In illud: Omnia mihi tradita sunt

 δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. ∆έδωκε γὰρ, ἵν', ὥσπερ δι' αὐτοῦ τὰ πάντα γέγονεν, οὕτως ἐν αὐτῷ τὰ πάντα ἀνακαινισθῆναι δυνηθῇ. Οὐ γὰρ, ἵν' ἐκ πτωχοῦ πλού

 πτωχῇ χρησαμένους, τὸ νοούμενον παραστῆσαι τῷ λόγῳ δεῖ, ἐπειδὴ τολμηρὸν ἐμβατεύειν τὴν ἀπερινόητον φύσιν. Ὡς οὐκ ἂν τοίνυν ποτὲ τὸ ἐξ ἡλίου φῶς τὴν οἰ

 ἀπολύτρωσις ἡμῶν. Ἐν αὐτῷ γὰρ καὶ ζῶμεν, καὶ κινούμεθα, καί ἐσμεν· καὶ, Οὐδεὶς γινώσκει τίς ἐστιν ὁ Πατὴρ εἰ μὴ ὁ Υἱὸς, καὶ τίς ἐστιν ὁ Υἱὸς εἰ μὴ ὁ Π

δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. ∆έδωκε γὰρ, ἵν', ὥσπερ δι' αὐτοῦ τὰ πάντα γέγονεν, οὕτως ἐν αὐτῷ τὰ πάντα ἀνακαινισθῆναι δυνηθῇ. Οὐ γὰρ, ἵν' ἐκ πτωχοῦ πλούσιος γένηται, παρεδόθη αὐτῷ, οὐδ' ἵνα, ὡς μὴ ἔχων ἐξουσίαν, λάβῃ ἐξουσίαν, παρέλαβε τὰ πάντα, μὴ γένοιτο! ἀλλ' ἵνα μᾶλλον, ὡς Σωτὴρ, τὰ πάντα διορθώσηται. Ἔπρεπε μὲν γὰρ τὴν μὲν ἀρχὴν τῆς δημιουργίας δι' αὐτοῦ γε νέσθαι εἰς τὸ εἶναι αὐτὰ, τὴν δὲ διόρθωσιν ἐν αὐτῷ, ἐχουσῶν διαφορὰν τῶν λέξεων. Ἐν ἀρχῇ μὲν γὰρ δι' αὐτοῦ γέγονεν εἰς τὸ εἶναι· ὕστερον δὲ, πεσόντων πάντων, γέγονεν ὁ Λόγος σὰρξ, καὶ ἐνεδύσατο αὐ τὴν, ἵν' ἐν αὐτῷ τὰ ὅλα κατορθωθῇ. Πάσχων γὰρ αὐτὸς ἡμᾶς ἀνέπαυσε, καὶ πεινῶν αὐτὸς ἡμᾶς ἔτρεφε, καὶ εἰς τὸν ᾅδην καταβαίνων ἡμᾶς ἀνέφερε. Τότε γοῦν γινομένων πάντων πρόσταγμα ἦν τὸ γε νέσθαι, οἶον τὸ, ἐξαγαγέτω, καὶ, γενέσθω· ἐπὶ δὲ τῇ διορθώσει παραδοθῆναι πάντα ἔπρεπεν, ἵν' αὐτὸς γένηται ἄνθρωπος, καὶ ἐν αὐτῷ τὰ πάντα ἀνακαι νισθῇ. Ἐν αὐτῷ γὰρ ὢν ὁ ἄνθρωπος, ἐζωοποιεῖτο· διὰ τοῦτο γὰρ συνεπλάκη ὁ Λόγος τῷ ἀνθρώπῳ, ἵνα ἡ κατάρα μηκέτι ἰσχύσῃ κατὰ τοῦ ἀνθρώπου. ∆ιὰ τοῦτο γὰρ καὶ ἐν ἑβδομηκοστῷ πρώτῳ ψαλμῷ τοὺς 25.213 ἀξιοῦντάς φασι τὸν Θεὸν περὶ τοῦ ἀνθρωπείου γένους, Ὁ Θεὸς, τὸ κρῖμά σου τῷ βασιλεῖ δὸς, ἵνα καὶ τὸ καθ' ἡμῶν κρῖμα τοῦ θανάτου, ὅπερ ἦν καθ' ἡμῶν, παραδοθῇ τῷ Υἱῷ, καὶ λοιπὸν αὐτὸς ἐν αὐτῷ αὐτὸ ἐξαφανίσῃ, ἀποθανὼν ὑπὲρ ἡμῶν. Τοῦτο γὰρ σημαίνων καὶ αὐτὸς ἔλεγεν ἐν τῷ ὀγδοηκοστῷ ἑβδόμῳ ψαλμῷ· Ἐπ' ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου. Τὸν γὰρ καθ' ἡμῶν θυμὸν αὐτὸς ἐβάσταζεν, ὡς καὶ ἐν τῷ ἑκατοστῷ τριακοστῷ ἑβδόμῳ φησί· Κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ. Οὕτω μὲν οὖν πάντα παραδεδόσθαι τῷ Σωτῆρι νοεῖν ἔξεστι, καὶ εἰ δεῖ νοήσαντα πάλιν εἰπεῖν, παραδέδοται αὐτῷ ἅπερ οὐκ εἶχεν. Οὐ γὰρ ἦν ἄνθρωπος πρὸ τούτου, ἀλλὰ γέγονε διὰ τὸ σῶσαι τοῦτον. Καὶ οὐκ ἦν ἐν ἀρχῇ σὰρξ ὁ Λόγος, ἀλλ' ὕστερον γέγονε σὰρξ, ἐν ᾗ καὶ τὴν πρὸς ὑμᾶς ἔχθραν διήλλαξε κατὰ τὸν Ἀπόστολον, καὶ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι κατήργησεν, ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρω πον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι πρὸς τὸν Πατέρα. Ἃ μέντοι ἔχει ὁ Πατὴρ, ταῦτα καὶ τοῦ Υἱοῦ ἐστιν, ὡς ἐν τῷ Ἰωάννῃ φησί· Πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι, πάνυ γε καλῶς ἐχόντων τῶν ῥημάτων. Ὅτε μὲν γὰρ ὅπερ οὐκ ἦν ἐγίνετο, παραδίδοται αὐτῷ τὰ πάντα· ὅτε δὲ τὴν πρὸς τὸν Πατέρα ἑνότητα σημᾶναι βούλεται, οὐ κρύπτει, ἀλλὰ διδάσκει λέγων· Πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι. Καὶ τὴν ἀκρίβειαν χρὴ θαυμά ζειν τοῦ λόγου. Οὐ γὰρ εἴρηκε, Πάντα ὅσα ἔχει ὁ Πατὴρ, δέδωκέ μοι, ἵνα μὴ, ὥς ποτε μὴ ἔχων, δειχθῇ· ἀλλ' ὅτι ἐμά ἐστιν. Ὄντων γὰρ ἐν τῇ τοῦ Πατρὸς ἐξουσίᾳ τούτων, ἔστιν ὁμοίως ἐν τῇ τοῦ Υἱοῦ. Τί δὲ ἔχει ὁ Πατὴρ, ἐξεταστέον πάλιν. Εἰ μὲν γὰρ τὴν κτίσιν σημαίνει, οὐδὲν ἄρα εἶχε πρὸ τῆς κτίσεως, καὶ φαίνεται προσλαμβάνων ἀπὸ τῆς κτίσεως. Ἀλλὰ μὴ γένοιτο τοῦτο νοεῖν! Ὡς γάρ ἐστιν αὐτὸς πρὸ τῆς κτίσεως, οὕτω καὶ πρὸ τῆς κτίσεως ἔχει ἅπερ ἔχει, ἅτινα καὶ τοῦ Υἱοῦ εἶναι πιστεύομεν. Εἰ γὰρ ἐν τῷ Πατρὶ ὁ Υἱὸς, ἄρα ἂν τὰ πάντα, ὅσα ἔχει ὁ Πατὴρ, τοῦ Υἱοῦ ἐστιν. Ἀνατρέπον δὲ τὸ ῥητόν ἐστι τοῦτο τὴν τῶν κακοδόξων πονηρίαν λεγόντων· «Εἰ πάντα παραδέδοται τῷ Υἱῷ, ἄρα πέπαυται ὁ Πατὴρ τῆς τῶν παραδοθέντων ἐξουσίας, ἐπειδὴ κατέστησεν ἀνθ' ἑαυτοῦ τὸν Υἱόν· Καὶ γὰρ ὁ Πατὴρ οὐδένα κρίνει, πᾶσαν δὲ τὴν κρίσιν δέδωκε τῷ Υἱῷ.» Ἀλλ' ἐμφραττέσθω τὰ στόματα τῶν λαλούντων τὰ ἄδικα· οὐ γὰρ, ἐπειδὴ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ, αὐτὸς τῆς δεσποτείας ἐψίλωται· οὐδ' ὅτι πάντα παρα δεδόσθαι τῷ Υἱῷ παρὰ τοῦ Πατρὸς εἴρηται, αὐτὸς οὐκ ἔστιν ἐπὶ πάντων· χωριζόντων δὲ σαφῶς τὸν Μονογενῆ τοῦ Θεοῦ τὸν ἀχώριστον τῇ φύσει, εἰ καὶ τοῖς λόγοις οὗτοι μεμηνότες χωρίζουσιν, οὐ 25.216 νοοῦντες οἱ δυσσεβεῖς, ὡς οὐκ ἂν χωρισθείη ποτὲ τὸ φῶς τοῦ ἡλίου, ἀλλ' ἔστιν ἐν αὐτῷ φυσικῶς. Ἀπὸ γὰρ τῶν ἐν χερσὶ καὶ συνήθων εἰκόνι

2