De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
δίκαιον ὁ ὕπαρχος φυλάττει, ἐκεῖ καὶ ὁ Θεὸς ἡμῶν ὑμνεῖται καὶ δοξάζεται. Ἔς, ὁ Θεὸς ὁ ἐγείρας Λάζαρον, φύλαττε τὸν ὕπαρχον." Καὶ εἶθ' οὕτως δέχεται τὸ μέρος τῶν Πρασίνων εἰς τὸν Ἅγιον Ἰωάννην τὸν θεολόγον, καὶ ἀκτολογοῦσι τὰ ὅμοια, δηλονότι ἔμπροσθεν αὐτοῦ καὶ αὐτοὶ προπορευόμενοι. Καὶ πάλιν δέχεται τὸ μέρος τῶν Βενέτων ἐν τῷ Πραιτωρίῳ, καὶ ἀκτολογοῦσι τὰ ὅμοια, δηλονότι καὶ αὐτοὶ προπορευόμενοι ἔμπροσθεν αὐτοῦ, ἕως ἂν πληρωθῇ ἡ αὐτὴ ἀκτολογία, καὶ εἶθ' οὕτως ὑποστρέφουσιν. 2.178 ΠΘʹ (Πʹ) Ὅσα δεῖ παραφυλάττειν εἰς τὴν τοῦ δημάρχου καλημέριν τῇ
τρίτῃ τῆς Γαλιλαίας. Ἀπιόντος τοῦ δήμου μετὰ καὶ τοῦ ὀργάνου εἰς τὴν αὐλὴν τοῦ δημάρχου, καὶ αὐτοῦ κατιόντος ἐμπράττως, ἤτοι μετὰ τοῦ χλανιδίου, καὶ καβαλικεύοντος καὶ ἱσταμένου, ἄρχονται οἱ τοῦ μέρους ἀκτολογεῖν αὐτῷ ταῦτα· "Τὴν καλὴν ἡμέραν ποιήσωμεν μετὰ τοῦ δημάρχου τῶν Βενέτων. Τρισάγιε, βοήθησον τοὺς δεσπότας καὶ σὺ αὐτοὺς θεράπευσον ἐπὶ πᾶσιν, πλεονάζων τῆς ζωῆς αὐτῶν χρόνους σὺν ταῖς τιμίαις Αὐγούσταις ἐν τῇ πορφύρᾳ εἰς τελείαν χαρμονὴν τῶν Ῥωμαίων καὶ Βενέτων τῶν γνησίων ὑμῶν δούλων. Ἔς, ἅγιε, τρισάγιε, τοὺς δεσπότας φύλαττε· Πνεῦμα τὸ πανάγιον, τὰς Αὐγούστας σκέπασον. Κύριε, ζωὴν αὐτῶν διὰ τὴν ζωὴν ἡμῶν. Ἔς, ὀ ὀῖ ἔς, Κύριε, χαῖρε, καλή σου ἡμέρα. Ὅλη ἡμέρα σήμερον καλή σου ἡμέρα γίνεται. Ὁ δεῖνα πρωτοσπαθάριε καὶ δήμαρχε, πολλοί σου χρόνοι. Ὁ ἀναστὰς Θεὸς ἡμῶν ζωήν, ὑγείαν δώσῃ σοι. Τοῦ δεσπότου γνήσιε, τὸ θεῖον περισώσῃ σε καὶ πλείονα δωρήσηται Θεὸς ὁ ἐπουράνιος ἵνα εὐτυχοῦντός σου ὁρῶμεν καὶ χαιρώμεθα.
Τοῦτο πάντως γίνηται προνοίᾳ τοῦ Θεοῦ ἡμῶν. Ἀξίως σοι εὐχόμεθα Βένετοι, παγκόσμιε, ὅτι ὑπερβάλλουσαν ἔχεις καλοθέλειαν, καὶ εὐχὰς κομίζεσαι ἐκ τῶν ἀγαπώντων σε· 2.179 ὡς γὰρ ἀγαπῶμέν σε, ἀξίως σοι εὐχόμεθα ἵνα ἀδιάδοχος μείνης διοικῶν ἡμᾶς. Ἔς, ὁ ἀναστὰς Θεὸς ἡμῶν φύλαττε τὸν δήμαρχον." Ἰστέον ὅτι καὶ οἱ τοῦ μέρους τῶν Πρασίων τὴν ὁμοίαν τάξιν καὶ ἀκολουθίαν ποιοῦσιν τῷ ἰδίῳ δημάρχῳ καὶ τὰ αὐτὰ ἄκτα ἀκτολογοῦσιν αὐτῷ. Χρὴ γινώσκειν ὅτι, τῆς προρρηθείσης τάξεως καὶ ἀκολουθίας τελεσθείσης ἐν τῷ τοῦ δημάρχου οἴκῳ, ὀψικεύει ἀπὸ τῶν ἐκεῖσε αὐτὸν ὁ δῆμος ἕως τοῦ Ἱπποδρομίου, δηλονότι αὐτοῦ ἱσταμένου ἐν τῷ δεκάτῳ καγκέλλῳ. Καὶ τούτου ἐκεῖσε ἱσταμένου, πάλιν ἵσταται ὁ δῆμος ἀκτολογῶν αὐτῷ ταῦτα· Οἱ κράκται· "Καλῶς ἦλθες, θεοστέπτων ὁ δοῦλος." Ὁ λαός· "Καλῶς ἦλθες." Οἱ κράκται· "Καλῶς ἦλθες, προβολὴ εὐεργετῶν." Ὁ λαός· "Καλῶς ἦλθες." Οἱ κράκται· "Καλῶς ἦλθες, ὁ εὐγενὴς ἐκ προγόνων." Ὁ λαός· "Καλῶς ἦλθες." Οἱ κράκται· "Καλῶς ἦλθες, ὁ δεῖνα πρωτοσπαθάριε καὶ δήμαρχε τῶν Βενέτων." Ὁ λαός· "Καλῶς ἦλθες." Οἱ κράκται· "Ἀλλ' ὁ πάντων Ποιητὴς καὶ ∆εσπότης" Ὁ λαός· "Καλῶς ἦλθες." Οἱ κράκται· "Ὁ ἀναστὰς παραδόξως ἐκ τάφου" Ὁ λαός· "Καλῶς ἦλθες." Οἱ κράκται· "καὶ τὸ χαῖρε δεδωκὼς μυροφόροις," Ὁ λαός· "Καλῶς ἦλθες." Οἱ κράκται· "τοὺς χρόνους σου πληθύνῃ εἰς μήκη χρόνων." Ὁ λαός· "Καλῶς ἦλθες." Οἱ κράκται· "Ἔς, ὁ Θεὸς ὁ ἅγιος, φύλαττε τὸν δήμαρχον." Καὶ ὁ λαὸς ὁμοίως ἐκ γʹ. Ἰστέον ὅτι καὶ οἱ τοῦ μέρους τῶν Πρασίνων τὴν ὁμοίαν τάξιν καὶ ἀκολουθίαν ποιοῦσιν τῷ ἰδίῳ δημάρχῳ καὶ τὰ αὐτὰ ἄκτα ἀκτολογοῦσιν αὐτῷ καὶ ἐν τῷ αὐτῷ τόπῳ.
2.180 ϛʹ (ΠΑʹ) Ὅσα δεῖ παραφυλάττειν ἐπὶ νυμφαγωγίῳ.
121
Τῇ ἑσπέρᾳ ἀπέρχονται τὰ δύο μέρη μετὰ καὶ τῶν ἰδίων ὀργάνων, καὶ τῆς νύμφης κατιούσης καὶ ὀψικευομένης ὑπὸ πληθίων καὶ χειροκυμβάλων, μετὰ τὸ καβαλικεῦσαι αὐτὴν ἵσταται, καὶ ἀκτολογοῦσι τὰ δύο μέρη ταῦτα· "Καλῶς ἦλθες, θεοστέπτων ἡ δούλη." Ὁ λαὸς ἐκ γʹ· "Καλῶς ἦλθες." Οἱ κράκται· "Καλῶς ἦλθες, προβολὴ εὐεργετῶν." Ὁ λαὸς ἐκ γʹ· "Καλῶς ἦλθες." Οἱ κράκται· "Καλῶς ἦλθες, ἡ εὐγενὴς ἐκ προγόνων." Ὁ λαὸς ἐκ γʹ· "Καλῶς ἦλθες." Οἱ κράκται, "Ἔς, ὁ Θεὸς ὁ ἅγιος, τοὺς νεονύμφους φύλαξον. Πνεῦμα τὸ πανάγιον, τοὺς συμπενθέρους φύλαξον. Ἅγιε, τρισάγιε, τοὺς παρανύμφους φύλαξον." Καὶ λέγουσι τὴν φωνὴν ἦχ· αʹ· "Ἄνθη