Encomium in sanctam Mariam deiparam

 Αγιος ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ. Χαίροις, Μαρία, τὸ κειμήλιον τῆς οἰκουμένης· χαίροις, Μαρία, ἡ περιστερὰ ἡ ἀμίαντος. Χαίροις, Μαρία, ἡ λαμπὰ

 ουτος ὁ ἐπικατάρατος τὴν χρυσοβελοθήκην αὐτοῦ κενώσας, ὑπάτους ἡμῖν καὶ κόμητας, καὶ τῶν μαγίστρων χορὸν καὶ βασιλίδων διήγειρεν· ἀλλ' ἡμεῖς ειπωμεν

 ανθρωπον μεταφέρει, καὶ ἀνατροπήν τινα καὶ μανίαν κακὴν εὑράμενος, ἀνάστατον ποιῆσαι ἐζήτησε τὸν εὐσεβέστατον βασιλέα, φίλον καὶ δοῦλον οντα τῆς ὀρθ

Αγιος ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ. Χαίροις, Μαρία, τὸ κειμήλιον τῆς οἰκουμένης· χαίροις, Μαρία, ἡ περιστερὰ ἡ ἀμίαντος. Χαίροις, Μαρία, ἡ λαμπὰς ἡ ασβεστος. ̓Εκ σοῦ γὰρ ὁΗλιος τῆς δικαιοσύνης γεγέννηται. Χαίροις, Μαρία, τὸ χωρίον τοῦ ἀχωρήτου, ἡ τὸν Μονογενῆ Θεὸν Λόγον χωρήσασα, ἡ τὸν στάχυν ανευ ἀρότρου καὶ σπέρματος βλαστήσασα τὸν ἀμαράντινον. Χαίροις, Μαρία 77.1033 Θεοτόκε, δι' ην προφῆται κελαδοῦσιν, δι' ην ποιμένες δοξολογοῦσιν, λέγοντες σὺν ἀγγέλοις τὸν φοβερὸν ἐκεῖνον υμνον· ∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

Χαίροις, Μαρία Θεοτόκε, δι' ην αγγελοι χορεύουσιν, ἀρχάγγελοι σκιρτῶσι φρικωδεστάτους υμνους ἀναπέμποντες. Χαίροις, Μαρία Θεοτόκε, δι' ην μάγοι προσκυνοῦσιν, ὑπὸ ἀστέρος λαμπαδούχου ὁδηγούμενοι. Χαίροις, Μαρία Θεοτόκε, δι' ην τὸ δεκάκτινον κάλλος τῶν ἀποστόλων ἐκλέλεκται. Χαίροις, Μαρία Θεοτόκε, δι' ην ̓Ιωάννης ετι ων ἐν τῇ κοιλίᾳ τῆς μητρὸς αὐτοῦ ἐσκίρτησεν, καὶ προσεκύνησεν ὁ λύχνος τῷ φωτὶ τῷ ἀκοιμήτῳ. Χαίροις, Μαρία Θεοτόκε, δι' ης προῆλθεν ἡ χάρις ἡ ἀνεκλάλητος, περὶ ης ὁ ̓Απόστολος βοῶν ελεγεν· ̓Επεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις. Χαίροις, Μαρία Θεοτόκε, δι' ης προῆλθε τὸ φῶς τὸ ἀληθινὸν ὁ Κύριος ἡμῶν ̓Ιησοῦς Χριστὸς, ὁ λέγων ἐν τοῖς Εὐαγγελίοις· ̓Εγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Χαίροις, Μαρία Θεοτόκε, δι' ης ἐπέλαμψε φῶς τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις. ̔Ο λαὸς γὰρ, φησὶν, ὁ καθήμενος ἐν σκότει, ιδε φῶς μέγα. Ποῖον αρα φῶς, εἰ μὴ τὸν Κύριον ἠμῶν ̓Ιησοῦν Χριστὸν, τὸ φῶς τὸ ἀληθινὸν, τὸ φωτίζον πάντα ανθρωπον ἐρχόμενον εἰς τὸν κόσμον; Χαίροις, Μαρία Θεοτόκε, δι' ην ἐν Εὐαγγελίοις κηρύσσεται· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· δι' ην καὶ ἐν πόλεσιν καὶ ἐν κώμαις καὶ ἐν νήσοις ̓Εκκλησίαι ὀρθοδόξων τεθεμελίωνται. Χαίροις, Μαρία Θεοτόκε, δι' ης προῆλθεν ὁ τοῦ θανάτου νικητὴς, καὶ τοῦ ᾳδου ὀλοθρευτής. Χαίροις, Μαρία Θεοτόκε, δι' ης προῆλθεν ὁ τοῦ πρωτοπλάστου πλάστης, καὶ τῆς παραβάσεως αὐτοῦ διορθωτὴς, καὶ τῆς ἐν οὐρανῷ βασιλείας ὁδηγός. Χαίροις, Μαρία Θεοτόκε, δι' ης ηνθησε καὶ ἐξέλαμψε τὸ τῆς ἀναστάσεως κάλλος. Χαίροις, Μαρία Θεοτόκε, δι' ης βάπτισμα ἁγιοσύνης φρικτόν τε καὶ ̓Ιορδανικὸν εῤῥευσεν.

Χαίροις, Μαρία Θεοτόκε, δι' ης ὁ ̓Ιωάννης καὶ ̓Ιορδάνης ἁγιάζονται, καὶ διάβολος ἀτιμάζεται. Χαίροις, Μαρία Θεοτόκε, δι' ης πᾶσα πνοὴ πιστεύουσα σώζεται. Χαίροις, Μαρία Θεοτόκε· διὰ σοῦ γὰρ καὶ τὰ θαλάττια κύματα γαληνιῶντα καὶ ἡσυχάζοντα, τοὺς συνδούλους ἡμῶν καὶ συλλειτουργοὺς μετὰ χαρᾶς καὶ ἡμερότητος ἐβάστασαν. Καὶ γὰρ ἡ γῆ ποτε ὑπὸ λῃστῶν πατουμένη, τῇ τῶν ἁγίων Πατέρων ἐπιδημίᾳ εἰς εἰρήνην μεταβέβληται.

Γέγραπται γάρ· ̔Ως ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην! Ποίαν εἰρήνην; τὸν Κύριον ἡμῶν ̓Ιησοῦν Χριστὸν τὸν κήρυκα τῆς εἰρήνης, τὸν λέγοντα ἐν τοῖς ἁγίοις Εὐαγγελίοις· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. Ποίαν εἰρήνην; ην βλασφημήσας Νεστόριος οὐ παρεδέξατο λέγων, οτι Οὐκ ἐτέχθη, φησὶν, ὁ Κύριος ἡμῶν ̓Ιησοῦς Χριστὸς ὁ τοῦ Θεοῦ Υἱὸς Λόγος ἐκ τῆς Παρθένου Μαρίας, μήτε ατρωτον τὸν τῆς παρθενίας τόκον ἐπιστάμενος, μήτε τῇ ἀρχαγγελικῇ φωνῇ πιστεύων τῇ λεγούσῃ· Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. 77.1036 Περσικῇ γὰρ βασιλείᾳ ἐξομοιούμενος, καὶ τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ ἀθετεῖν πειρώμενος, ἐπὶ ἀπωλείᾳ πολλῶν καὶ βλασφημίᾳ ψυχῶν ταῦτα ἐμυθολόγησεν. ̓Αλλ' ἐπειδὴ τῇ προτέρᾳ πολλὰ περὶ τοῦ κακῶς δυσφημήσαντος τούτου ἀλεκτρυόνος ἐκελάδησα, οτε τὸν πέρδικα ὑμῖν εἰσηγησάμην, ον ̔Ιερεμίας ὁ προφήτης ἐκήρυξε λέγων, ̓Εφώνησε πέρδιξ, συνήγαγεν α οὐκ ετεκεν· καὶ πάλιν ὁ μιαρὸς ουτος καὶ βλάσφημος βλέπων τοὺς κόμητας ὑπερασπίζοντας αὐτοῦ, τούτοις θαῤῥῶν ἀνεπτερύξατο, καὶ δοκῶν ἡμᾶς καταπλῆξαι, μᾶλλον διήγειρεν· δεῦτε, μετὰ στεναγμῶν καὶ δακρύων συνήθως ειπωμεν· ̓Αγαθὸν πεποιθέναι ἐπὶ Κύριον, η πεποιθέναι ἐπ' αρχουσιν. Ουτος γὰρ,