In illud: Omnia mihi tradita sunt

 δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. ∆έδωκε γὰρ, ἵν', ὥσπερ δι' αὐτοῦ τὰ πάντα γέγονεν, οὕτως ἐν αὐτῷ τὰ πάντα ἀνακαινισθῆναι δυνηθῇ. Οὐ γὰρ, ἵν' ἐκ πτωχοῦ πλού

 πτωχῇ χρησαμένους, τὸ νοούμενον παραστῆσαι τῷ λόγῳ δεῖ, ἐπειδὴ τολμηρὸν ἐμβατεύειν τὴν ἀπερινόητον φύσιν. Ὡς οὐκ ἂν τοίνυν ποτὲ τὸ ἐξ ἡλίου φῶς τὴν οἰ

 ἀπολύτρωσις ἡμῶν. Ἐν αὐτῷ γὰρ καὶ ζῶμεν, καὶ κινούμεθα, καί ἐσμεν· καὶ, Οὐδεὶς γινώσκει τίς ἐστιν ὁ Πατὴρ εἰ μὴ ὁ Υἱὸς, καὶ τίς ἐστιν ὁ Υἱὸς εἰ μὴ ὁ Π

ἀπολύτρωσις ἡμῶν. Ἐν αὐτῷ γὰρ καὶ ζῶμεν, καὶ κινούμεθα, καί ἐσμεν· καὶ, Οὐδεὶς γινώσκει τίς ἐστιν ὁ Πατὴρ εἰ μὴ ὁ Υἱὸς, καὶ τίς ἐστιν ὁ Υἱὸς εἰ μὴ ὁ Πατήρ. Καὶ πῶς τολμῶσιν οἱ δυσσεβεῖς φλυαρεῖν, ἃ μὴ θέμις, ἄνθρωποι ὄντες, καὶ τὰ ἐπὶ γῆς οὐχ εὑρίσκοντες διηγήσασθαι; Τί δὲ λέγω τὰ ἐπὶ γῆς; τὰ ἑαυτῶν ἡμῖν εἰπάτωσαν, εἰ ἄρα εὑρεῖν δυνήσονται τὴν ἑαυτῶν ἐξιχνιάσαι φύσιν. Τολμηροὶ ὄντως καὶ αὐθάδεις, δόξας οὐ τρέμοντες, ἔνθα ἐπιθυμοῦσιν ἄγγελοι παρακῦψαι, καὶ τοσούτῳ καὶ τὴν φύσιν καὶ τὴν τάξιν ἀνώτεροι. Τί γὰρ ἐγγύτερον τῶν χερουβὶμ ἢ τῶν σεραφίμ; καὶ ὅμως οὐδὲ ὁρῶντα, ἢ ποσὶν ἑστῶτα, ἀλλ' οὐδὲ γυμνοῖς, κεκαλυμμένοις δὲ ὥσπερ καὶ τοῖς προσώποις τὴν δοξολογίαν προσφέρουσιν, ἀπαύστοις τοῖς χείλεσιν οὐδὲν ἕτερον ἢ τὴν θείαν καὶ ἄφραστον φύσιν τῇ τρισαγιότητι δοξάζοντα. Καὶ οὐδαμοῦ τις τῶν θεσπεσίων προφητῶν, τῶν μάλιστα καταξιωθέντων τῆς τοιαύτης θέας, ἀπήγγειλεν ἡμῖν, ὅτι ἐν μὲν τῷ ἅπαξ εἰπεῖν τὸ, ἅγιος, μεγάλῃ τῇ φωνῇ, ἐν δὲ τῷ δευτερῶσαι, ἧσσον, ἐν δὲ τῷ τρισσεῦσαι, ὑποβεβηκότως· καὶ μετὰ τοῦτο τὸν πρῶτον ἁγιασμὸν κυριολογοῦντα, τὸν δὲ δεύτερον ὑποτάσσοντα, καὶ 25.220 τὸν τρίτον κατώτερον τιθέντα. Ἀλλ' ἄπαγε τῆς ἀνοίας τῶν θεοστυγῶν καὶ ἀφρόνων! Ἡ γὰρ πανύμνητος καὶ σεβάσμιος καὶ προσκυνητὴ Τριὰς μία καὶ ἀδιαίρετος καὶ ἀσχημάτιστος. Συνάπτεται δὲ ἀσυγχύτως, ὥσπερ καὶ ἀτμήτως ἡ μονὰς χωρίζεται. Τὸ γὰρ τρίτον τὰ τίμια ζῶα ταῦτα προσφέρειν τὴν δοξολογίαν Ἅγιος, ἅγιος, ἅγιος λέγοντα, τὰς τρεῖς ὑποστάσεις τελείας δεικνύντα ἐστὶν, ὡς καὶ ἐν τῷ λέγειν τὸ, Κύριος, τὴν μίαν οὐσίαν δηλοῦσιν. Οἱ τοίνυν ἐλασσοῦντες τὸν μονογενῆ τοῦ Θεοῦ Υἱὸν εἰς Θεὸν βλασφημοῦσι, τὴν τελειότητα κακοδοξοῦντες, καὶ ἀτελῆ. διαβάλλοντες· καὶ κολάσεως μεγίστης ἑαυτοὺς ὑπευθύνους καθιστῶσιν. Ὁ γὰρ εἰς ὁποτέραν τῶν ὑποστάσεων βλασφημιῶν οὐχ ἕξει ἄφεσιν οὔτε ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μέλλοντι. ∆υνατὸς δέ ἐστιν ὁ Θεὸς ἀνοῖξαι τοὺς ὀφθαλμοὺς τῆς καρδίας αὐτῶν πρὸς κατανόησιν τοῦ ἡλίου τῆς δικαιοσύνης· ἵν', ἐπιγνόντες ὃν πάλαι ἠθέτουν, συντόνῳ τῷ τῆς εὐσεβείας λογισμῷ σὺν ἡμῖν αὐτὸν δοξάσωσιν, ὅτι αὐτοῦ ἐστιν ἡ βασιλεία, τοῦ Πατρὸς, καὶ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος νῦν καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.

4