Sermo ad Antiochum ducem

 διὰ φιλαπεχθήμονα γνώμην ἑαυτοὺς τοσούτοις κακοῖς περιπείραντας, ἀγανακτοῦσα κατ' αὐτῶν ἐνδίκως, ὡς τοιούτους ἑαυτοὺς φανῆναι τὸν φύσει τε καὶ μόνον φ

 καταφρονήσαντες, τὰ ἱππικὰ καὶ τὰ θέατρα καὶ τὰ κυνηγέσια προετιμήσαμεν, ἐν οἷς δαιμόνων ἐχόρευον δῆμοι, καὶ πᾶσα θεία ἀγγέλων ἀπῆν σκοπιὰ καὶ ἐπίγνωσ

 πᾶσαν αὐτοῖς ἡμῖν τὴν ζωὴν συνεφθείραμεν·) κἀκεῖνα μὲν πάντα καπνοῦ δίκην ἀφανισθέντα παρῆλθεν· ὁ δὲ τῆς ἐπ' αὐτοῖς δίκης λόγος μένει διὰ παντὸς ἀπαρό

πᾶσαν αὐτοῖς ἡμῖν τὴν ζωὴν συνεφθείραμεν·) κἀκεῖνα μὲν πάντα καπνοῦ δίκην ἀφανισθέντα παρῆλθεν· ὁ δὲ τῆς ἐπ' αὐτοῖς δίκης λόγος μένει διὰ παντὸς ἀπαρόδευτος. Καὶ ταῦτα μὲν ἐκεῖνοι τῆς θείας δικαιοσύνης μεταμανθάνοντες, ἐξ ὧν πάσχουσι τὴν δύναμιν, ὡς τύπῳ περιλαβεῖν, ἀλλήλοις διαλεχθήσονται. Ἐγὼ δὲ τίς γενόμενος τάλας, τίσιν ἐρειδόμενος πράξεσιν ἐλπίσω τῆς φοβερᾶς ἐξαιρεθῆναι κατακρίσεως; Πάσης ἀρετῆς καὶ πάσης γνώσεως ὑπάρχων ἔρημος, δέδοικα μὴ δεθεὶς χεῖρας καὶ πόδας ῥιφῶ εἰς γῆν σκο 28.597 τεινὴν καὶ γνοφερὰν, εἰς γῆν σκότους αἰωνίου, ἔνθα οὐκ ἔστι φέγγος οὐδὲ ὁρᾷν ζωὴν βροτῶν, ὡς δήσας τοῖς πάθεσιν ἑκουσίως τὰς πρακτικὰς τῆς ψυχῆς ἀρετὰς, καὶ ἀπὸ τοῦ θείου δρόμου τῆς ἀγγελικῆς πολιτείας, κωλύσας ταύτης τὰ διαβήματα. Ἱλάσθητι, Χριστὲ, καὶ σῶσον ἡμᾶς ταύτης τῆς ὀδύνης. Οἷς γὰρ κατὰ τὸν αἰῶνα τοῦτον διὰ τῶν ἐπιτηδευμάτων ἡμῶν τῶν πονηρῶν συνεῖναι κατὰ θέλησιν γνωμικῶς ἐπελεξάμεθα, σὺν τούτοις εἰκότως ἐξ ἀνάγκης εἶναι κατὰ τὸν αἰῶνα τὸν μέλλοντα μὴ θέλοντες κατακριθησόμεθα. Ἔσται γὰρ ὡς ἀληθῶς, ἔσται καιρὸς, ὅτε φοβερά τις βοήσει σάλπιγξ ξένην ἔχουσα φωνὴν, καὶ τὸ πᾶν τοῦτο λυθήσεται διαπίπτον τῆς ἐν αὐτῷ ὁρωμένης διακοσμήσεως· ὁ μὲν φαινόμενος κόσμος ὅλος παρελεύσεται τὴν οἰκείαν λαμβάνων συντέλειαν· ὁ δὲ νῦν προσδοκώμενος τῶν ὄντων φανήσεται κόσμος, ὀφθαλμοῖς καὶ ἀκοαῖς καὶ διανοίαις ξένα πάντα κομίζων μυστήρια. Ὁ δὲ Θεὸς ἑκάστῳ πρὸς ἃ διὰ τοῦ σώματος ἔπραξεν, εἴτε καλὸν εἴτε φαῦλον, κατ' ἀξίαν ἀποδίδωσι· μέγα καὶ φοβερὸν καὶ εἰς ἔσχατον πᾶσιν ἀποδιδοὺς συγκλεισμόν. Ἀλλὰ γένοιτο πάντας ἡμᾶς τόν τε σωτήριον τῆς γεέννης φόβον, καὶ τὸν τίμιον πόθον τῆς τῶν οὐρανῶν βασιλείας ἀναλαβεῖν! τὸν μὲν φόβον παντελῆ τῶν κακῶν ἡμῖν ἀποχὴν καὶ ἀργίαν ποιοῦντα· τὸν δὲ πόθον καὶ εἰς τὰς τῶν ἀγαθῶν πράξεις προτρεπόμενον ἱλαρῶς, ἵνα τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν τὴν ἀπόλαυσιν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ (Πατρὶ) καὶ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

4