1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

37

ἐλευθερίαν ὁ κῆρυξ, ἵνα λύσῃ μέν σε τῆς αἰ χμαλωσίας, ἰσοπολίτην δὲ τοῖς ἀγγέλοις ποιήσῃ, καὶ υἱὸν μὲν ἀποδείξῃ τοῦ Θεοῦ, εἰσποιηθέντα διὰ τῆς χάριτος, κληρονόμον δὲ τῶν ἀγαθῶν τοῦ Χριστοῦ· οὔπω λέγεις εἶναί σοι καιρὸν δέξασθαι τὰ διδόμενα. Ὢ τῶν πονηρῶν ἐμποδίων! ὢ τῆς αἰσχρᾶς καὶ ἀτε λέστου ἀσχολίας! Ἕως πότε ἡδοναί; ἕως πότε ἡδυ πάθειαι; Πολὺν ἐζήσαμεν χρόνον τῷ κόσμῳ, ζήσωμεν λοιπὸν καὶ ἑαυτοῖς. Τί ψυχῆς ἀντάξιον; τί ἰσοστά σιον τῆς βασιλείας τῶν οὐρανῶν; Τίς ἀξιοπιστότερός σοι σύμβουλος τοῦ Θεοῦ; τίς φρονιμώτερος τοῦ σοφοῦ, 32.1224 ἢ τίς ὠφελιμώτερος τοῦ ἀγαθοῦ; τίς τοῦ κτίσαντος οἰκειότερος; Οὐδὲ τῇ Εὔᾳ συνήνεγκε τῇ τοῦ ὄφεως συμ βουλῇ πεισθῆναι μᾶλλον ἢ τῇ τοῦ ∆εσπότου. Ὢ τῆς ἀτο πίας τῶν λόγων! οὐκ ἄγω σχολὴν ὑγιᾶναι· μήπω μοι δείξῃς τὸ φῶς· μήπω συνάψῃς τῷ βασιλεῖ. Οὐ ταῦτα λέγεις ἄντικρυς; Μᾶλλον δὲ τὰ τούτων ἀλογιστότερα. Σὺ δὲ, εἰ μὲν ἦς ἐγγεγραμμένος τοῖς δημοσίοις ὀφλή μασι, χρεῶν δὲ ἀποκοπαὶ τοῖς ὑπευθύνοις περιηγγέλθη σαν, εἶτά τις ἦν ὁ πρὸς ἐπήρειαν ἄμοιρόν σε ποιῆσαι τῆς συγχωρήσεως ταύτης ἐπιχειρῶν· ἠγανάκτεις ἂν καὶ ἐβόας, ὡς τὸ ἐπιβάλλον σοι μέρος τῆς κοινῆς χάριτος ἀφαιρούμενος. Ἐπειδὴ δὲ οὐ μόνον ἄφεσις τῶν παρ ελθόντων, ἀλλὰ καὶ δωρεαὶ τῶν μελλόντων προεκη ρύχθησαν, αὐτὸς ἑαυτὸν ἀδικῶν, ἃ μηδ' ἂν τῶν ἐχ θρῶν σοί τις ἐπηράσατο, οἴει προσηκόντως βεβου λεῦσθαι, καὶ λυσιτελῶς ἐντεθυμῆσθαι περὶ σεαυτοῦ, ὅς γε οὐ δέχῃ τὴν ἄφεσιν, ἀλλ' ἐναποθνήσκεις τοῖς ὀφλήμασιν; Εἰ μὲν πολλά σού ἐστι τὰ ἁμαρτήματα, μὴ ἀθυμήσῃς τῷ πλήθει. Ὅπου γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις· ἐὰν δέχῃ τὴν χάριν. Εἰ δὲ μικρὰ καὶ εὐτελῆ, καὶ οὐ πρὸς θά νατόν σου τὰ ἁμαρτήματα, τί ἀγωνιᾷς τὸ μέλλον, ὅς γε οὐκ ἀγεννῶς τὰ παρελθόντα διήνεγκας; Νῦν ὥσπερ ἐπὶ τρυτάνης ἱστάναι νόμιζέ σου τὴν ψυχὴν, ἄνθρωπε, ἔνθεν ὑπ' ἀγγέλων, κἀκεῖθεν ὑπὸ δαιμόνων διελκομένην. Τίσιν ἄρα δώσεις τὴν ῥοπὴν τῆς καρδίας σου τότε; τί παρὰ σοὶ νικήσει; ἡδονὴ σαρκὸς, ἢ ἁγιασμὸς ψυχῆς; ἀπόλαυσις τῶν παρόντων, ἢ τῶν μελλόντων ἐπιθυμία; ἄγγελοί σε παραλήψονται, ἢ καθέξουσιν οἱ κατέχοντες; Ἐπὶ παρατάξεως οἱ στρατηγοὶ τὸ σύνθημα τοῖς ὑπ' αὐ τοὺς διανέμουσιν, ἵνα καὶ οἱ φίλοι ῥαδίως ἀλλήλους ἀνακαλῶνται, καὶ πρὸς τοὺς ἐναντίους ἐὰν ταῖς συμπλοκαῖς ἀναμιχθῶσιν, εὐκρινὴς δύνηται ὑπάρ χειν ὁ χωρισμός. Οὐδεὶς ἐπιγνώσεταί σε, εἰ ἡμέ τερος εἶ, ἢ τῶν ὑπεναντίων, ἐὰν μὴ τοῖς μυστικοῖς συμβόλοις παράσχῃ τὴν οἰκειότητα, ἐὰν μὴ σημειωθῇ ἐπὶ σὲ τὸ φῶς τοῦ προσώπου Κυρίου. Πῶς ἀντι ποιηθῇ σου ὁ ἄγγελος; πῶς δὲ ἀφέληται τὸν ἐχθρὸν, ἐὰν μὴ ἐπιγνῷ τὴν σφραγῖδα; Πῶς δὲ σὺ ἐρεῖς, Τοῦ Θεοῦ εἰμὶ, μὴ ἐπιφερόμενος τὰ γνωρίσματα; Ἀσφράγιστος θησαυρὸς εὐεπιχείρητος κλέπταις· πρόβατον ἀσημείωτον ἀκινδύνως ἐπιβουλεύεται. Εἴ τις ἰατρῶν ἐπηγγέλλετό σοι, μηχαναῖς τισι καὶ ἐπι νοίαις νέον ποιήσειν ἐκ γέροντος, οὐκ ἂν ἐπεθύμησας ἐλθεῖν εἰς ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ σεαυτὸν ὁρᾷν ἔμελλες πρὸς ἀκμὴν ὑποστρέφοντα; Ἐπειδὴ δὲ τὴν ψυχήν σου ἀναθηλήσειν ἐπαγγέλλεταί σοι ἡ μετά νοια, ἣν σὺ ἐπαλαίωσας, καὶ ῥυσὴν αὐτὴν ἐκ τῶν ἀνομιῶν καὶ ἐσπιλωμένην ἀπέδειξας, καταφρονεῖς τοῦ εὐεργέτου, καὶ οὐ προστρέχεις τῷ ἐπαγγέλ ματι. Οὐκ ἐπιθυμεῖς ἰδεῖν, τί τὸ μέγα θαῦμα τῆς ὑποσχέσεως; πῶς ἄνευ μητρὸς ἀναγεννᾶται ἄνθρω πος; πῶς ὁ παλαιούμενος καὶ φθειρόμενος κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, σφριγᾷ πάλιν καὶ ἀνηβᾷ, 32.1225 καὶ εἰς τὸ ἀληθινὸν ἄνθος τῆς νεότητος ἐπανέρχεται; Τοσούτων ἀγαθῶν καὶ τηλικούτων, ἄθλιε, προτιμο τέραν ἄγεις τὴν ἡδονήν; Νοῶ γάρ σου τὴν ὑπέρ θεσιν, κἂν περιστέλλῃ τοῖς ῥήμασιν· αὐτὰ βοᾷ τὰ πράγματα, κἂν τῇ φωνῇ σιωπᾷς· Ἔασον ἀποχρή σωμαι τῇ σαρκὶ πρὸς τὴν ἀπόλαυσιν τῶν αἰσχρῶν, ἐγκυλισθῶ τῷ βορβόρῳ τῶν ἡδονῶν, αἱμάξω τὰς χεῖρας, ἀφέλωμαι τὰ ἀλλότρια, δολίως πορευθῶ, ἐπιορκήσω, ψεύσωμαι· καὶ τότε ἡ μετάνοια, ὅταν λῆξίν ποτε τῶν κακῶν ὑποδέξωμαι. Εἰ μὲν οὖν καλὸν ἡ ἁμαρτία, φύλασσε ταύτην εἰς