Encomium in sanctam Mariam deiparam

 Αγιος ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ. Χαίροις, Μαρία, τὸ κειμήλιον τῆς οἰκουμένης· χαίροις, Μαρία, ἡ περιστερὰ ἡ ἀμίαντος. Χαίροις, Μαρία, ἡ λαμπὰ

 ουτος ὁ ἐπικατάρατος τὴν χρυσοβελοθήκην αὐτοῦ κενώσας, ὑπάτους ἡμῖν καὶ κόμητας, καὶ τῶν μαγίστρων χορὸν καὶ βασιλίδων διήγειρεν· ἀλλ' ἡμεῖς ειπωμεν

 ανθρωπον μεταφέρει, καὶ ἀνατροπήν τινα καὶ μανίαν κακὴν εὑράμενος, ἀνάστατον ποιῆσαι ἐζήτησε τὸν εὐσεβέστατον βασιλέα, φίλον καὶ δοῦλον οντα τῆς ὀρθ

ανθρωπον μεταφέρει, καὶ ἀνατροπήν τινα καὶ μανίαν κακὴν εὑράμενος, ἀνάστατον ποιῆσαι ἐζήτησε τὸν εὐσεβέστατον βασιλέα, φίλον καὶ δοῦλον οντα τῆς ὀρθοδόξου πίστεως, ετι δὲ καὶ χορὸν ἁγίων βασιλίδων ἐν πίστει διαλαμπουσῶν· ἀλλ' οὐκ ἠδυνήθη εἰς τέλος προχωρῆσαι. Τὰ γὰρ τῶν πτωχῶν τοῖς φιλοχρύσοις διδοὺς, ἐνόμισε δι' αὐτῶν νικᾷν τὴν ἀλήθειαν, καὶ διὰ τῆς παγκάλου φιλαργυρίας ναυαγίῳ δεινοτάτῳ περιέπεσεν· ἐν λιμένι διάγων, ἐναυάγησε, μὴ κατέχων τοὺς τῆς πίστεως οιακας. ∆ιὸ καὶ ὑποβρύχιος γέγονε τοῖς κακοῖς, καὶ θέατρον τραγῳδίας 77.1040 ολῃ τῇ οἰκουμένῃ. ̓Ενόμισε γὰρ διὰ τοῦ παγκάκου καὶ πικροτάτου φρονήματος ἀναπείθειν τοὺς τῆς εὐσεβείας ἐργάτας, μὴ λαβὼν εἰς τὸν ἐσκοτισμένον αὐτοῦ νοῦν κατανοῆσαι διδασκαλίαν Πατέρων καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν, καὶ ἀρχαγγέλων φωνὰς, ἀσπλαγχνίαν τινὰ καὶ μανίαν εὑράμενος κακὴν, καὶ ἀθεΐαν περιβεβλημένος, λοιμὸν καὶ αθεον θρησκείαν τῇ οἰκουμένῃ θεσπίσαι ἠθέλησεν.

̓Αλλ' οὐχ ευρεν ἡμᾶς ἀπαρασκευάστους πρὸς τὴν παράνομον αὐτοῦ καὶ δύσφημον ἐπίνοιαν. Οὐ γὰρ οπλοις στρατιωτικοῖς θαῤῥοῦμεν, οὐδὲ τῇ χρυσοειδεῖ καὶ παγκάλῳ τιμωρίᾳ, ἀλλὰ διὰ τῶν ἁγίων καὶ θεοπνεύστων Γραφῶν πρὸς αὐτὸν τὰς ἀποκρίσεις ποιούμεθα. Τὰ γὰρ ἡμέτερα οπλα οὐ σαρκικὰ, οὐδ' ἐπίγεια, ἀλλὰ πνευματικὰ καὶ ἐπουράνια, καθὼς ὁ μακάριος Παῦλος ἐκήρυξεν. ̓Αλλὰ μὴ δόξῃ τις ταῦτα ἡμᾶς λέγοντας ὡς ἐπιχαίρειν τῷ πτώματί σου, πανάθλιε· καὶ γὰρ πεσόντος σου ἐπὶ τὸ σκάμμα τῆς δυσφημίας ταύτης, χεῖρά σοι διὰ γραμμάτων ὠρέξαμεν, καὶ παρήκουσας τῆς ἡμετέρας μετριότητος· διὰ τοῦτο τὸν τῆς παρακοῆς ἐκληρονόμησας κίνδυνον.Οτι γὰρ τούτων ουτως οντων ἀληθῶς μάρτυρα παρέχωμεν ἀξιόπιστον, τὸν ἁγιώτατον καὶ ἀρχιεπίσκοπον πάσης τῆς οἰκουμένης, Πατέρα τε καὶ πατριάρχην Κελεστῖνον τὸν τῆς μεγαλοπόλεως ̔Ρώμης, ος καὶ αὐτός σοι διὰ γραμμάτων παρῄνεσε, λέγων ἀποστῆναί σε τῆς μανιωδεστάτης δυσφημίας. Καὶ παρήκουσας δὲ αὐτοῦ, καὶ ἐνεκαυχήσω ἐν τῇ ματαιότητι τῆς μανίας σου· ξυρὸν πάσης τῆς οἰκουμένης γενόμενος, τὴν τετραπέρατον οἰκουμένην ἐτάραξας, καὶ πάντας τοὺς ἁγίους εἰς τὸν τόπον τοῦτον μετὰ πολλοῦ πόνου καὶ φόβου συνήλασας.Εγραψας γὰρ κακίαν, καὶ οὐδ' ολως ἀγαθωσύνην.

∆ιὰ τοῦτό σε ὁ Θεὸς καθελεῖ εἰς τέλος ἐκ τῆς ἱερωσύνης, καὶ ἀπὸ τῆς τῶν Πατέρων σοφίας ἐκτελεῖς, καὶ ἐκτείλας πρότερον ἀπὸ τῆς βασιλικῆς πόλεως, επειτα καὶ ἐκ τοῦ θρόνου τῆς ἀρχιερωσύνης, ουπερ ἀναξίως ἐτύγχανες ∆ιὰ τοῦτο οψονται οἱ δίκαιοι καὶ φοβηθήσονται, καὶ ἐπὶ σοὶ γελάσονται καὶ ἐροῦσιν· ̓Ιδοὺ ανθρωπος ος οὐκ εθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ, ἀλλ' ηλπισεν ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτοῦ, καὶ ἐνεδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ. ̔

Ημεῖς δὲ πάντες οἱ τῇ ἀληθείᾳ ἐξακολουθήσαντες τοῦ Εὐαγγελίου, ἐσόμεθα, κατὰ τὸ προφητικὸν ἐκεῖνο ῥῆμα, ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οικῳ τοῦ Θεοῦ, δοξάζοντες Θεὸν Πατέρα παντοκράτορα, καὶ τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ τὸν ἐκ Μαρίας γεννηθέντα, καὶ τὸ Πνεῦμα τὸ αγιον, τὸ ζωοποιὸν καὶ ζωὴν παρέχον πᾶσιν, ὑποτασσόμενοι βασιλεῦσι πιστοτάτοις, τιμῶντες καὶ τὰς ἐν τῇ παρθενίᾳ διαλαμπούσας ἁγίας βασιλίδας· τῇ δὲ ὑπὸ γάμον ὑπερευξόμεθα υἱὸν ἰδεῖν ἐξ αὐτῶν γεννηθέντα, καὶ διαμεῖναι τὸ φιλόθεον καὶ φιλόπιστον καὶ ὀρθόδοξον βασίλειον ἐν Χριστῷ ̓Ιησοῦ τῷ Κυρίῳ ἡμῶν, ῳ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ̓Αμήν.