De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
αὐτῶν ἐν τῷ τρικλίνῳ καὶ στάντων, προσκυνεῖται ὁ βασιλεὺς ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, καὶ λαμβάνει νεῦμα ὁ πραιπόσιτος εἰπεῖν μειζόνως τό· "Κελεύσατε" οἱ δὲ ὑπερεύχονται τό· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους." Τοῦτο γίνεται καθ' ἑκάστην δοχὴν τοῦ βασιλέως. Εἶτα ἐξέρχονται ἔξω τῶν ἀργυρῶν πυλῶν ἔνθα ἵσταται τὸ σένζον, κἀκεῖσε ἵστανται, καὶ ἐξέρχεται ὁ βασιλεὺς εἰς τὴν ἀργυρᾶν πύλην, καὶ προσκυνοῦσιν αὐτὸν πάντες οἱ προειρημένοι. Εἶτα λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, νεύει τῷ τῆς καταστάσεως, κἀκεῖνος λέγει· "Κελεύσατε," καὶ ἀπέρχεται ἕκαστος ἐν τῇ ἰδίᾳ αὐτοῦ τάξει τε καὶ στάσει. Ὁ δὲ τῆς καταστάσεως ποιήσας τὸ ῥωσθέλιον, ὡς εἴθισται αὐτῷ, ἐπιδίδωσι τῷ βασιλεῖ, ὁ δὲ βασιλεὺς ἀνελθὼν ἐν τῷ σένζῳ, κατασφραγίζει τὸν λαὸν ἐκ τρίτου καὶ καθέζεται. Καὶ ὁ πραιπόσιτος λαβὼν νεῦμα παρὰ τοῦ βασιλέως, παρακύψας νεύει τῷ λαῷ ἐκ γʹ διὰ τῆς χειρός, καὶ ἡσυχάζουσι τὰ ὄργανα, τὰ δὲ δύο μέρη τὰς συνήθεις φωνὰς καὶ εὐφημίας ἐκτελοῦσιν, καὶ τούτων παυσαμένων, αὐλεῖ τὸ ὄργανον μέρους τῶν Βενέτων, καὶ τούτου αὐλήσαντος καὶ παυσαμένου, ἄρχεται ὁ δῆμος τῶν Βενέτων τὸν ἀπελατικόν, καὶ τούτου τελεσθέντος, ἄρχεται τὴν φωνήν.
Εἶθ' οὕτως λαμβάνει νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, κἀκεῖνος ἀπελθών, λαμβάνει τοὺς δομεστίκους τοὺς μεγάλους, ὡς ἡ συνήθεια ἔχει, καὶ 2.108 κατελθόντες, ἵστανται εἰς τὰς τάξεις αὐτῶν· τὸ αὐτὸ δὲ ποιοῦσιν καὶ οἱ Πράσινοι, λέγουσιν τὰ ἄκτα αὐτῶν, καὶ τοῦ ὀργάνου αὐλήσαντος, λέγουσιν τὸν ἀπελατικόν, εἶθ' οὕτως τὴν φωνήν. Καὶ ἀνίσταται ὁ βασιλεὺς ἀπὸ τοῦ σένζου αὐτοῦ, καὶ αὐλοῦσι τὰ ὄργανα, ὁ δὲ βασιλεὺς ἵσταται εἰς τὸ σένζον, οἱ δὲ πατρίκιοι καὶ οἱ στρατηγοὶ ἵστανται εἰς τὸ Τρίκογχον ἔνθεν κἀκεῖσε, εἶτα λαμβάνει νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, καὶ νεύει τῷ φωνοβόλῳ κουβικουλαρίῳ τῷ λέγοντι· "Ὁ παντοδύναμος καὶ πολυέλεος Θεός" καὶ τὰ ἑξῆς· ὁ δὲ κουβικουλάριος νεύει ἀπὸ τοῦ παρακυπτικοῦ, καὶ παύουσι τὰ ὄργανα, καὶ ἄρχονται τὰ μέρη αἰτεῖσθαι τὰς τέσσαρας αἰτήσεις, καὶ ἑκάστης πέρας εἰληφυίας, λαμβάνει νεῦμα ὁ πραιπόσιτος, καὶ νεύει τῷ φωνοβόλῳ, κἀκεῖνος συντίθεται τῷ λαῷ ἐκ τρίτου διὰ τῆς χειρὸς κατὰ τὰς αἰτήσεις αὐτῶν. Καὶ συνταξάμενος αὐτοῖς ὁ βασιλεύς, εἰσέρχεται εἰς τὸ Τρίκογχον, εἶτα στὰς ἔμπροσθεν τῆς βαθμίδος τῆς κόγχης τοῦ τρικλίνου, ὁ βασιλεὺς νεύει τῷ πραιποσίτῳ, ὁ δὲ πραιπόσιτος λέγει· "Κελεύσατε." Καὶ πάντων τῶν ἀρχόντων ἐξελθόντων, μένει ὁ βασιλεὺς μετὰ τοῦ κουβουκλείου μόνου, ὁ δὲ πραιπόσιτος, λαβὼν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ τὸ στέμμα, προσκαλεῖται τοὺς βεστήτορας, καὶ ἀπαλλάσσουσιν τὴν χλανίδα τοῦ βασιλέως. Εἶθ' οὕτως ἐξέρχεται ὁ βασιλεὺς ἀπὸ τοῦ Τρικόγχου, καὶ διέρχεται πάλιν διὰ τῶν αὐτῶν διαβατικῶν, καὶ ἀπέρχεται εἰς τὸν Χρυσοτρίκλινον, καὶ ὁ πραιπόσιτος λαβὼν ἀποκόμβιον τῶν δύο μερῶν, δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, διέρχεται διὰ τῶν διαβατικῶν, καὶ ἀπέρχεται ἐν τῷ ἡμικυκλίῳ φιάλης τοῦ Τρικόγχου, καὶ παρακύπτει κάτωθεν, οἱ δὲ τοῦ μέρους τῶν Βενέτων κρατοῦσιν ἡπλωμένην τὴν χλανίδα τοῦ δημάρχου αὐτῶν, εἰς ἣν δέχονται τὸ ἀποκόμβιον τὸ διὰ τοῦ πραιποσίτου παρὰ τοῦ βασιλέως πεμφθὲν αὐτοῖς. Ὁμοίως δὲ καὶ οἱ Πράσινοι τὸ αὐτὸ ποιοῦσιν. Εἶτα ὑποστρέφει ὁ πραιπόσιτος μετὰ τοῦ κου 2.109 βουκλείου, καὶ τοῦ βασιλέως καθεσθέντος ἐπὶ τοῦ σένζου, φοροῦντος καὶ τὸ σαγίον αὐτοῦ, καὶ τοῦ κουβουκλείου εἰς τὸν Χρυσοτρίκλινον ἑστῶτος, κελεύει εἰσαχθῆναι προβολὰς ἀξιωμάτων πολλῶν, ἀπό τε μανδατώρων προαναβιβάζων καθ' ἑκάστην τάξιν ἕως πρωτοσπαθαρίων, εἰ κελεύει δέ, προβάλλεται καὶ πατρικίους. Καὶ τούτων τελεσθέντων, καθέζεται ἐπὶ τῆς τιμίας αὐτοῦ τραπέζης εἰς τὸν Ἰουστινιανοῦ τρίκλινον, καὶ κελεύει εἰσελθεῖν σάξιμα· καὶ εἰσάγεται πρῶτον σάξιμον, τὸ κουβούκλειον· καὶ τῇ δευτέρᾳ τάξει εἰσέρχονται οἱ πατρίκιοι ἅμα τῶν πρωτοσπαθαρίων καὶ λοιπῶν βασιλικῶν· τῇ τρίτῃ δὲ καταστάσει εἰσέρχεται ὁ δομέστικος τῶν σχολῶν μετὰ τοῦ περατικοῦ δήμου τῶν Βενέτων· τῇ δὲ τετάρτῃ καταστάσει εἰσέρχεται ὁ ἐξκούβιτος μετὰ τοῦ περατικοῦ τῶν Πρασίνων δήμου· τῇ δὲ πέμπτῃ καταστάσει εἰσέρχονται οἱ τοῦ μέρους τῶν Βενέτων· τῇ δὲ ἕκτῃ καταστάσει οἱ τοῦ μέρους τῶν Πρασίνων. Καὶ ἑκάστη αὐτῶν τάξις λαβοῦσα ἀποκόμβιον, ἔχον χρήματα ἱκανά, ἐξέρχεται, εὐχαριστοῦσα τὸν Θεὸν καὶ εὐφημοῦσα καὶ ὑπερευχομένη αὐτῷ.
2.110 ΟΣʹ (ΞΖʹ) Περὶ τῆς τῶν ἁπάντων ἀρχόντων τάξεώς τε καὶ