Homilia in Canticum canticorum

 μᾶλλον δὲ ὁ Κύριος διὰ Σολομῶντος, ὅτι Τρία εἴδη ἐμίσησεν ἡ ψυχή μου, γέροντα μοιχὸν, καὶ πτωχὸν ὑπερήφανον, 27.1353 καὶ πλούσιον ψεύστην· ὁρᾷς, ὅτι μ

 καὶ ἐλέγετο καθ' ἡμῶν τοῦτο, ὅτι, Ἡ ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο. Ἐν κακοῖς γὰρ ἦμεν τότε, οὐκ ἐβλέπομέν σε· νῦν δὲ ὅτε εἴδομεν, ὅτι ἐξεγέρθη ὁ βοῤῥᾶς

 τὸν μνηστευθέντα τὴν ψυχήν. Τοῦτο γὰρ καὶ Παῦλος ἔλεγεν· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Ὅταν δὲ καὶ ἀδελφὴν αὐτὴν ὀνομά

 27.1361 καὶ εὐθέως λέγει· Φάγετε, οἱ πλησίον μου, καὶ πίετε, καὶ μεθύσθητε, ἀδελφοί. Ἰδὲ τὸν Σωτῆρα πῶς νηπίοις παραγγέλλει φαγεῖν· τοῖς δὲ μείζοσι λέ

τὸν μνηστευθέντα τὴν ψυχήν. Τοῦτο γὰρ καὶ Παῦλος ἔλεγεν· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Ὅταν δὲ καὶ ἀδελφὴν αὐτὴν ὀνομάζει, διὰ τὴν σάρκα ἢν ἐφόρεσε. Τοῦτο γὰρ εἷς τῶν προφητῶν σημαίνων περὶ αὐτοῦ ἔλεγεν· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. ∆ιὰ τοῦτο μηδεὶς νομιζέτω σαρκικοὺς εἶναι τοὺς λόγους τούτους. Ὅτε μὲν γὰρ παρεκάλει αὐτὸν ἡ μακαρία αὕτη ψυχὴ λέγουσα· Καταβήτω ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ, ὅταν μὲν γὰρ ἀκούσῃ ψυχὴν, μὴ μίαν ψυχὴν ὑπολάμβανε, ἀλλ' ὅλον τὸν κόσμον. ∆ιὰ τοῦτο τοίνυν παρακαλοῦμεν αὐτὸν λέγοντες· Κατάβηθι, ὦ Λόγε, εἰς τὸν κῆπόν σου, καὶ φάγε τὸν καρπὸν τῶν ἀκροδρύων σου· καὶ εὐθέως αὐτὸς ἐπήκουσεν· Εἰσῆλθον εἰς κῆπόν μου, ἀδελφή μου νύμφη· ἐτρύγησα σμύρναν μου μετὰ ἀρωμάτων μου. Πότερον παρεκάλεσάς με καταβῆναι καὶ φαγεῖν τοὺς καρπούς; Ἰδοὺ καταβέβηκα· δός μοι τοὺς καρπούς. Ὁ μὲν οὖν τῶν Ἰουδαίων λόγος εὐ 27.1360 θέως φέρει ἀντὶ σταφυλῶν ἀκάνθας, καὶ ἀντὶ συκῶν τριβόλους. Πότε δὲ προσήνεγκαν αὐτῷ τούτους τοὺς καρποὺς, εἰ μὴ ὅτε ἐσταυροῦτο; Ἤτησε γὰρ πιεῖν ἐκ τῶν καρπῶν τῆς ἀμπέλου, καὶ ἀντὶ οἴνου προσήνεγκαν αὐτῷ ὄξος. Ὁρᾷς τὸν καρπὸν αὐτῶν ὅτι ὤξηκε; Λεγέτω τοίνυν ὁ Σωτήρ· Παρεκάλεσάς με καταβῆναι, καὶ φαγεῖν ἀπὸ τῶν ἀκροδρύων, καὶ ἰδοὺ ἦλθον διψῶν, καὶ ὄξος μοι προσήνεγκας· καὶ ἦλθον πάλιν πεινῶν ἐπὶ τὴν συκῆν, καὶ φύλλα μόνον εὗρον. Εἴθε δὲ κἂν φύλλα μόνον εὑρίσκειν, καὶ μὴ τὸ ξύλον ξηρόν· διὰ τοῦτο γὰρ καὶ κατηρασάμην αὐτήν. Καταβέβηκα γὰρ φαγεῖν τοὺς καρποὺς τῶν ἀκροδρύων, καὶ ἰδοὺ καταβὰς εὗρον αἵματα ἐφ' αἵμασιν μισγόμενα, πορνεύοντας καὶ μοιχεύοντας, καὶ αἵματα ἀθῶα ἐκχυνόμενα. Εὗρον ὑμᾶς γλύφοντας λίθους, καὶ Θεὸν ὀνομάζοντας· καὶ λοιπὸν ἀντὶ ἀκροδρύων σμύρναν· καὶ εἰς θάνατον ἄγομαι διὰ σέ. Καταβέβηκα τοῦ φαγεῖν τοὺς καρποὺς τῶν ἀκροδρύων· καὶ ἰδοὺ θάνατον τρυγῶ διὰ σέ· σμύρναν τρυγῶ μετὰ ἀρωμάτων. Ἀλλ' εἴθε τρυγήσαντός μου τὴν σμύρναν σωθέντες ἦτε καὶ πεπαυμένοι τῶν κακῶν, καὶ μὴ λεγέτω καθ' ὑμῶν τὸ ἐν τῷ εἰκοστῷ ἐννάτῳ ψαλμῷ λεγόμενον· Τίς ὠφέλεια ἐν τῷ αἵματι μου ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; Καταβέβηκα γὰρ διὰ σὲ, καὶ θάνατον ἐτρύγησα καὶ σμύρναν· ἀλλ' οὐ μόνον τὴν σμύρναν, ἀλλὰ μετὰ ἀρωμάτων. Πῶς δὲ καὶ μετὰ ἀρωμάτων; Ὅτε γὰρ ἐτρύγησα τὴν σμύρναν, τουτέστι τὸν θάνατον· ὅτε ἐτέθη ἐν τῷ μνημείῳ, καὶ ἀνέστησεν τὸ σῶμα ἄφθαρτον, τότε ἐφάνησαν τὰ ἀρώματα· ἀρώματα δὲ ἦν ἡ ἀφθαρσία τοῦ σώματος. ∆ιὰ τοῦτο καλῶς λέγει· Ἐτρύγησα σμύρναν μου μετὰ ἀρωμάτων μου· ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου· ἔπιον οἶνόν μου μετὰ γάλακτός μου. Θεωρεῖς τὸν Λόγον τὸν πρὸς πᾶσαν ἡλικίαν γιγνόμενον; καὶ τοῖς Ἰουδαίοις νηπίοις οὖσιν διδοὺς τροφὴν μέλι καὶ γάλα· μέλι δὲ καὶ γάλα ἐὰν ἀκούσῃς, τὸν νόμον νόμιζε· ὡς γὰρ νηπίοις αὐτοῖς οὖσιν ἐδόθη τὸ γάλα· τοῖς δὲ τελείοις ὁ ἄρτος καὶ ὁ οἶνος δίδοται· στερεὰ γάρ ἐστι τροφὴ καὶ ὁ ἄρτος καὶ ὁ οἶνος, τουτέστι τὸ Εὐαγγέλιον. ∆ιὰ τοῦτο τοίνυν καλῶς λέγει ὁ Σωτήρ· Ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου, ἔπιον οἶνόν μου μετὰ γάλακτός μου. Θεωρεῖς πῶς πανταχοῦ λέγει; Αὐτοῦ γάρ ἐστι καὶ ἡ Καινὴ καὶ ἡ Παλαιά. ∆ιὰ τοῦτο οὐαὶ τοῖς Ἰουδαίοις τοῖς τὸ μέλι καὶ γάλα ἐσθίουσιν. Ὡσαύτως δὲ καὶ οἱ Μανιχαῖοι τὸν ἄρτον καὶ τὸν οἶνον ἐσθίουσιν· ἡ δὲ Καθολικὴ Ἐκκλησία τὰ δύο ὁμοῦ ἐσθίει, τὸν ἄρτον μετὰ τοῦ μέλιτος, καὶ πίνει τὸν οἶνον μετὰ τοῦ γάλακτος· καὶ ἐσθίοντες μὲν τὸν ἄρτον συναναλίσκομεν τῷ λόγῳ καὶ τὸ μέλι. Καὶ τὸ πρόβατον γέγραπται ἐσθίειν τὸ Πάσχα. Λαμβάνω τὸ πρόβατον καὶ συναναλίσκω αὐτὸ τῷ Λόγῳ· καὶ οὐκ ἐσθίω τὸ πρόβατον μόνον, ἀλλὰ καὶ τὸν ὡς πρόβατον ἐπὶ σφαγὴν ἀγόμενον Λόγον. ∆ιὰ τοῦτο καλῶς λέγει· Ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου, καὶ ἔπιον οἶνόν μου μετὰ γάλακτός μου·

4