Homilia in Canticum canticorum

 μᾶλλον δὲ ὁ Κύριος διὰ Σολομῶντος, ὅτι Τρία εἴδη ἐμίσησεν ἡ ψυχή μου, γέροντα μοιχὸν, καὶ πτωχὸν ὑπερήφανον, 27.1353 καὶ πλούσιον ψεύστην· ὁρᾷς, ὅτι μ

 καὶ ἐλέγετο καθ' ἡμῶν τοῦτο, ὅτι, Ἡ ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο. Ἐν κακοῖς γὰρ ἦμεν τότε, οὐκ ἐβλέπομέν σε· νῦν δὲ ὅτε εἴδομεν, ὅτι ἐξεγέρθη ὁ βοῤῥᾶς

 τὸν μνηστευθέντα τὴν ψυχήν. Τοῦτο γὰρ καὶ Παῦλος ἔλεγεν· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Ὅταν δὲ καὶ ἀδελφὴν αὐτὴν ὀνομά

 27.1361 καὶ εὐθέως λέγει· Φάγετε, οἱ πλησίον μου, καὶ πίετε, καὶ μεθύσθητε, ἀδελφοί. Ἰδὲ τὸν Σωτῆρα πῶς νηπίοις παραγγέλλει φαγεῖν· τοῖς δὲ μείζοσι λέ

μᾶλλον δὲ ὁ Κύριος διὰ Σολομῶντος, ὅτι Τρία εἴδη ἐμίσησεν ἡ ψυχή μου, γέροντα μοιχὸν, καὶ πτωχὸν ὑπερήφανον, 27.1353 καὶ πλούσιον ψεύστην· ὁρᾷς, ὅτι μισητοὶ ὄντως παρὰ τῷ Κυρίῳ ἐκεῖνοι οἱ γέροντες; ὅτε οὖν ἐπαν έστησαν τῇ μακαρίᾳ Σουσάννῃ, μηδενὸς ὑπάρχοντος ἐν τῷ τόπῳ, θέλοντες τὴν ῥᾳθυμίαν ἑαυτῶν ἐκτελέ σαι, αὕτη, συμβουλευσαμένη ἐν ἑαυτῇ τῷ λογισμῷ, εὐνούχισεν ἑαυτὴν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ἄνθρωπος μὲν γὰρ ἄνθρωπον τηρῆσαι οὐ δύναται· οὐδὲ μήτηρ θυγατέρα ἑαυτῆς, οὐδὲ παιδίσκη κυρίαν, ἐὰν μὴ ὁ εὐσεβὴς λογισμὸς φύλαξ γένηται τοῦ ἀνθρώ που. ∆ιὰ τοῦτο, ὦ ἄνερ, εὐνουχίσας σεαυτὸν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ σὺ, ὦ γύναι, ἔτι ἀσφαλέστερον νοήσασα τὸ ῥητὸν, ἐπισκεψαμένη, δοκίμα σον σεαυτὴν λέγουσα τό· Ἐξεγέρθητι, βοῤῥᾶ, καὶ ἔρχου, νότε· διάπνευσον κῆπόν μου, καὶ ῥευσά τωσαν ἀρώματά μου. Ὅτε γὰρ Κύριος καὶ Σωτὴρ ἡμῶν ἐσταυρώθη, ὅτε ὁ ἥλιος ἐσκότασεν, καὶ ἡ γῆ ἐσείετο, ὅτε αἱ πέτραι ἐσχίζοντο, καὶ τὰ μνημεῖα ἀνοίγοντο· φόβος συνεῖχε τότε τοὺς μαθητὰς, μὴ εἰ δότας τό· Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθή σονται τὰ πρόβατα τῆς ποίμνης· τότε οἱ μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων ὁμοθυμαδὸν ἦσαν εἰς κέλλιον κρυπτόμενοι. Μὴ παρὼν δὲ ἐνταῦθα Ἰουδαῖος χλευαζέτω, μηδὲ ἀκούων Ἕλλην γελάτω. Ἐν τούτῳ γὰρ τὴν ἐλπίδα ἔχομεν· διὰ τοῦτο καὶ παῤῥησιαζό μενος λαλῶ. Οὗτος γὰρ ὁ κρεμάμενος ἐπὶ ξύλου, αὐ τός ἐστιν ἡ σωτηρία ἡμῶν· ἡ γὰρ τούτου σταύρωσις κάθαρσις ἁμαρτιῶν ἦν. Καὶ ἦν θέαμα μέγα τότε γιγνόμενον, ὅτι, τοῦ σώματος σταυρουμένου, ἡ ἁμαρτία ἔπιπτεν. Εἰ μὴ γὰρ ἦν οὗτος ἐσταυρωμένος ἄχρι τοῦ νῦν, εἵλομεν τοὺς μώλωπας καὶ τὰς ἀσθενείας ἐν τῷ σώματι. Καὶ θεωρῶν ἡμῶν ὁ διάβολος τὸ ἀσθενὲς κατ εγαυρία ἡμῶν ἐπανιστάμενος καθ' ἡμῶν. Εἶπε γὰρ ὁ ἐχθρός· ∆ιώξας καταλήψομαι. ∆ιὰ τοῦτο ὁ Κύριος, κατελθὼν, πρὸς οὐδένα ἦλθεν εἰ μὴ πρὸς τὸν διάβολον· ἐκεῖνος γὰρ ἦν ὁ διδοὺς ἡμῖν τὰ τραύματα, καὶ διαφθείρας ἡμᾶς ἐν ταῖς ἀσθενείαις. ∆ιὰ τοῦτό φησι ὁ Κύριος λέγων· Ἰδοὺ ἐγὼ πρὸς σὲ, τὸ ὄρος τὸ διεφθαρμένον, τὸ διαφθεῖρον πᾶσαν τὴν γῆν. ∆ιὰ τοῦτο οὖν φησι· Μὴ γελάτω Ἰουδαῖος, τῶν μαθητῶν κρυπτομένων, καὶ τοῦ σώματος σταυρουμένου. Τοῦ γὰρ σώματος κινουμένου ἐν τῷ σταυρῷ, ὁ Λόγος ἐσκύλευσε τὸν ᾅδην· καὶ οἱ θυρωροὶ τοῦ ᾅδου βλέποντες ἔπτησσον· τότε αἱ γυναῖκες παρεκάθηντο τῷ σώ ματι ἐν τῷ μνημείῳ κλαίουσαι. Τότε οἱ μαθηταὶ τοῦ Κυρίου ἔσω ἐν τῷ κελλίῳ κρυπτόμενοι λεγέτωσαν. Ἐξεγέρθητι, βοῤῥᾶ, καὶ ἔρχου, νότε. διάπνευσον κῆπόν μου, καὶ ῥευσά τωσαν ἀρώματά μου. Τὸ μὲν σῶμα τὸ ἐν τῷ βοῤῥᾷ κείμενον ἐξεγειρέσθω, ὁ δὲ Λόγος ἐκ τοῦ νότου ἐρχέ σθω. Ἆρ' οὖν ἐν τῷ βοῤῥᾷ ἔκειτο τὸ σῶμα τοῦ Κυ ρίου; Καὶ γεγόναμεν ἐν τῷ τόπῳ ἐκείνῳ ἐν ᾧ ἦν σταυρωθεὶς ὁ Κύριος, καὶ ἦν ἐκ βοῤῥᾶ τῆς Ἱερουσα λήμ. ∆ιὰ τοῦτο ὁ ∆αυῒδ παρατετηρημένως ἔλεγεν· Ὄρη Σιὼν, τὰ πλευρὰ τοῦ βοῤῥᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου. ∆ιὰ τοῦτο καὶ ἡμεῖς, ὅτε γεγόναμεν ἐν τῷ τόπῳ ἐκείνῳ ὅπου ἐσταυρώθη ὁ Χρι στὸς, καὶ ἦμεν ἑστῶτες ἐν τῇ ἀνατολῇ, καὶ προσευ 27.1356 χόμενοι. καὶ ἦν βορεινὸς ὁ τόπος ὅπου ἦν σταυρωθεὶς ὁ Κύριος. ∆ιὰ τοῦτο οὖν οἱ μαθηταὶ ἐν τῷ κελλίῳ ἔσω κρυπτόμενοι λεγέτωσαν· Ἐξεγέρθητι, βοῤῥᾶ, καὶ ἔρχου, νότε, ἐξεγέρθητι σὺν βοῤῥᾷ, τουτέστιν, ἐκ τοῦ νότου εἰς τὸ σῶμα. Τοῦτο γὰρ καὶ ἐν τοῖς προ φήταις γέγραπται, ὅτι Ὁ Θεὸς ἐκ Θεμὰν ἥξει. Τριημέρου δὲ κειμένου τοῦ σώματος ἐν τῷ βοῤῥᾷ, ἔρχεται ὁ Σωτὴρ ἐκ τοῦ νότου, καὶ λαμβάνει τὸ σῶ μα τὸ ἐν τῷ βοῤῥᾷ κείμενον, καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς ἐν τῷ τόπῳ ὅπου ἦσαν. Τότε λοιπὸν, εἰσελ θόντος τοῦ Ἰησοῦ, ἔπνευσεν ὁ κῆπος, καὶ ἔῤῥευσαν τὰ ἀρώματα. Τότε λεγέτωσαν οἱ μαθηταὶ τῷ Κυρίῳ· Ὦ Κύριε, ὅτε σὺ ἐσταυρώθης, καὶ ἐσκύλευες τὸν ᾅδην, ἡμεῖς ἦμεν ἐν κελλίῳ ὁμοθυμαδὸν συνερχόμενοι καὶ ζητοῦντες τὸ παρὰ σοῦ φῶς· φῶς δὲ ἡμῖν ἡ σὴ παρουσία. Μὴ βλέποντες δὲ τὴν σὴν παρουσίαν, ἦμεν ἐν σκότει πολλῷ συνεχόμενοι·

2