Sermo ad Antiochum ducem

 διὰ φιλαπεχθήμονα γνώμην ἑαυτοὺς τοσούτοις κακοῖς περιπείραντας, ἀγανακτοῦσα κατ' αὐτῶν ἐνδίκως, ὡς τοιούτους ἑαυτοὺς φανῆναι τὸν φύσει τε καὶ μόνον φ

 καταφρονήσαντες, τὰ ἱππικὰ καὶ τὰ θέατρα καὶ τὰ κυνηγέσια προετιμήσαμεν, ἐν οἷς δαιμόνων ἐχόρευον δῆμοι, καὶ πᾶσα θεία ἀγγέλων ἀπῆν σκοπιὰ καὶ ἐπίγνωσ

 πᾶσαν αὐτοῖς ἡμῖν τὴν ζωὴν συνεφθείραμεν·) κἀκεῖνα μὲν πάντα καπνοῦ δίκην ἀφανισθέντα παρῆλθεν· ὁ δὲ τῆς ἐπ' αὐτοῖς δίκης λόγος μένει διὰ παντὸς ἀπαρό

καταφρονήσαντες, τὰ ἱππικὰ καὶ τὰ θέατρα καὶ τὰ κυνηγέσια προετιμήσαμεν, ἐν οἷς δαιμόνων ἐχόρευον δῆμοι, καὶ πᾶσα θεία ἀγγέλων ἀπῆν σκοπιὰ καὶ ἐπίγνωσις. Ἔνθα τὸ μὲν σεμνὸν τῆς εὐφροσύνης πολλοῖς καθυβρίζετο τρόποις· τὸ δὲ τῆς ἀκολασίας κακόν τε καὶ βδελυρὸν ἐσεμνύνετο. ∆ικαίως τοῦ φωτὸς ἐστερήμεθα νῦν, ὅτι πρὸς δόξαν τοῦ πεποιηκότος Θεοῦ τὴν κτίσιν κατὰ τὴν πρόσκαιρον ἡμῶν ζωὴν οὐκ ἐθεασά μεθα· ἀλλ' ἐμολύναμεν τοὺς ὀφθαλμοὺς ἡμῶν καὶ τὰ ὦτα καὶ γλῶσσαν, μᾶλλον δὲ τὴν κατ' εἰκόνα Θεοῦ γεγενημένην ψυχὴν πᾶσι τοῖς τῷ Θεῷ μισουμένοις θεάμασί τε καὶ ἀκροάμασι καὶ ῥήμασι, καὶ ταῖς κατ' ἀλλήλων βασκανίαις ἐφθείραμεν, εἰς δὲ τὸν τάρταρον τοῦτον ἀπεῤῥίφημεν, πήξει καὶ βυθῷ κατ' αὐτῶν τρυχόμενοι δεινῶς. Ἐπειδὴ τῆς μὲν ὑψηλῆς καὶ τῶν ὑψηλῶν καὶ θείων προξενοῦν ταπεινοφροσύνης προεκρίναμεν τὴν ὑπερηφανίαν, καὶ τὸ τῆς ἀρετῆς στενόν τε καὶ σύντονον διὰ τὴν τῆς σαρκὸς ὑπερβάλλουσαν θρύψιν τε καὶ διάθεσιν ἀπεωσάμεθα. Ποῦ νῦν ἡμῶν ἐστιν ἡ ὑπερηφανία, καὶ ἡ διὰ τὴν ἀλαζὼν πρὸς πάντας διάθεσις, καὶ ἡ τῆς σαρκὸς βλακώδης καὶ εὐδιάχυτος θρύψις; Ὢ τῆς ἀβουλίας! ἀντὶ γέλωτος ἀκρατοῦς καὶ τοῦ ἀκολάστου ψόφου τῶν παρειῶν ὁ βαρὺς οὗτος βρυγμός ἐστι τῶν ὀδόντων. Τὴν τῶν θείων καὶ σωτηρίων λόγων ἀσκῆσαι μάθησιν μὴ βουληθέντες, ἀλλὰ μέθης ἀμετρίαν τῆς διὰ λόγου θείας προτιμήσαντες αἰνέσεως, δεινῶς κολαζόμεθα νῦν τῆς γλώσσης δίψει φοβερᾷ διακενῆς. Ἄξιον δὲ 28.596 καὶ τοῦ πρὸς τοὺς ἀδελφοὺς ἡμῶν μίσους, φθόνου τε καὶ δόλου, καὶ ὑποκρίσεως (ἐξ ὧν καὶ δι' ὧν ὁ φθόνος), λοιδορίας τε καὶ συκοφαντίας, καὶ μνησικακίας, καὶ ψεύδους, καὶ ἐπιορκίας δρεπόμεθα καρπὸν, τοῦτον τὸν ἀκοίμητον σκώληκα τὸ βάθος ἡμῶν τῆς ψυχῆς ἀκορέστως ἐσθίοντα. Ἐπειδὴ τῆς ἀγάπης τὸ εὐθὲς, διαφθείραντες αὐτὴν, ἐσκαμβώσαμεν, κακὸν διὰ μίσους αὐτοῖς ἑκούσιον δημιουργήσαντες σκώληκα, καὶ πονηροτέραν σκαμβότητα διὰ ψεύδους ὀρύ ξαντες, δι' ἣν τῷ Θεῷ τῷ εὐθεῖ καὶ ὀρθῷ οὐχ ἡνώθημεν. Αὐτὸς γὰρ εἶπε διὰ τοῦ ἁγίου ∆αβὶδ τοῦ προ φήτου· «Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή.» Ἄξια τοιγαροῦν ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· μᾶλλον δὲ τῆς οἰκείας κατὰ πρόθεσιν διαθέσεως ἄξια κομιζόμεθα τὰ ἐπίχειρα· πυρὸς ἡδονῆς πῦρ γεέννης, καὶ σκότους ἀγνοίας καὶ ἀπάτης προσκαίρου σκότος αἰώνιον καὶ σκώληκα κολαστικόν τε καὶ ἀκοίμητον· σκώληκος τοῦ διὰ μίσους καὶ ψεύδους τὴν καρδίαν σκολιώσαντος καὶ σκαμβώσαντος, καὶ ψόφους παρειῶν ἀσελγοῦς, βράσματος ψόφον καὶ ὀδόντων βρυγμόν· καὶ ὕψους ὑπερηφανίας ματαίας καὶ διαχύσεως πόσιν καὶ βάθος ἀχανὲς καὶ στενότητα πήξεως, καὶ ἁπλῶς εἰπεῖν, ἑκάστου τῶν ἑκουσίων ἡμῶν κακῶν τὴν ἑκάστου προσφορὰν καὶ ἀκούσιον τιμωρίαν δικαίως ἀντιλαμβάνομεν. Ὢ τῆς ἐλεεινότητος ἡμῶν! ἡμᾶς τοὺς ἀθλίους, μὴ κατασβέσαι τὸ πῦρ τῆς σαρκὸς διὰ νηστείας καὶ ἀγρυπνίας καὶ τῆς τῶν θείων λογίων μελέτης, καλῶν ὄντων καὶ εὐμαρῶν τοῦ πυρὸς σβεστηρίων, καὶ μὴ τούτῳ νῦν τῷ πυρὶ τηγανίζεσθαι. Τί μὴ κατὰ φύσιν ὁρᾷν τε καὶ ἀκούειν καὶ λαλεῖν τὴν γλῶτταν εἰθίσαμεν, ἵνα μὴ τοῦτον ἔχωμεν νῦν τὸν ζόφον καὶ τὴν βαρυτάτην σιγὴν, ἀλλὰ καὶ ἡμεῖς τοῦ φωτὸς καὶ τοῦ λόγου καὶ τῆς σοφίας τοῦ Θεοῦ μετὰ τῶν ἁγίων ἀπολαύωμεν, ὡς τῆς θείας γενόμενοι δόξης θεαταὶ καὶ ἀκουσταὶ καὶ ὑμνῳδοί; Ἢ δι' ἀγάπης τὸν ἑκούσιον τοῦ μίσους ἐνεκρώσαμεν σκώληκα, καὶ δι' ἀληθείας τὸ ψεῦδος ἠφανίσαμεν; νῦν ἂν τούτου τοῦ καυστικοῦ καθεστήκαμεν ἐλεύθεροι σκώληκος, καὶ τῶν λοιπῶν νῦν ὅσα τὴν ἡμῶν συνέχει δεινοτάτην ζωήν. ∆ικαία ἡ κρίσις τοῦ Θεοῦ. Οὐχ εὑρίσκομεν ὅπερ ἐζητήσαμεν, οὐκ ἀνοίγεται ἡμῖν θύρα τῆς βασιλείας τῶν οὐρανῶν. Ἐπειδὴ γὰρ τὴν θύραν τῶν ἀγαθῶν διὰ πράξεως οὐκ ἐκρούσαμεν, οὐ λαμβάνομεν τῶν αἰωνίων ἀγαθῶν τὴν ἀπόλαυσιν· ἐπειδὴ δι' εὐχῆς τὴν χάριν τῆς γνώσεως οὐκ ᾐτήσαμεν· (οὐδένα γὰρ τῶν θείων εἴχομεν ἔρωτα, ἀλλὰ, τοῖς γηΐνοις τὸν νοῦν καταδήσαντες,

3