Encomium in sanctam Mariam deiparam

 Αγιος ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ. Χαίροις, Μαρία, τὸ κειμήλιον τῆς οἰκουμένης· χαίροις, Μαρία, ἡ περιστερὰ ἡ ἀμίαντος. Χαίροις, Μαρία, ἡ λαμπὰ

 ουτος ὁ ἐπικατάρατος τὴν χρυσοβελοθήκην αὐτοῦ κενώσας, ὑπάτους ἡμῖν καὶ κόμητας, καὶ τῶν μαγίστρων χορὸν καὶ βασιλίδων διήγειρεν· ἀλλ' ἡμεῖς ειπωμεν

 ανθρωπον μεταφέρει, καὶ ἀνατροπήν τινα καὶ μανίαν κακὴν εὑράμενος, ἀνάστατον ποιῆσαι ἐζήτησε τὸν εὐσεβέστατον βασιλέα, φίλον καὶ δοῦλον οντα τῆς ὀρθ

ουτος ὁ ἐπικατάρατος τὴν χρυσοβελοθήκην αὐτοῦ κενώσας, ὑπάτους ἡμῖν καὶ κόμητας, καὶ τῶν μαγίστρων χορὸν καὶ βασιλίδων διήγειρεν· ἀλλ' ἡμεῖς ειπωμεν τὸ προφητικὸν ἐκεῖνο ῥῆμα· Ουτοι ἐν αρμασι, καὶ ουτοι ἐν ιπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ ἡμῶν. Εἰ γὰρ καὶ πρὸς τὰς ἐξουσίας τοῦ κόσμου, η πρὸς αὐτὸν τὸν εὐσεβέστατον βασιλέα ἐχρῆν τί με λαλῆσαι, οὐ μὴ αἰσχυνθήσομαι, οὐδὲ δειλανδρήσω, εχων τὸν προφήτην ∆αβὶδ παραινοῦντά μοι συνεχῶς καὶ λέγοντα· ̓Ελάλουν ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην.

Τίς ηκουσεν τοιαῦτα φρικτὰ καὶ φοβερὰ πράγματα; Τὸν ὑπὸ προφητῶν καὶ ἀποστόλων ἡμῖν κηρυττόμενον Χριστὸν καὶ Θεὸν Λόγον, νῦν εἰς ανθρωπον μεταμορφούμενον, καὶ τὴν Θεοτόκον ἀνθρωποτόκον λεγομένην! Μή μοι λοιπόν τις λεγέτω τὴν τῶν ἀχαρίστων καὶ μιαρῶν ̓Ιουδαίων ἀπότομον τόλμαν, ην κατὰ Χριστοῦ ἐτόλμησαν οἱ ἀγνώμονες τότε. Τίς γὰρ νῦν παῤῥησίαν εδωκεν; ̔Ο βλασφημήσας τὸ λόγιον τοῦ Θεοῦ λέγων, οτιΑνθρωπον ἐσταυρώσατε.Ετι δὲ καὶ πλάνην ̔Ελλήνων, καὶ κνίσσας ἀνόμους καὶ θυσίας παρανόμους λίθοις προσφερομένας, ἀλλὰ καὶ τοῦτο ἀγνωμοσύνης τὸ ἐπιτήδευμα, μήτε τὴν πικρὰν νόσον ̓Αρείου, καὶ τὴν μιαρωτάτην βλασφημίαν τῶν Μανιχαίων, καὶ λοιμικὸν ἐπιτήδευμα Σαβελλίου τε καὶ Πορφυρίου καὶ Φωτεινοῦ τοῦ κακόφρονος, εἰς ον ἐγκύψας καὶ ουτος ἐβλασφήμησεν· οιμοι! πάντας ὑπερέβαλεν ἡ τούτων κακία, καὶ πεπλήρωται εἰς αὐτὸν τὸ τοῦ ὑπερηφάνου ἐκείνου κεφάλαιον τοῦ λέγοντος· Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω· ῳ δὲ ἐῤῥέθη·Αφρων, ταύτῃ τῇ νυκτὶ οἱ αγγελοι τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· α δὲ ἡτοίμασας, τίνι εσται;Οσον γὰρ ἀνηνέχθης εἰς υψος μίασμα ὑπάρχων καὶ αἰσχρογενὴς, τοσοῦτον πάλιν κατηνέχθης εἰς 77.1037 βάραθρον βλασφημίας ἐμπεσὼν, ον οὐκ επεισε Παῦλος ὁ ἀπόστολος, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ τέττιξ ὁ ἐκκλησιαστικὸς, τὸ εὐαγγελικὸν καὶ ἐπουράνιον θυμίαμα, ἡ μυρότοκος πηγὴ, ὁ ἐπιστολοφόρος καὶ ἐπιστολογράφος, ὁ πηρωθεὶς ἐν τῇ ὁδῷ καὶ ἀναβλέψας διόλου πρὸς τὸ υψος τοῦ οὐρανοῦ τῇ θεογνωσίᾳ, ον ὀπτασία Χριστοῦ ἐπ' οψιν εῤῥιψεν, καὶ θεογνωσία πάλιν πρὸς πίστιν ὡδήγησεν, ος τὴν οἰκουμένην ἐστήριξεν πιστεύειν εἰς ὁμοούσιον Τριάδα, εἰς ενα Κύριον, μίαν πίστιν, εν βάπτισμα, ενα Πατέρα, ενα Υἱὸν, εν Πνεῦμα αγιον, ἀδιάστατον οὐσίαν, ἀπεριέργαστον, ἀκατάληπτον θεότητα, Θεὸν ἐκ Θεοῦ τὸν Κύριον, φῶς ἐκ φωτὸς, ἀπαύγασμα δόξης, ἐκ Παρθένου Μαρίας γεννηθέντα, κατὰ τὴν τοῦ ἀρχαγγέλου φωνὴν λέγοντος· Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Καὶ πάλιν ὁ αὐτός· Πνεῦμα αγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις ̔Υψίστου ἐπισκιάσει σοι. ∆ιὸ καὶ τὸ γεννώμενον αγιον, κληθήσεται Υἱὸς Θεοῦ ζῶντος. Οὐ μόνον δὲ διὰ τοῦ ἀρχαγγέλου Γαβριὴλ, ἀλλὰ καὶ διὰ τοῦ μακαρίου ∆αβὶδ ἀκούομεν καθ' ἑκάστην ἡμέραν κελαδοῦντα αὐτὸν ἐν ταῖς ἐκκλησίαις καὶ λέγοντα· Κύριος ειπεν πρός με· Υἱός μου ει σύ· ἐγὼ σήμερον γεγέννηκά σε.

Καὶ ὁ μεγαλόφρων ̔Ησαΐας, υἱὸς ̓Αμῶς τοῦ προφήτου, ὁ ἐκ προφήτου προφήτης, ἐκήρυξε λέγων· ̓Ιδοὺ ἡ Παρθένος ἐν γαστρὶ εξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ονομα αὐτοῦ ̓Εμμανουὴλ, ο ἐστιν μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός. ̓Αλλ' οὐ πιστεύεις προφήταις καὶ ἀποστόλοις, καὶ εὐαγγελισταῖς καὶ τῷ ἀρχαγγέλῳ Γαβριήλ; καν τοὺς συνδαίμονάς σου μίμησαι, τοὺς φρίξαντας αὐτοῦ τὴν δύναμιν καὶ φωνήσαντας· Τί ἡμῖν καὶ σοὶ, ̓Ιησοῦ Υἱὲ τοῦ Θεοῦ; ηλθες ωδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς. Εἰ γὰρ καὶ κατ' ἐκεῖνον τὸν καιρὸν ἐλέγετο ὑπὸ τοῦ δαίμονος τὸ ἀληθὲς πρὸ καιροῦ, ἀλλὰ καὶ νῦν ἐπὶ σὲ εφθακεν.Εδει μὲν ἐλθεῖν τὸν ̓Αντίχριστον· ἀλλὰ ταχέως ἀντ' ἐκείνου παραγέγονας. Ουτε τῷ πλανῶντί σε διαβόλῳ ἐπίθης τῷ λέγοντι· Εἰ Υἱὸς ει τοῦ Θεοῦ, εἰπὲ ινα οἱ λίθοι ουτοι αρτοι γένωνται.Ω πράγματος φοβεροῦ, οὐδὲ ἐκστάσεως γέμοντος! οἱ δαίμονες σὺν τῷ πατρὶ αὐτῶν τῷ διαβόλῳ, Υἱὸν Θεοῦ καλοῦσι τὸν ἐκ Μαρίας γεννηθέντα, καὶ ουτος τὸν Υἱὸν Θεοῦ εἰς