1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

63

ἐπιφάνειαν αὐτοῦ τὴν ἔνδοξον. Παράγεσθαι δὲ μέλλομεν καθ' ἕνα εἰς ἐξέτασιν τῶν βεβιωμένων ἡμῖν. Εἶτα τῷ πολλὰ πο νηρὰ πεποιηκότι κατὰ τὸν βίον, φοβεροί τινες καὶ κατηφεῖς παρίστανται ἄγγελοι, πῦρ βλέποντες, πῦρ ἀναπνέοντες, διὰ τὴν πονηρίαν τῆς προαιρέσεως· νυκτὶ ἐοικότες τὰ πρόσωπα, διὰ τὸ κατηφὲς καὶ μισ άνθρωπον. Εἶτα βάραθρον βαθὺ, καὶ σκότος ἀδιεξ όδευτον, καὶ πῦρ ἀλαμπὲς ἐν τῷ σκότει, τὴν μὲν καυ στικὴν δύναμιν ἔχον, τὸ δὲ φῶς ἀφῃρημένον. Εἶτα σκωλήκων τι γένος ἰοβόλων καὶ σαρκοφάγων, ἀπλή στως ἐσθίον καὶ μηδέποτε κορεννύμενον, ἀφορήτους ὀδύνας ἐμποιοῦν τῇ καταβρώσει· εἶτα τὴν πασῶν χαλεπωτάτην κόλασιν, τὸν ὀνειδισμὸν ἐκεῖνον, καὶ τὴν αἰσχύνην τὴν αἰώνιον. Τούτων τῷ φόβῳ παι δαγωγούμενος, οἱονεὶ χαλινῷ τινι ἀνάκοπτε τὴν ψυ χὴν ἀπὸ τῆς πρὸς τὰ φαῦλα ἐπιθυμίας. Ὁ γὰρ τὴν ἡμέραν ἐκείνην καὶ τὴν ὥραν πρὸ ὀφθαλμῶν τιθέ μενος, καθ' ἣν πᾶσα ἡ κτίσις περιστήσεται τὸν κρι τὴν, τὰς εὐθύνας τῶν πεπραγμένων ἀποδιδοῦσα, καὶ ἀεὶ μελετῶν τὴν ἐπὶ τοῦ ἀπαραλογίστου κριτηρίου ἀπολογίαν· ὁ τοιοῦτος ἢ οὐδὲν παντελῶς, ἢ ἐλάχιστα ἁμαρτήσεται· διότι τὸ ἁμαρτάνειν ἡμῖν κατὰ ἀπου σίαν τοῦ φόβου τοῦ Θεοῦ γίνεται. Οἷς δὲ ἂν ἐναργὴς παρῇ τῶν ἀπειλουμένων ἡ προσδοκία, οὐδένα καιρὸν δώσει τοῖς τοιούτοις ὁ σύνοικος φόβος εἰς ἀβουλήτους πράξεις ἢ ἐνθυμήσεις ἐκπεσεῖν. 32.1300 Καὶ γὰρ καὶ οἱ γενναῖοι τοῦ Θεοῦ ἀθληταὶ, ἱκα νῶς παρὰ πάντα τὸν βίον ἑαυτῶν τοῖς ἀοράτοις ἐχθροῖς προσπαλαίσαντες, ἐπειδὰν πάσας αὐτῶν ὑπεκφύγωσι τὰς διώξεις, πρὸς τῷ τέλει τοῦ βίου γενόμενοι, ἐρευνῶνται ὑπὸ τοῦ ἄρχοντος τοῦ αἰῶνος, ἵνα ἂν μὲν εὑρεθῶσιν ἔχοντες τραύματα ἀπὸ τῶν παλαισμάτων, ἢ σπίλους τινὰς καὶ τύπους τῆς ἁμαρ τίας, κατασχεθῶσιν· ἐὰν δὲ ἄτρωτοι εὑρεθῶσι καὶ ἄσπιλοι, ὡς ἀκράτητοι ὄντες, ὡς ἐλεύθεροι ὑπὸ Χρι στοῦ ἀναπαύωνται. Καὶ ταῦτα μάθοις ἂν ἐξ αὐτοῦ τοῦ Κυρίου λέγοντος περὶ τὸν καιρὸν τοῦ πάθους· Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἔρχεται, καὶ ἐν ἐμοὶ ἕξει οὐδέν. Ἀλλ' ὁ μὲν μὴ ποιήσας ἁμαρ τίαν, ἔλεγεν ἔχειν οὐδέν· ἀνθρώπῳ δὲ αὔταρκες, ἐὰν τολμήσῃ εἰπεῖν, ὅτι Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ ἕξει ὀλίγα καὶ μικρά. Ἐννόησόν μοι τοιγαροῦν τὰ ἀπὸ τοῦ Θεοῦ φοβερὰ ἐπιπίπτοντα τοῖς κολαζομένοις, ὅταν σκότωσις μὲν γένηται ἀστέρων, ἀφεγγὴς δὲ ὁ ἥλιος, καὶ ἡ σελήνη οὐκ ἔτι πεφωτισμένη, ὅταν σκηπτοὶ διατρέχοντες, καὶ βρονταὶ φοβερῶς καταῤῥηγνύμεναι· ὅταν ὑπὲρ κεφαλῆς ἀὴρ ἐσκοτισμένος ὑπάρχῃ, ὡς πανταχόθεν ἀπαραμύθητον εἶναι τοῖς τῇ ὀργῇ παραδεδομένοις τὴν βάσανον. Ἡ γὰρ κτίσις, τῷ ποιήσαντι ὑπηρε τοῦσα, ἐπιτείνεται μὲν εἰς κόλασιν κατὰ τῶν ἀδίκων, ἀνίεται δὲ εἰς εὐεργεσίαν ὑπὲρ τῶν ἐπ' αὐτῷ πεποι θότων. Καὶ καθάπερ Ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετα νοοῦντι χαρὰ γίνεται ἐν τοῖς οὐρανοῖς, οὕτω καὶ παροξυσμὸς καὶ λύπη ἐπὶ τοῖς ἀποστατοῦσι διὰ τῆς ἁμαρτίας τοῦ κτίσαντος. Τότε τὸ πῦρ ἡτοιμασμένον εἰς κόλασιν τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ διακόπτεται τῇ φωνῇ τοῦ Κυρίου· ἵνα ἐπειδὴ δύο εἰ σὶν ἐν τῷ πυρὶ δυνάμεις, ἥ τε καυστικὴ καὶ ἡ φωτι στικὴ, τὸ μὲν δριμὺ καὶ κολαστικὸν τοῦ πυρὸς τοῖς ἀξίοις τῆς καύσεως προσαπομείνῃ, τὸ δὲ φωτιστικὸν αὐτοῦ καὶ λαμπρὸν τῇ φαιδρότητι τῶν εὐφραινομένων ἀποκληρωθῇ· ὡς ἀλαμπὲς εἶναι τὸ πῦρ τῆς κολάσεως ἄκαυστον δὲ τὸ τῆς ἀναπαύσεως ἀπομεῖναι. Καὶ μὴ ἀμφίβαλλε. Ἐν γὰρ ταῖς τῶν βεβιωμένων ἡμῖν ἀνταποδόσεσι, τοῦ πυρὸς ἡ φύσις διαιρεθήσεται· καὶ τὸ μὲν φῶς, εἰς ἀπόλαυσιν τοῖς δικαίοις· τὸ δὲ τῆς καύσεως ὀδυνηρὸν, τοῖς κολαζομένοις ἀποταχθήσε ται. Φοβερωτέρα δὲ τοῦ σκότους καὶ τοῦ πυρὸς τοῦ αἰωνίου ἡ αἰσχύνη ἐστὶν, ᾗ μέλλουσι συνδιαιωνίζειν οἱ ἁμαρτωλοὶ, ἀεὶ ἐν ὀφθαλμοῖς ἔχοντες τὰ ἴχνη τῆς ἐν σαρκὶ ἁμαρτίας, οἱονεί τινος βαφῆς ἀνεκπλύντου, τῇ μνήμῃ τῆς ψυχῆς αὐτῶν εἰς τὸ διηνεκὲς ἀναμέ νοντα. Ὀλίγων δέ ἐστι τὸ προσελθεῖν τῷ φωτὶ τῷ ἀληθινῷ, καὶ ἀποκαλύψαι, καὶ μετὰ τὴν ἀποκάλυψιν τῶν κρυπτῶν, μὴ ἀπελθεῖν αἰσχυνθέντας τὰ πρόσ ωπα. Θεοῦ γὰρ ἀλλοτρίωσις, καὶ