὺς τοιοῦτόν τι συμβαῖνον, ὁποῖον ἂν γένοιτο περὶ τοὺς τῶν ἵππων ὅτι μελετῶντας τὸ τιθασσεύεσθαι· οἷς οὐκ ἀπόχρη πρός γε τὸ εὖ δεδα μᾶσθαι δοκεῖν, εἰ μόνον ἐσδέξαιντο χαλινόν· προσδεῖ δὲ, οἶμαι, πάντοτε καὶ πάντως τὸ χρῆναι μαθεῖν εὔρυθμον μὲν ὥσπερ τῶν ποδῶν ποιεῖσθαι τὸν κρό τον, εὐτεχνεστάτους δὲ εἶναι καὶ δρομικωτάτους. Χρῆμα δὴ οὖν καὶ ἡμῖν αὐτοῖς ἀναγκαῖον ἂν γένοιτο καὶ ὀνησιφόρον, εἰ πρός γε τὸ δεῖν ἑλέσθαι πονεῖν ἐνορῶ τὸ ὑπάρχον, καὶ τὸ εἰδέναι σοφῶς τὴν ἐφ' ἑκάστῳ τῶν πρακτέων, ἢ μὴ διᾴττουσαν τρίβον. Μονονουχὶ γὰρ χαλινῷ κεχρήμεθα τῇ πανάγνῳ νη στείᾳ, ἀνακόπτοντι τοῦ νοῦ τὴν ἐπὶ τὰ χείρω ῥοπὴν, καὶ κολάζοντι τῆς σαρκὸς τὸ ἔκτοπον κίνημα. Τρυ φὴ μὲν γὰρ ἡ σωμάτων ῥίζα τις ὥσπερ ἐστὶ καὶ γέ νεσις πικρῶν καὶ ἀτιθάσσων ἡδονῶν, καὶ ἀντεξάγει δεινῶς ταῖς εἰς τὸ ἀγαθὸν προθυμίαις, ἀνεπιπλή κτοις ὁρμαῖς χωροῦσα πρὸς τὰ αἰσχίω. Οἱ δέ γε τῆς ἀσιτίας πόνοι νεανικῶς ἀνίστανται, καὶ ταῖς τῶν ἐμφύτων τε καὶ ἐν ἡμῖν παθῶν ἀντιφέρονται προσ βολαῖς, καὶ ἀνασκιρτῶσαν τὴν σάρκα πρὸς τὸ πεφυ κὸς ἀδικεῖν περιτρέπουσιν εὖ μάλα πρὸς τὸ εὐήνιον. Καὶ μέχρι μὲν τούτων ἐπικουρήσειεν ἂν ἡ νηστεία τοῖς ἀγαπῶσιν αὐτήν. Τοῖς γε μὴν ἐντέχνως ἰέναι σπουδάζουσιν ἐφ' ἕκαστα τῶν πρακτέων, ἢ μὴ, πε ριέσται δή που τὸ ἐν παντὶ γενέσθαι καλῷ· λαμ πρὰ γὰρ καὶ ἀξιάγαστα τὰ ἐκ τῆς ἀγχινοίας ἐστὶ κατορθούμενα. Ἐπιμαρτυρήσει δὲ τούτοις καὶ ὁ πάνσοφος Παῦλος, Τιμοθέῳ γεγραφὼς, "Γύμναζε σεαυτὸν εἰς εὐσέβειαν· ἡ γὰρ σωματικὴ γυμνασία," ἡ διὰ νηστείας δηλονότι καὶ πόνων, "πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστι, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς τε νῦν καὶ τῆς μελλούσης." Νενηστεύκασί τινες τῶν ἀρχαιοτέρων, ἀλλὰ γυμνὴν καὶ ἀμέτοχον παντελῶς τῶν ἐκ τῆς ἑτέ ρας ἀρετῆς ἀνδραγαθημάτων ἐποιοῦντο τὴν ἀσιτίαν. Εἶτα τῶν πραγμάτων αὐτοῖς κατὰ γνώμην οὐκ ἐκ βεβηκότων, οὔτε μὴν κατανεύοντος Θεοῦ τῶν αἰτη μάτων τὸ πέρας, ἄμισθον δὲ μᾶλλον αὐτοῖς ἀποφαί νοντος τὴν νηστείαν, διεγόγγυζον λέγοντες, "Τί ὅτι ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν, καὶ οὐκ ἔγνως;" Καὶ τί πρὸς ταῦτα Θεός; "Ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκεται τὰ