οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγ γέλων Θεοῦ, καὶ ἐγενήθη λαὸς Κυρίου μερὶς αὐτοῦ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ." Ἀλλ' ὥς φησιν ὁ θεσπέσιος εὐαγγελιστὴς Ἰωάννης περὶ τοῦ Υἱοῦ, "Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρ έλαβον·" καίτοι τῶν διὰ Μωσέως Γραμμάτων προ αναφωνούντων εὖ μάλα τὸ ἐπ' αὐτῷ μυστήριον, καὶ προσέτι τῶν ἁγίων προφητῶν, ἐπειδὴ δὲ ἐνανθρωπή σαντα καὶ σεσαρκωμένον τεθέανται τὸν μονογενῆ τοῦ Θεοῦ Υἱὸν, κακόνοι τε καὶ ὀλιγογνώμονες, καὶ ἀσύνετοι παντελῶς, δι' αὐτῶν ἠλέγχοντο τῶν πραγ μάτων. Κυνηδὸν γὰρ ἐπεπήδων μονονουχὶ, καὶ καθ υλακτοῦντες ἔφασκον, "∆ιὰ τί σὺ ἄνθρωπος ὣν, ποιεῖς σεαυτὸν Θεόν;" Ἀλλ', ὦ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἑτοίμως ᾄττειν εἰδὼς, ἐρεύνησον τὴν θεό πνευστον Γραφήν· πολυπραγμόνησον τῶν ἁγίων προφητῶν τοὺς λόγους· δοκίμαζε τὰ Μωσέως, τίνα τρόπον ἐπιλάμψειν ἐπὶ τῆς γῆς δι' αὐτῶν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ἐκηρύττετο. Εἰ μὲν γὰρ ἀσώματός τε καὶ ἀναφὴς, καὶ τοῦ πρὸς ἡμῶν ὁρᾶσθαι κρείττων ὡς Θεὸς, εὔμορφον ἂν ἴσως ἐποιήσω τὴν ἀπιστίαν, προσιών τε καὶ λέγων· "∆ιὰ τί σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν;" Ἐπειδὴ δὲ διὰ τῆς τῶν ἁγίων φωνῆς σεπτὸν καὶ βαθὺ τῆς ἐνανθρωπήσεως προανα φωνεῖ τὸ μυστήριον, τί μὴ μᾶλλον κατ' εὐθὺ τοῦ πρέποντος ἰέναι προθυμούμενος, καὶ τοῖς καθήκουσι λογισμοῖς πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν πηδα λιουχούμενος, ἐξ αὐτῶν ὁρᾷς τῶν δεομένων, ἤγουν παραδόξως ἐκπεπερασμένων, ὅτι Θεὸς κατὰ φύσιν ἐστὶ, καὶ ἐκ Θεοῦ πέφηνε Πατρὸς, καὶ εἰ γέγονε σὰρξ δι' ἡμᾶς οἰκονομικῶς; Ὅρα γὰρ αὐτὸν καὶ τῶν τοῦ θανάτου κατευμεγεθοῦντα δεσμῶν, καὶ τοῖς ἤδη τεθνεῶσι καὶ κατεφθαρμένοις ἐνιέντα τὴν ζωήν· ὅρα πεσόντα καὶ κείμενον τὸν πάλαι δεινὸν καὶ δυσάντητον πεσόντα καὶ κείμενον τὸν πάλαι δεινὸν καὶ δυσάντητον Σατανᾶν· τέθειται γὰρ ὑπὸ πόδας ἁγίων· ὄψει δὲ νόσου τε ἁπάσης καὶ μαλακίας κρείττονα, καὶ τοῖς τοῦ κόσμου στοιχείοις θεοπρεπῶς ἐπιτάττοντα, καὶ πνευμάτων μὲν ἀγρίων ἀνακόπτοντα φορὰς, κατευ νάζοντα δὲ καὶ θάλασσαν, καὶ κύμασιν ἐπιπλήττοντα, καὶ τί γὰρ οὐχὶ τῶν παραδόξων ἀμογητὶ κατορθώ σαντα. Θαύμαζε τῶν πεπιστευκότων τὴν ἀριθμοῦ κρείττονα πληθὺν, ἄθρει τε οὕτως εἰς πέρας ἐκβε βηκὸς τὸ διὰ φωνῆς τοῦ ∆αβὶδ πρὸς αὐτὸν ὑμνούμενον, "Πάντα τὰ ἔθνη ὅσα ἐποίησας, ἥξουσι, καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε." Ὅτι δὲ ἔμελλεν ἐπιλάμψαντος τοῦ Χριστοῦ τῆς κατὰ νόμον λατρείας ἡ δύναμις, ἡ ὡς ἐν σκιαῖς, φημὶ, καὶ τύποις, εἰκαία πως ἤδη καὶ αὐτοῖς ἀποφαίνεσθαι τοῖς ἐξ αἵματος Ἰσραὴλ, πιστώσεται λέγων Θεὸς διὰ φωνῆς ἁγίων· ποτὲ μὲν, "∆ιότι ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως, οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερα τείας, οὔτε δήλων·" καὶ πάλιν τῇ τῶν πιστευόντων πληθύϊ διαλεγόμενος, "Καὶ ἔσται, φησὶ, ὅταν πλη θυνθῆτε ἐπὶ τῆς γῆς, λέγει Κύριος, ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἐροῦσιν ἔτι, Κιβωτὸς ∆ιαθήκης Ἁγίου Ἰσραήλ· οὐκ ἀναβήσεται ἐπὶ καρδίαν, οὐδὲ ἐπισκε φθήσεται, οὐδὲ ὀνομασθήσεται, καὶ οὐ ποιηθήσεται ἔτι." Ἀλλ' ἦν δή που καὶ μάλα εἰκὸς, ταυτὶ συνιέντα τὸν Ἰσραὴλ, τιμῆσαι τῇ πίστει τὸν Ἐμμανουήλ. Ἐτράποντο δὲ πρὸς πᾶν τοὐναντίον. Ἀντεφέροντο γὰρ οὐ μετρίως, ἀνοσίῳ θυμῷ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων στρατηγούμενοι, καὶ τῆς βασκανίας φλογὶ διακεκαυμένην ἕχοντες τὴν καρδίαν, συκοφαντεῖν ἀπετόλμων θαυματουργοῦντα τὸν Ἰησοῦν, καὶ τοῖς ἐκ φθόνου μέλεσι κατηκόντιζον· κατέληξε δὲ πρὸς τοῦτο αὐτοῖς τῆς ἀπονοίας τὸ μέγεθος, ὥστε καὶ ἀποκτεῖναι ζητεῖν τὸν ἀρχηγὸν τῆς ζωῆς. Καὶ ἀπ εκτόνασι μὲν, πλὴν ἀνεβίω, καὶ γέγονεν "Ἀπαρχὴ τῶν κεκοιμημένων, καὶ πρωτότοκος τῶν νεκρῶν," ἵνα καὶ ἡμεῖς ἀποσεισάμενοι τὴν φθορὰν, καὶ τὸ τοῦ θανάτου διεκδύντες κράτος, ἐκεῖνο λέγωμεν τὸ προ φητικόν· "Ποῦ ἡ δίκη σου, θάνατε; ποῦ τὸ κέντρον σου, ᾅδη;" Καταργήσας τοίνυν τὸν θάνατον, ἀνέβη πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· ἥξει τε οὕτω κατὰ καιροὺς ἐν δόξᾳ θεοπρεπεῖ, καὶ καθήσεται κρι τής· ἀποδώσει