Sermo ad Antiochum ducem

 διὰ φιλαπεχθήμονα γνώμην ἑαυτοὺς τοσούτοις κακοῖς περιπείραντας, ἀγανακτοῦσα κατ' αὐτῶν ἐνδίκως, ὡς τοιούτους ἑαυτοὺς φανῆναι τὸν φύσει τε καὶ μόνον φ

 καταφρονήσαντες, τὰ ἱππικὰ καὶ τὰ θέατρα καὶ τὰ κυνηγέσια προετιμήσαμεν, ἐν οἷς δαιμόνων ἐχόρευον δῆμοι, καὶ πᾶσα θεία ἀγγέλων ἀπῆν σκοπιὰ καὶ ἐπίγνωσ

 πᾶσαν αὐτοῖς ἡμῖν τὴν ζωὴν συνεφθείραμεν·) κἀκεῖνα μὲν πάντα καπνοῦ δίκην ἀφανισθέντα παρῆλθεν· ὁ δὲ τῆς ἐπ' αὐτοῖς δίκης λόγος μένει διὰ παντὸς ἀπαρό

διὰ φιλαπεχθήμονα γνώμην ἑαυτοὺς τοσούτοις κακοῖς περιπείραντας, ἀγανακτοῦσα κατ' αὐτῶν ἐνδίκως, ὡς τοιούτους ἑαυτοὺς φανῆναι τὸν φύσει τε καὶ μόνον φιλάνθρωπον Θεὸν θεασαμένων; Τίς τὴν κατὰ συνείδησιν ἀπέραντον αἰσχύνην μέλλου σαν ἔσεσθαι ἐπὶ τῇ φανερώσει τῶν κρυπτῶν ὑποστήσεται; Τίς τὸν ἀσίγητον κλαυθμὸν καὶ τὸ πικρὸν ἐκεῖνο δάκρυον, καὶ τὸν βρυγμὸν τῶν ὀδόντων, καὶ τοὺς κωκυτοὺς τῶν ἐν ταῖς βασάνοις πιεζομένων, ἢ τῶν ἐκ τῆς ἀμελείας πόνων, κατὰ μέσης αὐτῶν ἐπικειμένων τῆς καρδίας, καὶ διασμύχοντας δικαίως αὐτῶν, τίς δυνήσεται; Τίς τὴν ἐγγινομένην αὐτοῖς στενοχωρίαν ἐκ τοῦ μὴ ἐλπίζειν προθεσμίαν μετα ποιήσεως, καὶ τέλος τῆς ἐπικειμένης κολάσεως, μηδὲ πρὸς τὸ εὐζῇν πάλιν μεταβολὴν ἐκδέχεσθαι, ἢ προσδοκᾷν, ἐξειπεῖν ἐστιν ἱκανός; Τελευταῖον γὰρ ἐκεῖνο καὶ μόνον φοβερὸν δικαστήριον, καὶ δίκαιον πλέον ἢ ὅσον ἐπίφοβον· καὶ διὰ τὸ τυχὸν φοβερὸν, ὅτι δί καιον, καὶ τὸ πάντας ἑαυτῷ κατὰ τὴν δικαίαν ψῆφον ἐναποκλεῖον τοὺς αἰῶνας. Τίς τὰς οἰμωγὰς καὶ τοὺς στεναγμοὺς τοὺς ἐκ μέσης αὐτῶν προσφερομένους τῆς καρδίας, καὶ αὐτῶν καθαπτομένων τῶν μυελῶν, καὶ πικρῶς τὰ σπλάγχνα καταδακνόντων, ἐπὶ νοῦν λαμβάνων δακρύων ἐλεύθερος εἶναι δυνήσεται; Τίς τὸν θρῆνον καὶ τὸν ὀλοφυρμὸν ἐνέγκοι χωρὶς καὶ τῆς ἐπ' αὐτῆς κατηφείας, καὶ μεθ' οἵων προσφερομένους τῶν μεταμελείας λόγων τῶν τε πρὸς ἑαυτὸν ἑκάστου τῶν κολαζομένων, καὶ πάντων πρὸς πάντας; Τότε γὰρ ἀληθῶς ἐπιγνώμων τῶν ἑαυτοῦ πταισμάτων καθέστηκεν ἕκαστος, ὅτ' ἂν ἐφ' ἑαυτῶν γυμνὰ φανῶσι τὰ πράγματα, καὶ παντὸς κωλύματος ἀπάτης ἐλεύθερα. ∆ικαία ἡ κρίσις σου, ὁ Θεός· ἐκάλεσας γὰρ ἡμᾶς, καὶ οὐχ ὑπηκούσαμέν σου· λόγους δὲ παρεῖχες ἡμῖν, καὶ οὐ προσέσχομεν· τοιγαροῦν ἀλλὰ ἀκύρους ἐποιοῦ μεν τὰς σὰς βουλάς. ∆ικαίως ἦλθεν εἰς ἡμᾶς ἀπώλεια καὶ ὄλεθρος καὶ καταιγὶς καὶ θλίψις καὶ πολιορκία. Καὶ νῦν ἡμεῖς ἐπικαλούμεθά σε, καὶ οὐκ εἰσ ακούεις, καὶ ζητοῦμεν παρὰ σοῦ, καὶ οὐχ εὑρίσκομεν ἔλεος. Οἱ γὰρ μισήσαντες σοφίαν καὶ λόγον Κυρίου μὴ προσελόμενοι, μηδὲ θελήσαντες Θεοῦ προσέχειν βουλὰς, τοιούτους δρεπόμεθα τοὺς καρποὺς τῶν οἰ κείων σπερμάτων, καὶ τῆς ἑαυτῶν ἀνοίας ἐμπιμπλά 28.593 μεθα· Ἀπετύφλωσε γὰρ ἡμᾶς ἡ ἀπάτη τοῦ βίου, καὶ οὐκ ἔγνωμεν μυστήρια Θεοῦ, οὐδὲ μισθὸν εἶναι τὸ σύνολον ἠλπίσαμεν ὁσιότητος· καὶ διὰ τοῦτο τρίβοις ἀνομίας ἐνεπλήσθημεν. ∆ιωδεύσαμεν δὲ τρίβους ἀβά τους, δηλαδὴ τῆς θείας ἐπισκοπῆς· τὴν δὲ ὁδὸν Κυρίου οὐκ ἔγνωμεν. Καὶ τίς ὁ πλοῦτος ὃς μετὰ ἀλαζονείας συμβέβληται ἡμῖν; παρῆλθεν ἐκεῖνα πάντα ὡς σκιὰ καὶ ὡς ἀγγελία παρατρέχουσα, καὶ ὡς ναῦς διερχο μένη κυμαινόμενον ὕδωρ, ἧς διαβάσης, οὐκ ἔστιν ἴχνος εὑρεῖν, οὐδὲ ἀτραπὸν τροπαίως αὐτῆς ἐν κύμασιν. Ἢ ὡς ὀρνέου διαπτάντος ἀέρα, οὐδὲν εὑρίσκεται τεκμήριον πορείας. Παρῆλθεν ἐκεῖνα πάντα, τοῦτο τὸ πῦρ ἡμῖν ἀφέντα, κληρονομίαν εἰς πάντας διαμένου σαν αἰῶνας. ∆ικαία ἡ κρίσις σου, ὁ Θεός· ταῦτα γὰρ λέγοντες οὐδέποτε παυσόμεθα λοιπόν· ἐκαλούμεθα, καὶ οὐχ ὑπηκούομεν· ἐνουθετούμεθα, καὶ οὐ προσ έχομεν. Περὶ τούτων καθ' ἑκάστην ἡμέραν ἐδιδασκόμεθα τῶν δεινῶν, καὶ κατεφρονοῦμεν τῶν λεγομένων· οὐκ ἐλύπει ἡμᾶς τότε κἂν μικρὸν τὰ περὶ τούτων ῥήματα· ἐπεὶ οὐκ ἂν σφοδρῶς οὕτως ἐλύπει τὰ πράγματα· λῆρος ἡμῖν ἐνομίζετο τὰ νῦν ἡμῶν συνέχοντα τὴν ζωήν. Τοῦτο συνεχῶς ἐπᾴδομεν· Ὢ τῆς ῥᾳθυ μίας! ὢ τῆς ἀπάτης! ὢ τῶν κακῶν βουλευμάτων! ὢ τῶν πονηρῶν συναλλαγμάτων! ὢ τοῦ θαύματος τῆς ἐπὶ τούτοις τοῦ Θεοῦ δικαίας κρίσεως καὶ ἀπο φάσεως! Πῶς ἑκάστου τῶν ἡμετέρων ἁμαρτημάτων εἴδους πρόσφορον ἡμῖν ἀντέδωκε βάσανον! δι' οἰκτρὰν γὰρ καὶ ἀπόπτυστον σαρκὸς ἡδονὴν, ταύτην ἔχειν τὴν φοβερὰν δικαίως κατεκρίθημεν γέενναν· τὸν ζόφον καὶ τὸ σκότος τοῦτο οἰκεῖν κατεκρίθημεν. Ἐπειδὴ ἠγαπή σαμεν πάντα τὰ αἰσχρὰ, καὶ πάντων ὁμοῦ τῶν θείων ἀγαθῶν

2