In illud: Omnia mihi tradita sunt

 δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. ∆έδωκε γὰρ, ἵν', ὥσπερ δι' αὐτοῦ τὰ πάντα γέγονεν, οὕτως ἐν αὐτῷ τὰ πάντα ἀνακαινισθῆναι δυνηθῇ. Οὐ γὰρ, ἵν' ἐκ πτωχοῦ πλού

 πτωχῇ χρησαμένους, τὸ νοούμενον παραστῆσαι τῷ λόγῳ δεῖ, ἐπειδὴ τολμηρὸν ἐμβατεύειν τὴν ἀπερινόητον φύσιν. Ὡς οὐκ ἂν τοίνυν ποτὲ τὸ ἐξ ἡλίου φῶς τὴν οἰ

 ἀπολύτρωσις ἡμῶν. Ἐν αὐτῷ γὰρ καὶ ζῶμεν, καὶ κινούμεθα, καί ἐσμεν· καὶ, Οὐδεὶς γινώσκει τίς ἐστιν ὁ Πατὴρ εἰ μὴ ὁ Υἱὸς, καὶ τίς ἐστιν ὁ Υἱὸς εἰ μὴ ὁ Π

πτωχῇ χρησαμένους, τὸ νοούμενον παραστῆσαι τῷ λόγῳ δεῖ, ἐπειδὴ τολμηρὸν ἐμβατεύειν τὴν ἀπερινόητον φύσιν. Ὡς οὐκ ἂν τοίνυν ποτὲ τὸ ἐξ ἡλίου φῶς τὴν οἰκουμένην καταλάμπον χωρὶς αὐτοῦ περιλάμπειν δυνατὸν νοηθῆναι παρὰ τοῖς ἐῤῥωμένοις τὸν νοῦν, ἐπειδὴ ἥνωται τῇ φύσει τοῦ ἡλίου τὸ ἐξ αὐτοῦ φῶς, καὶ ὡς εἰ λέγοι τὸ φῶς· Πάντα καταλάμπειν παρείληφα παρὰ τοῦ ἡλίου, καὶ πάντα αὔξειν καὶ ἐνισχύειν διὰ τῆς ἐν ἐμοὶ θερμότητος· οὐ χωρίζειν τις μεμηνὼς νοήσει τὴν τοῦ ἡλίου ὀνομασίαν τῆς ἐξ αὐτοῦ φύσεως, ἥ ἐστι τὸ φῶς· οὕτω νοεῖν εὐσεβὲς καὶ τὴν θείαν οὐσίαν τοῦ Λόγου ἡνωμένην φύσει τῷ ἑαυτοῦ Πατρί. Καὶ γὰρ τὸ ἐν χερσὶ ῥητὸν τὴν σαφήνειαν παρέξει τοῦ ζητουμένου σαφεστάτην, εἰπόντος τοῦ Σωτῆρος· Πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν, ὃ δηλοῖ αὐτὸν ἀεὶ εἶναι σὺν τῷ Πατρί· τὸ γὰρ, ὅσα ἔχει, τὴν δεσποτείαν κρατεῖν δείκνυσι τὸν Πατέρα· τὸ δὲ, ἐμά ἐστι, τὴν ἀχώριστον ἕνωσιν. Ἀνάγκη τοίνυν νοεῖν ἡμᾶς ὅτι ἔστιν ἐν τῷ Πατρὶ τὸ ἀΐδιον, τὸ αἰώνιον, τὸ ἀθάνατον· ἔστι δὲ ἐν αὐτῷ οὐχ ὡς ἀλλότρια αὐτοῦ, ἀλλ' ὡς ἐν πηγῇ ἐστιν ἐν αὐτῷ ἀναπαυόμενα καὶ ἐν τῷ Υἱῷ. Ὅταν τοίνυν περὶ Υἱοῦ νοεῖν ἐθέλῃς μαθὼν τίνα ἐστὶ τὰ ἐν τῷ Πατρὶ, ταῦτα καὶ ἐν τῷ Υἱῷ εἶναι πίστευε. Εἰ μὲν οὖν κτίσμα ἐστὶν ὁ Πατὴρ ἢ ποίημα, ἔστι ταῦτα καὶ ἐν τῷ Υἱῷ· καὶ εἰ θεμιτὸν εἰπεῖν ἐπὶ τοῦ Πατρὸς, ἦν ποτε, ὅτε οὐκ ἦν, ἡ ἐξ οὐκ ὄντων· λεγέσθω τοῦτο καὶ ἐπὶ τοῦ Υἱοῦ. Εἰ δὲ ἀσεβές ἐστι ταῦτα λέγειν ἐν τῷ Πατρὶ εἶναι, ἀσεβὲς ἔστω καὶ ἐν τῷ Υἱῷ ταῦτα νοεῖν. Τὰ γὰρ τοῦ Πατρὸς, ταῦτα τοῦ Υἱοῦ ἐστιν. Ὁ γὰρ τιμῶν τὸν Υἱὸν τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα αὐτὸν, καὶ ὁ δεχόμενος τὸν Υἱὸν, δέχεται σὺν αὐτῷ τὸν Πατέρα· ὁ γὰρ ἑωρακὼς τὸν Υἱὸν ἑώρακε τὸν Πατέρα. Ὡς οὖν οὐκ ἔστι κτίσμα ὁ Πατὴρ, οὕτως οὐδὲ ὁ Υἱός· καὶ ὡς οὐκ ἔστιν εἰπεῖν ἐπ' αὐτοῦ, ἦν ποτε, ὅτε οὐκ ἦν, ἢ ἐξ οὐκ ὄντων· οὕτως οὐχ ἁρμόζει, οὐδ' ἐπὶ τοῦ Υἱοῦ λέγειν τὸ αὐτό. Ἀλλὰ μᾶλλον ὡς ἐν τῷ Πατρὶ τὸ ἀΐδιον, τὸ ἀθάνατον, τὸ ἀεὶ, τὸ μὴ κτίσμα· οὕτω καὶ περὶ Υἱοῦ φρονεῖν ἀκόλουθον. Κατὰ γὰρ τὸ γεγραμμένον, Καθὼς ὁ Πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ. ∆έδωκε δὲ εἴρηκεν, ἵνα τὸν διδόντα Πατέρα δείξῃ. Ὡς δὲ ἐν τῷ Πατρὶ, οὕτω καὶ ἐν τῷ Υἱῷ ἐστιν ἡ ζωὴ, ἵνα τὸ ἀδιαίρετον καὶ ἀΐδιον διδάξῃ. ∆ιὰ τοῦτο γὰρ καὶ ἀκριβῶς εἴρηκεν, Ὅσα ἔχει ὁ Πατὴρ, ἵνα, καὶ ὧδε λέγων τὸν Πατέρα, μὴ καὶ αὐτὸς Πατὴρ νομισθῇ. 25.217 Οὐ γὰρ εἴρηκεν, Ἐγώ εἰμι ὁ Πατὴρ, ἀλλ', Ὅσα ἔχει ὁ Πατήρ. Πατὴρ μὲν γὰρ, ὦ Ἀρειανοὶ, παρὰ τοῦ Πατρὸς χρηματίζοι ὁ μονογενὴς Υἱὸς αὐτοῦ, οὐ μὴν ὡς ὑμεῖς πλανώμενοι ἴσως ἂν ὑπολάβοιτε, ἀλλ' Υἱὸς μὲν τοῦ γεννήσαντος Πατρὸς, πατὴρ δὲ τοῦ μέλλοντος αἰῶνος. ∆εῖ γὰρ ὑμῶν πάσας τὰς ὑπονοίας περιελεῖν Φησὶ γοῦν διὰ τοῦ προφήτου· Ἐγεννήθη ἡμῖν Υἱὸς, καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, πατὴρ τοῦ μέλλοντος αἰῶνος. Οὐκοῦν καὶ πατὴρ τοῦ μέλλοντος αἰῶνος ὁ Μονογενὴς, καὶ Θεὸς ἰσχυρὸς, καὶ ἐξουσιαστὴς ὁ Υἱὸς ὑπάρχει τοῦ Θεοῦ· καὶ σαφῶς δέδεικται, ὅτι πάντα, ὅσα ἔχει ὁ Πατὴρ, αὐτοῦ ἐστι, καὶ καθὼς ζωὴν δίδωσιν ὁ Πατὴρ, καὶ τῷ Υἱῷ ὁμοίως πάρεστιν οὓς θέλει ζωοποιεῖν. Ἀκούσονται γὰρ, φησὶ, τῆς φωνῆς τοῦ Υἱοῦ οἱ νεκροὶ, καὶ ζήσονται. Καὶ ἓν θέλημα Πατρὸς καὶ Υἱοῦ καὶ βούλημα, ἐπεὶ καὶ ἡ φύσις μία καὶ ἀδιαίρετος. Καὶ περισσῶς οἱ Ἀρειανοὶ κόπτουσιν ἑαυτοὺς, μὴ νοοῦντες τὸ εἰρημένον πρὸς τοῦ Σωτῆρος ἡμῶν, τὸ, Πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν. Ἐκ γὰρ τούτου, καὶ ἡ Σαβελλίου ἀνατρέπεται παραφροσύνη, καὶ τῶν νῦν Ἰουδαίων ἐλέγξει τὴν ἄνοιαν. ∆ιὰ γὰρ τοῦτο ζωὴν ἔχων ἐν ἑαυτῷ ὁ Μονογενὴς, ὡς ὁ Πατὴρ ἔχει, καὶ μόνος οἶδε τίς ἐστιν ὁ Πατὴρ, ἐν τῷ Πατρὶ ὢν, καὶ ἔχων ἐν ἑαυτῷ τὸν Πατέρα. Εἰκὼν γάρ ἐστι, καὶ ἀκολούθως, ὡς ἐν εἰκόνι, πάντα τὰ τοῦ Πατρὸς ἐν αὐτῷ ἐστι. Σφραγὶς γάρ ἐστιν ἰσότυπος ἐν αὐτῷ δεικνὺς τὸν Πατέρα, Λόγος ζῶν, ἀληθινὸς, δύναμις, σοφία, ἁγιασμὸς, καὶ

3