1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

44

αὐτοῦ πόῤῥω ἀπέχει ἀπὸ Θεοῦ. Κἂν εὔχηται, ὑγίειαν σαρκὸς, καὶ σωματικὸν πλοῦ τον, καὶ δόξαν ἀνθρωπίνην ἐπιζητεῖ. ∆εῖ δὲ οὐδὲν τού των, ὡς ὁ λόγος διδάσκει, ἀλλ' Ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν. Ἀλλ', ὢ τοῦ θαύματος! Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. Ἀγγέλοις ἔργον, 32.1244 δοξολογεῖν τὸν Θεόν. Πάσῃ τῇ στρατιᾷ τῶν ἐπουρα νίων ἓν τοῦτο ἔργον, δόξαν ἀναπέμπειν τῷ κτίσαντι. Ἡ κτίσις πᾶσα, ἥ τε σιωπῶσα καὶ φθεγγομένη, ἥ τε ὑπερκόσμιος, ἥ τε περίγειος, δοξάζει τὸν κτίσαντα. Ἄνθρωποι δὲ ἐλεεινοὶ, καταλιπόντες τοὺς οἴκους καὶ ἐπὶ τὸν ναὸν δραμόντες, ὡς δή τι ἑαυτοὺς ὠφελή σοντες, οὐχ ὑπέχουσι τὰς ἀκοὰς λόγοις Θεοῦ, οὐ λαμβάνουσιν αἴσθησιν τῆς ἑαυτῶν φύσεως, οὐ λυ ποῦνται εἰς μνήμην τῶν ἁμαρτιῶν ἀφικνούμενοι, οὐ τρέμουσι τὴν κρίσιν· ἀλλὰ μειδιῶντες καὶ τὰς δεξιὰς ἀλλήλοις ἐμβάλλοντες, τόπον μακρολογίας τὸν οἶκον ποιοῦνται τῆς προσευχῆς, παρακούοντες τοῦ Ψαλμῳ δοῦ διαμαρτυρομένου καὶ λέγοντος, ὅτι Ἐν τῷ ναῷ τοῦ Θεοῦ πᾶς τις λέγει δόξαν. Σὺ δὲ οὐ μόνον οὐ λέ γεις, ἀλλὰ καὶ ἑτέρῳ ἐμπόδιον γίνῃ, ἐπιστρέφων πρὸς ἑαυτόν. Μὴ γὰρ δόξης ἐπιδέεται ὁ Θεὸς, ἀλλὰ σὲ βού λεται ἄξιον εἶναι τοῦ δοξασθῆναι. ∆ιότι, Ὃ σπείρει ἄνθρωπος, τοῦτο καὶ θερίσει. Χρὴ δὲ διδόντι μὲν τὰ ἀγαθὰ τῷ Θεῷ χάριν εἰ δέναι, ταμιευομένῳ δὲ μὴ δυσχεραίνειν. Καὶ εἰ μὲν παράσχοιτο συνεῖναι, ταῦτα ἡμῖν ἄριστά τε ὁμοῦ καὶ ἥδιστα ἡγησόμεθα· εἰ δὲ ἀναβάλοιτο, πράως οἴσομεν τὴν ζημίαν. Ἄμεινον γάρ που πάντως, ἢ ὡς ἂν ἡμεῖς προειλοίμεθα, διοικεῖται τὰ ἡμέτερα. Ἁλκυών ἐστι θαλάττιον ὄρνεον. Αὕτη παρ' αὐτοὺς νοσσεύειν τοὺς αἰγιαλοὺς πέφυκεν, ἐπ' αὐτῆς τὰ ὠὰ τῆς ψάμμου καταθεμένη· καὶ νοσσεύει κατὰ μέσον που τὸν χει μῶνα, ὅτε πολλοῖς καὶ βιαίοις ἀνέμοις ἡ θάλασσα τῇ γῇ προσαράσσεται. Ἀλλ' ὅμως κοιμίζονται μὲν πάν τες ἄνεμοι, ἡσυχάζει δὲ κῦμα θαλάσσιον, ὅταν ἁλ κυὼν ἐπωάζῃ τὰς ἑπτὰ ἡμέρας· ἐν τοσαύταις γὰρ μόναις ἐκλεπίζει τοὺς νεοττούς. Ἐπεὶ δὲ καὶ τροφῆς αὐτοῖς χρεία, ἄλλας ἑπτὰ πρὸς τὴν τῶν νεοττῶν αὔ ξησιν ὁ μεγαλόδωρος Θεὸς τῷ μικροτάτῳ ζώῳ παρ έσχετο Ὥστε καὶ ναυτικοὶ πάντες ἴσασι τοῦτο, καὶ ἁλκυονίδας τὰς ἡμέρας ἐκείνας προσαγορεύουσι. Ταῦ τά σοι εἰς προτροπὴν τοῦ αἰτεῖν παρὰ τοῦ Θεοῦ τὰ πρὸς σωτηρίαν διὰ τῆς περὶ τὰ ἄλογα τοῦ Θεοῦ προ νοίας νενομοθέτηται. Τί γὰρ οὐκ ἂν γένοιτο τῶν πα ραδόξων ἕνεκεν σοῦ, ὃς κατ' εἰκόνα γέγονας Θεοῦ, ὅπουγε ὑπὲρ ὄρνιθος οὕτω μικρᾶς ἡ μεγάλη καὶ φοβερὰ κατέχεται θάλασσα, ἐν μέσῳ χειμῶνι γαλή νην ἄγειν ἐπιταχθεῖσα; Εἰ γὰρ ἁλκυόνι τὰ τηλικαῦτα χαρίζεται, πόσῳ μείζονα δώσει τοῖς ἐξ ὅλης καρδίας ἐπιβοωμένοις αὐτόν; Πείσωμεν τοιγαροῦν ἑαυτοὺς, ἀδελφοὶ, καὶ ἐν ταῖς ἄλλαις ἡμῶν αἰτήσεσι, καὶ ἐν καιρῷ πειρασμοῦ, μὴ πρὸς ἀνθρωπίνας ἐλπίδας ἀπο τρέχειν, μηδὲ ἐκεῖθεν ἑαυτοῖς τὰς βοηθείας θηρᾶ σθαι· ἀλλ' ἐν δάκρυσι καὶ στεναγμοῖς, καὶ φιλοπόνῳ προσευχῇ, καὶ ἀγρυπνίᾳ εὐτόνῳ, τὰς δεήσεις ποιεῖ σθαι. Οὕτω γὰρ λαμβάνει βοήθειαν ἐκ θλίψεως, καὶ τῆς ἀνθρωπίνης βοηθείας ὡς ματαίας καταφρονῶν, καὶ τῇ ἐπὶ τὸν σώζειν δυνάμενον ἡμᾶς ἐλπίδι στηρι 32.1245 ζόμενος. Ὅτι αὐτῷ πρέπει ἡ δόξα καὶ ἡ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύ ματι. νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{1ΠΕΡΙ ΝΗΣΤΕΙΑΣ.}1 {1ΛΟΓΟΣ Ιʹ.}1