Homilia in Canticum canticorum

 μᾶλλον δὲ ὁ Κύριος διὰ Σολομῶντος, ὅτι Τρία εἴδη ἐμίσησεν ἡ ψυχή μου, γέροντα μοιχὸν, καὶ πτωχὸν ὑπερήφανον, 27.1353 καὶ πλούσιον ψεύστην· ὁρᾷς, ὅτι μ

 καὶ ἐλέγετο καθ' ἡμῶν τοῦτο, ὅτι, Ἡ ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο. Ἐν κακοῖς γὰρ ἦμεν τότε, οὐκ ἐβλέπομέν σε· νῦν δὲ ὅτε εἴδομεν, ὅτι ἐξεγέρθη ὁ βοῤῥᾶς

 τὸν μνηστευθέντα τὴν ψυχήν. Τοῦτο γὰρ καὶ Παῦλος ἔλεγεν· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Ὅταν δὲ καὶ ἀδελφὴν αὐτὴν ὀνομά

 27.1361 καὶ εὐθέως λέγει· Φάγετε, οἱ πλησίον μου, καὶ πίετε, καὶ μεθύσθητε, ἀδελφοί. Ἰδὲ τὸν Σωτῆρα πῶς νηπίοις παραγγέλλει φαγεῖν· τοῖς δὲ μείζοσι λέ

καὶ ἐλέγετο καθ' ἡμῶν τοῦτο, ὅτι, Ἡ ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο. Ἐν κακοῖς γὰρ ἦμεν τότε, οὐκ ἐβλέπομέν σε· νῦν δὲ ὅτε εἴδομεν, ὅτι ἐξεγέρθη ὁ βοῤῥᾶς καὶ ἦλθεν ὁ νότος, τότε ἔπνευσεν ὁ κῆπος, καὶ ἔῤῥευσαν τὰ ἀρώματα. Τότε προσερχέσθω ὁ Θωμᾶς κατανοῆσαι τὸ σῶ μα, καὶ ἰδεῖν τοὺς τύπους τῶν ἥλων, καὶ ἐν τῷ κατα νοῆσαι αὐτὸν καὶ ἰδεῖν τοὺς τύπους τῶν ἥλων λεγέτω· Ἔπνευσεν ὁ κῆπος, καὶ ἔῤῥευσαν τὰ ἀρώματα. Ἀρώματα δὲ ἡμῶν ἡ ἀφθαρσία τοῦ σώματος, ἣν ἐνεδύ σατο. ∆ιὰ τοῦτο γὰρ καὶ ὁ Παῦλος ἔλεγεν· ∆εῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. Πότε δὲ ἐν εδύσατο τὸ σῶμα τὴν ἀφθαρσίαν εἰ μὴ διὰ τῆς ἀνα παύσεως τοῦ Λόγου; ἀμέλει γε ὅτε ἀνέστη ὁ Σωτὴρ, καὶ ἦλθον αἱ γυναῖκες ἅψασθαι αὐτοῦ, ἔλεγεν αὐταῖς· Μή μου ἅπτεσθε· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα μου. ∆ιὰ τοῦτο, εἰ εὐνούχισας σεαυτὸν, ὦ ἄνερ, καὶ σὺ, ὦ γῦναι, ἀκούσατε τὸν πόθον τῆς μα καρίας ταύτης ψυχῆς, πῶς ποθοῦσα τοῦ Λόγου λέγει· Καταβήτω ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ. Τότε μὲν γὰρ παρεκάλει τὸν Λόγον καταβῆναι εἰς τὸν κῆπον καὶ φαγεῖν καρπὸν ἀκροδρύων αὐτοῦ· πρὸς μὲν γὰρ τὸν κῆπον τὸν κόσμον εἶναι, ἐφ' ὃν παρεκάλει αὐτὸν κα ταβῆναι καὶ φαγεῖν καρπὸν ἀκροδρύων αὐτοῦ· τὰ δὲ ἀκρόδρυα εἶναι τοὺς ἀνθρώπους· τὸν δὲ καρπὸν εἶναι τῶν ἀκροδρύων τὰς πράξεις τοῦ νόμου· ὃν παρεκά λει αὐτὸν καταβῆναι καὶ φαγεῖν. Οὕτω καὶ ἡμεῖς εἰ ἔχομεν ἑτοίμους τοῦ νόμου ἀποδοῦναι τοὺς καρποὺς τῷ Κυρίῳ, παρακαλῶμεν καὶ ἡμεῖς τὸν Λόγον κατα βῆναι καὶ φαγεῖν τὸν καρπὸν τῶν ἀκροδρύων αὐτοῦ· αὐτοῦ γάρ ἐσμεν ἀκρόδρυα καὶ ποιήματα κτισθέντες ἐπ' ἔργοις ἀγαθοῖς. ∆ιὰ τοῦτο καὶ παρακαλῶμεν αὐτόν. Πῶς δὲ αὐ τὸν παρακαλοῦμεν; ∆ιὰ δεήσεων καὶ προσευχῶν, οὐχ ἵνα τῷ στόματι κράζωμεν, ἀλλὰ τῷ λογισμῷ ἐν ἑαυ τοῖς εὐχόμενοι. Τί γὰρ εὐχόμενος κράζεις, ὡς τοῦ Θεοῦ κοιμωμένου; Ἰδοὺ γὰρ οὐ νυστάξει, οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ. Τοῦτο δὲ καὶ Ἱερεμίας ἔλεγεν· Ἐγρηγόρησεν ἐπὶ τὰ ἀσεβήματά 27.1357 μου· τοῦτο δὲ καὶ Ἡσαΐας ἔλεγεν· Ἔτι σου λαλοῦντος ἐρῶ· Ἰδοὺ πάρειμι. Οὐ γὰρ ἀναμένει ὁ Θεὸς τοὺς ἐκ τῶν χειλέων λόγους. Ἀμέλει γε ὁ Σωτὴρ ἐν τῷ Εὐαγγελίῳ ἔλεγεν, ὅτι Οἶδεν ὁ Θεὸς ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν. ∆ιὰ τοῦτο μὴ ὡς ἐξ ἔργου εὐχόμενοι κράζωμεν· ἀλλ' εἰ καὶ τῷ στόματι εὔχῃ, εὔχου καὶ τῷ νοΐ· τοῦτο γὰρ καὶ ὁ Παῦλος ἔλεγε· Ψαλῶ τῷ πνεύματι, ψαλῶ καὶ τῷ νοΐ. Ἐκ βαθέων γὰρ, φησὶ, ἐκέκραξά σοι, Κύριε. ∆ιὰ τοῦτο καὶ ἡ γυνὴ ἐν ταῖς Βασιλείαις ὅτε ηὔχετο κράζουσα, ὁ ἱερεὺς ἐφίμωσε τὸ στόμα αὐτῆς, ἡγησά μενος αὐτὴν, ὅτι ἐμέθυεν· καὶ ὅμως ἐκείνη, τῷ νοῒ εὐχομένη, καὶ εἰσηκούσθη, καὶ ἔτεκε τὸν Σαμουήλ. ∆ιὰ τοῦτο καὶ σὺ τί εὐχόμενος κράζεις, ὡς τοῦ Θεοῦ μὴ ἀκούοντος; Ἄκουε τοῦ λέγοντος, ὅτι Ὁ φυτεύσας τὸ οὖς οὐχὶ ἀκούει; Εἰ μὲν γὰρ σὺ ἔχων ὦτα ἀκούεις, πόσῳ μᾶλλον ὁ ποιητὴς ὤτων; ∆ιὰ τοῦτο παρὰ Κυρίῳ μὴ εὐχόμενοι κράζωμεν, ὡς τοῦ Θεοῦ μὴ ἀκούοντος· καὶ γὰρ σιωπώντων ὁ Θεὸς ἀκούει. Θεωρεῖς γὰρ τὸν πόθον τὸν ἐν ταύτῃ τῇ μακαρίᾳ ψυ χῇ, πῶς, παρακαλούσης αὐτῆς καὶ λεγούσης· Κατα βήτω ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ· πῶς εὐθέως λέγει ὁ Λό γος· Εἰσῆλθον εἰς κῆπόν μου, ἀδελφή μου νύμφη; ὡς οὐδὲν ταχύτερον· ἔτι γὰρ αὐτῆς λαλούσης, εὐ θέως ὑπήκουσε· θεωρεῖς τὸ γεγραμμένον· Ὅτι καὶ ἔτι λαλοῦντός σου ἐρῶ, Ἰδοὺ πάρειμι; Ἅμα γὰρ ἐν τῷ αὐτὴν παρακαλεῖν καὶ λέγειν· Κατάβηθι, ὦ Λόγε, εἰς τὸν κῆπόν σου, καὶ φάγε τὸν καρπὸν τῶν ἀκροδρύων σου, εὐθέως ὑπήκουσεν αὐτῇ λέγων· Εἰσῆλθον εἰς τὸν κῆπόν μου, ἀδελφή μου νύμφη. ∆ιὰ τί δὲ καὶ νύμφην καὶ ἀδελφὴν αὐτὴν ὀνομάζει; Πᾶς γὰρ νυμφίος οὐκ ὀνομάζει τὴν νύμφην αὐτοῦ ἀδελφήν· ὧδε δὲ καὶ ἀδελφὴν καὶ νύμφην αὐτὴν ὀνομάζει, ἵνα δείξῃ, ὅτι οὐκ ἔστιν ὁ θάλαμος ἐπᾳδόμενος σαρκός. Ὅταν μὲν γὰρ ὀνομάζει αὐτὴν νύμφην, διὰ τὸν Λόγον,

3