De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
μηνύεται πᾶσα ἡ σύγκλητος, ἵνα πρωῒ ἔλθωσι μετὰ ἀλλαξίμων, καὶ τὸ πρωῒ ἀλλάσσει πᾶσα ἡ σύγκλητος καὶ τὰ ἀξιώματα τῶν σχολῶν καὶ τῶν λοιπῶν ταγμάτων, καὶ παραλαμβάνουσι τὰ σκεύη πρὸς τὸ ὀψικεῦσαι τοὺς δεσπότας. Καὶ πάντων εὐτρεπισθέντων, ἔρχεται ὁ πατριάρχης καὶ εἰσέρχεται διὰ τῆς ∆άφνης εἰς τὸν Ἅγιον Στέφανον, καὶ ἐκδέχεται τοὺς δεσπότας, καὶ ἐξέρχονται τὰ σκεύη πάντα καὶ ὁ σταυρὸς ἐν τῷ Τριβουναλίῳ τῶν ιθʹ Ἀκκουβίτων, ὁμοίως καὶ τὰ μέρη καὶ οἱ τῆς πόλεως καὶ τὰ στρατεύματα· ὁ δὲ τῆς καταστάσεως εὐτρεπίζει τὰ βῆλα εἰς τὸν πόρτικα τῶν ιθʹ Ἀκκουβίτων, ὡς ἔχει ἡ συνήθεια, καὶ καθέζονται οἱ δεσπόται εἰς τὸν αὐτὸν τρίκλινον ἐν σελλίοις, φοροῦντες τὰ διβητήσια καὶ τὰς χλαμύς ἐστιν πράσινος ἔχουσα ῥόδα χρυσᾶ καὶ ταβλία χλαμύδας καὶ τὰ στέμματα, καὶ εἷς καῖσαρ καθέζεται ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων, καὶ νεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ, καὶ ἐξέρχεται μετὰ ὀστιαρίων καὶ προσκαλεῖται βῆλον αʹ· τὸν κουροπαλάτην, δεύτερον· μαγίστρους, γʹ· τοὺς πατρικίους, καὶ τὰ λοιπὰ βῆλα κατὰ τάξιν, ὡς ἔχει ἡ συνήθεια. Καὶ ὅτε πληρωθῇ πάντα τὰ βῆλα καὶ σταθῇ τὸ σέκρετον ὅλον, κελεύουσιν οἱ δεσπόται λαλῆσαι 2.34 αὐτοῖς τὰ περὶ τοῦ νωβελησίμου, καὶ εἴ τι βούλονται, ἀνταποκρίνονται. Καὶ νεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ, καὶ λέγει· "Κελεύσατε" καὶ ἐπευχόμενοι ἐξέρχονται, καὶ ἐξέρχεται ἡ σύγκλητος καὶ ἵσταται εἰς τὰ γραδήλια τοῦ Τριβουναλίου ἔνθεν κἀκεῖθεν τοῦ ἡλιακοῦ. Οἱ δὲ πατρίκιοι ἵστανται εἰς τὸν πόρτικα τῶν ιθʹ Ἀκκουβίτων κονσιστώριον, καὶ εὐθέως ἐξέρχονται οἱ δεσπόται ἅμα τῶν καισάρων καὶ τοῦ πατριάρχου, καὶ δέχονται αὐτοὺς οἱ πατρίκιοι ἐν τῷ πορτίκῳ, καὶ εὐθέως πίπτουσιν, καὶ λέγει ὁ τῆς καταστάσεως· "Κελεύσατε" καὶ ἐξέρχονται καὶ ἵστανται εἰς τὰ γραδήλια τοῦ Τριβουναλίου ἔνθεν κἀκεῖθεν· οἱ δὲ δεσπόται ἐξέρχονται διὰ τῶν μέσων πυλῶν ἐν τῷ ἡλιακῷ, καὶ εὐθέως κελεύουσι λαλῆσαι τοῖς λαοῖς τὰ περὶ τοῦ νωβελησίμου, καὶ εἴ τι ἂν θέλωσιν, ἀποκρίνονται, καὶ τίθεται ἀντιμίσιν, ἔνθα κεῖται ἥ τε χλαμὺς καὶ ἡ φίβλα. Ἡ μὲν χλαμύς ἐστιν πράσινος ἔχουσα ῥόδα χρυσᾶ καὶ ταβλία χρυσᾶ. Καὶ νεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ καὶ τῷ μαγίστρῳ, καὶ ἀπέρχονται καὶ φέρουσιν τὸν ὀφείλοντα προχειρίζεσθαι νωβελήσιμον, φοροῦντα διβητήσιν ῥούσιον καὶ καμπότουβα καὶ καμπάγια· καὶ ἵσταται ὁ πατριάρχης ἔμπροσθεν τοῦ ἀντιμισίου, οἱ δὲ δεσπόται εἰς τὸ πλάγιον τοῦ πατριάρχου ἔνθεν κἀκεῖθεν, καὶ ὄπισθεν τῶν δεσποτῶν οἱ καίσαρες, καὶ οὕτως ὁ νωβελήσιμος. Καὶ λαμβάνουσιν οἱ δεσπόται καὶ οἱ καίσαρες καὶ ὁ νωβελήσιμος κηρούς, καὶ ἅπτουσιν, καὶ ὅτε λέξῃ ὁ διάκονος τὴν λιτανίαν, κύπτει ὁ πατριάρχης καὶ ποιεῖ τὴν εὐχήν, καὶ ὅτε πληρώσῃ τὴν εὐχήν, λαμβάνει τὴν χλαμύδα καὶ ἐπιδίδωσι τοῖς βεστήτορσι, καὶ οἱ βεστήτορες ἐφαπλοῦσιν αὐτήν, καὶ εὐθέως προσφέρει ὁ πραιπόσιτος καὶ ὁ μάγιστρος τὸν ὀφείλοντα προχειρίζεσθαι νωβελήσιμον ἔμπροσθεν τῶν δεσπο 2.35 τῶν, καὶ λαμβάνουσιν οἱ δεσπόται τὴν χλαμύδα καὶ περιβάλλουσιν αὐτῷ, καὶ φιλοῦσιν αὐτόν, καὶ εὐθέως ἀνακράζουσι τὰ μέρη καὶ πᾶς ὁ λαός· "Πολλὰ τὰ ἔτη τῶν βασιλέων· ὁ δεῖνα καὶ ὁ δεῖνα μεγάλων βασιλέων καὶ αὐτοκρατόρων, πολλὰ τὰ ἔτη· ὁ δεῖνα τῆς εὐσεβεστάτης Αὐγούστης πολλὰ τὰ ἔτη· ὁ δεῖνα εὐτυχεστάτου καίσαρος πολλὰ τὰ ἔτη· ὁ δεῖνα ἐπιφανεστάτου νωβελησίμου πολλὰ τὰ ἔτη.". Καὶ ἐν τῇ συμπληρώσει τῆς εὐφημίας εἰσέρχονται οἱ δεσπόται καὶ οἱ καίσαρες καὶ ὁ νωβελήσιμος, καὶ καθέζονται ἐν τῷ τρικλίνῳ τῶν ιθʹ Ἀκκουβίτων, καὶ εἷς καῖσαρ καθέζεται ἐν τῷ δεξιῷ μέρει καὶ εἷς ἐξ ἀριστερᾶς, καὶ ἵσταται ὁ νωβελήσιμος εἰς τὸ δεξιὸν μέρος, καὶ εἰσέρχεται τὸ σέκρετον, βῆλα, βῆλα, ὥς ἐστιν ἡ συνήθεια. Εἰ μέν ἐστιν ἡ ἁγία καὶ μεγάλη Κυριακή, προσκυνοῦσα ἡ σύγκλητος δίδωσι τὴν ἀγάπην, εἰ δὲ ἄλλη ἑορτή, τὴν προσκύνησιν καὶ μόνον, καὶ προσκυνοῦσι τοὺς πόδας καὶ τὰ δύο γόνατα τοῦ μεγάλου δεσπότου, ὁμοίως καὶ τοῦ μικροῦ, καὶ προσκυνοῦσιν ἓν γόνατον τοῦ ἐκ δεξιοῦ καίσαρος, καὶ ἓν τοῦ ἐξ εὐωνύμου, τοῦ δὲ ἑστῶτος νωβελησίμου φιλοῦσι τὴν χεῖρα, καὶ προσκυνοῦντες ἵστανται κονσιστώριον. Καὶ ὅτε πληρώσῃ ἡ σύγκλητος τὴν εὐχαριστίαν, νεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ, καὶ λέγει· "Κελεύσατε" καὶ ἐπεύχονται, καὶ ἐξέρχεται τὸ σέκρετον, καὶ πληροῦται πᾶσα ἡ ἀκολουθία τῆς ἑορτῆς, ὡς ἦν τυπικόν. Χρὴ δὲ γινώσκειν ὅτι εἰς τὴν ἀγάπην καὶ εἰς τὴν κοινωνίαν οἱ καίσαρες καὶ ὁ νωβελήσιμος μετὰ τῶν δεσποτῶν κοινωνοῦσιν ὁμοίως καὶ εἰς τὴν ἀγάπην. 2.36 Ἀκτολογία τῶν δήμων ἐπὶ χειροτονίᾳ νωβελησίμου. Χρῆ γινώσκειν ὅτι ἐὰν ὁ βασιλεὺς θελήσῃ ποιῆσαι