Homilia de semente

 ἡλιακαὶ ἀκτῖνες προσβάλλουσαι, ἀναξη ραίνουσι τὸν σπόρον. Καὶ γίνεται τὸ αἴτιον οὐ παρὰ τὸ ἄτονον τοῦ σπόρου, ἀλλὰ τὸ σαθρὸν τῆς γῆς. Πά λιν ὁ σπόρος

 οἴδαμεν τὸ ὑποκείμενον· ἡ γὰρ τῆς φυλλάδος ὁμοιότης ἀπατᾷ πολλάκις τοὺς προεστῶτας. Ὅταν δὲ ἡ διδασκαλία εἰς ἔργον προχωρήσῃ, καὶ ὁ καρπὸς τῶν ἔργων π

 ὅτι καὶ νεκρῶν ἐλευθερωτὴς γέγονεν, ἄκουε τῶν Εὐαγγελίων λεγόντων· «Καὶ πολλὰ σώματα τῶν κε κοιμημένων ἁγίων ἀνέστησεν.» Ἐν μνήματι ἐτέθη, καὶ πολλὰ μ

 ὁμοιότης μὲν τῶν πραγμάτων, πολλὴ δὲ διαφορὰ τῶν ὑποκειμένων. Χρισθεὶς δὲ ὁ ∆αβὶδ εἰς βασιλέα, οὐχ ἅμα ἥρπασε τὴν βασιλείαν, ἀλλ' ἠνείχετο πολλοῖς χρό

 πνεῦμα τὸ ἀκάθαρτον πνίγον ἀοράτως ἐπνίγετο, καὶ ἀνέψυχεν ὁ Σαούλ. Ἐφθόνει δὲ τῷ ∆α βὶδ διὰ τοιάνδε ὑπόθεσιν. Ἀλλόφυλοί ποτε ἐπέθεντο τῷ γένει τῶν Ἑβρ

 ἐπέμεινεν ἐν τῇ βουλῇ. Καὶ τῷ υἱῷ Ἰωνάθαν ἠγανάκτει, διὰ τὸ ἔχειν φίλα πρὸς τὸν ∆αβὶδ, καὶ ἐπεχείρησε τὸν ἴδιον υἱὸν ἀνελεῖν τῇ βασκανίᾳ τῆς διανοίας

 ἰδών τινα ἔχοντα ξηρὰν χεῖρα, καὶ γινώσκων ὅτι ἕτοιμοί εἰσιν οἱ Ἰουδαῖοι εἰς τὸ κατη 28.164 γορεῖν, λέγει πρὸς τὸν ἔχοντα τὴν χεῖρα τὴν ξηράν· «Ἀνάστη

 ἄγριον τῆς διανοίας ἡμεροῦν ἐβούλετο, καί φησι πρὸς αὐτούς· «Ἔξεστιν ἀγαθοποιῆσαι ἐν Σαββάτῳ, ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι, ἢ ἀπολέσαι; «Εἰ γὰρ εἶπεν αὐ

 ἐλεημοσύνην πτωχῷ. Καὶ ἄλλως δὲ αὐτὸ λάβωμεν. Πολλοί τινές εἰσιν ἀμελεῖς εἰς προσευχὰς, καὶ πᾶσαν μὲν τὴν ἡμέραν ἀσχολοῦνται περὶ ἐργασίας ἀνθρωπίνας,

πνεῦμα τὸ ἀκάθαρτον πνίγον ἀοράτως ἐπνίγετο, καὶ ἀνέψυχεν ὁ Σαούλ. Ἐφθόνει δὲ τῷ ∆α βὶδ διὰ τοιάνδε ὑπόθεσιν. Ἀλλόφυλοί ποτε ἐπέθεντο τῷ γένει τῶν Ἑβραίων· καί τις Γολιὰθ παμμεγέθης τὸ σῶμα, καὶ θρασὺς τὴν ψυχὴν, καὶ φοβερὸς ὀφθῆ ναι, ἐπὶ τεσσαράκοντα ἡμέρας ὠνείδιζε τὸν Ἰσραὴλ, καὶ ᾔτει εἰς μονομαχίαν ἕνα, ἀσπίδα μὲν παμμεγέθη περικείμενος, δόρυ δὲ ἐξελὼν, καὶ φοβερὰς κνημί δας· καὶ οἱ βλέποντες ἔφυγον, καὶ ὁ Σαοὺλ ἐδειλία. Ἧκεν ἐπισκεψόμενος τοὺς ἀδελφοὺς ὁ ∆αβὶδ, καὶ συμβάλλει εἰς μάχην, ὁ γυμνὸς τῷ ἐνόπλῳ, ὁ ἀπειροπόλεμος τῷ πολυπολέμῳ, ὁ νέος τῷ ἀνδρί· καὶ πάν των πτηξάντων, καὶ μηδενὸς τολμῶντος ἐπεξελθεῖν, ∆αβὶδ ἀναδέχεται τὸν πόλεμον. Εἰδὼς δὲ ἔψαλλεν, ὅτι τοῦ Θεοῦ ὁ πόλεμος, καὶ ὅτι «Ψευδὴς ἵππος εἰς σω τηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται.» Ἤδει ἃ ἔψαλλεν· εἶχεν ὅπλον μέγιστον τὴν πίστιν, καὶ περικεφαλαίαν περιέθετο σωτηρίου, καὶ ἀναλαβὼν ῥάβδον καὶ σφενδόνην, τὸν λίθον περιειλήσας, πλήξας τὸν ἀντίδικον, συντόμως κατήνεγκε. Παρατρέχομεν γὰρ τὰ ῥήματα· ἐπειδὴ οὐ τοῦτο νῦν ἐστι τὸ προκεί μενον. Ἔπεσεν ὁ Γολιὰθ ὁ μέγας ὑπὸ τοῦ μικροῦ, καὶ ὁ ἔμπειρος ὑπὸ τοῦ ἀπείρου καὶ ἀφελεστέρου. Καὶ λαβὼν αὐτοῦ τὸ ξίφος, ἀπέτεμεν αὐτοῦ τὴν κε φαλήν. Καὶ ἡ μὲν κεφαλὴ ἀπηνέχθη ἐν Ἱεροσολύμοις· τὸ δὲ ξίφος αὐτοῦ ἐτηρεῖτο παρὰ Ἀβιμελὲχ τῷ ἱερεῖ. Ἐλυτρώθη ὁ λαὸς ὑπὸ τοῦ ἀντιδίκου. Ἐξῆλθον εἰς ὑπάντησιν γυναῖκες χορεύουσαι· θυμηδία γὰρ ἦν τὸ προκείμενον· φόβος δὲ ἐλύθη, ὁ ἐχθρὸς ἔπεσεν, ὁ λαὸς ἐπήνθει· χορεῖαι, καὶ τύμπανα, καὶ ἁρμονία, καὶ εὐ φροσύνη τὸ προκείμενον. Αἱ δὲ χορεύουσαι ᾖδον, οὐ πρὸς ἀξίαν ἀφορῶσαι, ἀλλὰ πρὸς τὸ ἐνεργῆσαι· ἔλε γον γάρ· «Ἐπάταξεν ὁ ∆αβὶδ ἐν μυριάσιν αὐτοῦ, καὶ Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ.» Καὶ τῷ νικήσαντι ἔδω καν τὰς χιλιάδας, καὶ οὐκ εἶπον, πόσαι χιλιάδες, οὐδὲ πόσαι μυριάδες. ∆ύνανται δὲ καὶ μυριάδες ἀναλυθῆ ναι εἰς χιλιάδας, καὶ χιλιάδες πολυπλασιασθῆναι εἰς μυριάδας. Ὁ Σαοὺλ, ἀκούσας, ἐπλήγη τὴν διάνοιαν. Ὢ μεγάλης ἀνοίας! Οὐκ ἔδει κἂν τὸ παρὸν αἰδεσθῆ ναι; Τί βασκαίνεις ἀνθρώπῳ νικητῇ, ἐν μιᾷ ὥρᾳ εὐ φημουμένῳ, ὁ ἐπὶ τεσσαράκοντα ἡμέρας κρυπτόμε νος; Τῶν ἐχθρῶν ἐλυτρώθης, τί βασκαίνεις ἀνθρώπῳ ἐπαινουμένῳ, ἔργα ἄξια ἐπαίνων ἐργασαμένῳ; Ἀλλὰ πρὸς ἑαυτὸν ἔλεγεν· Ἔδωκαν τῷ ∆αβὶδ τὰς μυριάδας, καὶ ἐμοὶ τὰς χιλιάδας. Καὶ ἦν ὑποβλεπόμενος τὸν ∆αβίδ. 28.160 Βλέπε εἰ μὴ ἀπόγονοι αὐτοῦ ἦσαν, οἷς σήμε ρον ὁ Σωτὴρ ἐθεράπευσε τὴν δεξιὰν χεῖρα τὴν ξηράν. Καὶ ἐξελθόντες ἐκεῖνοι, οὐχ ἵνα δοξάσωσι τὸν Θεὸν, ἐσκέπτοντο, ἀλλὰ πῶς ἐπιβουλεύσωσι τῷ εὐεργέτῃ. Λέγει γὰρ τὸ Εὐαγγέλιον, ὅτι αὐτοὶ μὲν ἐπλήσθησαν ἀνοίας, καὶ ἐξελθόντες, διελογίζοντο, τί ἂν ποιήσωμεν τῷ Ἰησοῦ; Ἀπόγονοι τοῦ διώκοντος, καὶ ἀπόγονοι τοῦ μανιώδους, καὶ ἀπόγονοι τοῦ ἐπιβουλεύοντος τοῖς εὐεργέταις. Ὑπεβλέπετο τοίνυν ὁ Σαοὺλ τὸν ∆αβὶδ, καὶ οὐκ ἔτι ἔβλεπεν αὐτὸν ὀρθοῖς ὀφθαλμοῖς. Τοιοῦτοι γὰρ οἱ βάσκανοι, καὶ τοιοῦτοι οἱ ὑποκριταί. ∆ιὰ τοῦτο ἡ Γραφή σοι λέγει· «Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτω σαν,» μηδὲν πλάγιον, μηδὲ βάσκανον, ἢ ἔρωτος ἢ μανίας, ἤ τι τοιοῦτον ἐχόμενοι. Βλέπε τὸν φίλον ὀρθῶς, μηδὲν κεκρυμμένον, μηδὲν ἰοβόλον. Ἀλλ' ὁ Σαοὺλ ὑπεβλέπετο τὸν ∆αβίδ. Καὶ βλέπε κατασκευήν· ἰδὼν αὐτὸν τιμώμενον, βούλεται αὐτῷ δοῦναι τὴν θυ γατέρα ἐπιγαμβρίαν. Ὢ πείρασις βασκανίας! Ἐπιβουλεύει, καὶ νυμφίον αὐτὸν λαμβάνει· καὶ οὐ φείδε ται θυγατρὸς, ἵνα τῷ τετιμημένῳ ἐπιβουλεύσῃ. Καὶ ἔπαθλον βούλεται ἑκατὸν ἀκροβυστίας ἀλλοφύλων. Ὑπώπτευε γὰρ, ὅτι, ἐὰν εἰς πόλεμον αὐτὸν ἐμβάλῃ, οἱ ἑκατὸν, συμπλακέντες τῷ ἑνὶ, ἀποκτενοῦσι τὸν ἕνα· καὶ οὕτως ἀπαλλαγείη. Καὶ γέγονεν· ἀλλ' ὁ μὲν ἐχθρὸς ὡς ἐχθρὸς, ὁ δὲ Θεὸς ὡς Θεός. Ἀπέρχεται ὁ ∆αβὶδ, καὶ νικᾷ μόνος ἑκατόν. Ὁ δὲ Σαοὺλ ἰδὼν Θεὸν σύμμαχον τοῦ ἐχθροῦ, οὐδὲ οὕτως ἐδυσωπήθη· μᾶλ λον δὲ οὐ τοῦ ἐχθροῦ, ἀλλὰ τοῦ εὐεργέτου

6