Homilia de semente

 ἡλιακαὶ ἀκτῖνες προσβάλλουσαι, ἀναξη ραίνουσι τὸν σπόρον. Καὶ γίνεται τὸ αἴτιον οὐ παρὰ τὸ ἄτονον τοῦ σπόρου, ἀλλὰ τὸ σαθρὸν τῆς γῆς. Πά λιν ὁ σπόρος

 οἴδαμεν τὸ ὑποκείμενον· ἡ γὰρ τῆς φυλλάδος ὁμοιότης ἀπατᾷ πολλάκις τοὺς προεστῶτας. Ὅταν δὲ ἡ διδασκαλία εἰς ἔργον προχωρήσῃ, καὶ ὁ καρπὸς τῶν ἔργων π

 ὅτι καὶ νεκρῶν ἐλευθερωτὴς γέγονεν, ἄκουε τῶν Εὐαγγελίων λεγόντων· «Καὶ πολλὰ σώματα τῶν κε κοιμημένων ἁγίων ἀνέστησεν.» Ἐν μνήματι ἐτέθη, καὶ πολλὰ μ

 ὁμοιότης μὲν τῶν πραγμάτων, πολλὴ δὲ διαφορὰ τῶν ὑποκειμένων. Χρισθεὶς δὲ ὁ ∆αβὶδ εἰς βασιλέα, οὐχ ἅμα ἥρπασε τὴν βασιλείαν, ἀλλ' ἠνείχετο πολλοῖς χρό

 πνεῦμα τὸ ἀκάθαρτον πνίγον ἀοράτως ἐπνίγετο, καὶ ἀνέψυχεν ὁ Σαούλ. Ἐφθόνει δὲ τῷ ∆α βὶδ διὰ τοιάνδε ὑπόθεσιν. Ἀλλόφυλοί ποτε ἐπέθεντο τῷ γένει τῶν Ἑβρ

 ἐπέμεινεν ἐν τῇ βουλῇ. Καὶ τῷ υἱῷ Ἰωνάθαν ἠγανάκτει, διὰ τὸ ἔχειν φίλα πρὸς τὸν ∆αβὶδ, καὶ ἐπεχείρησε τὸν ἴδιον υἱὸν ἀνελεῖν τῇ βασκανίᾳ τῆς διανοίας

 ἰδών τινα ἔχοντα ξηρὰν χεῖρα, καὶ γινώσκων ὅτι ἕτοιμοί εἰσιν οἱ Ἰουδαῖοι εἰς τὸ κατη 28.164 γορεῖν, λέγει πρὸς τὸν ἔχοντα τὴν χεῖρα τὴν ξηράν· «Ἀνάστη

 ἄγριον τῆς διανοίας ἡμεροῦν ἐβούλετο, καί φησι πρὸς αὐτούς· «Ἔξεστιν ἀγαθοποιῆσαι ἐν Σαββάτῳ, ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι, ἢ ἀπολέσαι; «Εἰ γὰρ εἶπεν αὐ

 ἐλεημοσύνην πτωχῷ. Καὶ ἄλλως δὲ αὐτὸ λάβωμεν. Πολλοί τινές εἰσιν ἀμελεῖς εἰς προσευχὰς, καὶ πᾶσαν μὲν τὴν ἡμέραν ἀσχολοῦνται περὶ ἐργασίας ἀνθρωπίνας,

ὁμοιότης μὲν τῶν πραγμάτων, πολλὴ δὲ διαφορὰ τῶν ὑποκειμένων. Χρισθεὶς δὲ ὁ ∆αβὶδ εἰς βασιλέα, οὐχ ἅμα ἥρπασε τὴν βασιλείαν, ἀλλ' ἠνείχετο πολλοῖς χρόνοις δουλεύων τῷ Σαούλ· καὶ ὁ Σωτὴρ ἡμῶν γεν νηθεὶς βασιλεὺς πρὸ τῶν αἰώνων, καὶ οὐ πρόσκαιρον ἔχων τὴν βασιλείαν, ἀλλὰ πρὸ πάντων τῶν αἰώνων βασιλεὺς, ἐκ βασιλέως Θεοῦ γεννηθεὶς, ἠνείχετο· «Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἀλλ' ἑαυ τὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν,» ἵνα τελέσῃ τὴν οἰκονομίαν. Ἐδίωκε τὸν ∆αβὶδ Σαοὺλ, ἐδίωκε τὸν 28.156 Χριστὸν Ἡρώδης. Ἀλλ' οὔτε ὁ Σαοὺλ διώκων τὸν ∆αβὶδ ἔβλαψεν, οὔτε Ἡρώδης διώκων τὸν Χριστὸν ἔβλα ψεν. Ἐπανέστη τῷ ∆αβὶδ Ἀβεσσαλὼμ υἱὸς ὤν· ἐπανέστη τῷ Σωτῆρι Ἰούδας υἱὸς ὢν καὶ αὐτὸς ἄλλος· τοὺς γὰρ μαθητὰς οἶδεν ὁ Σωτὴρ ὀνομάζειν υἱοὺς, λέγων· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός·» καὶ πάλιν πρὸς τοὺς μαθητὰς ἔλεγε, «Τε κνία.» Ὁ τόπος τῆς ἀπωλείας τοῦ Ἀβεσσαλὼμ Χεὶρ Ἀβεσσαλὼμ μέχρι τὴν σήμερον καλεῖται. Καὶ βλέπε μοι τὴν ἀκρίβειαν τῆς εἰκόνος τῶν πραγμάτων. Οὐ γέγραπται, Ποῦς Ἀβεσσαλὼμ, ἀλλὰ Χεὶρ Ἀβεσσαλώμ· οὐ γέγραπται Κεφαλὴ Ἀβεσσαλὼμ, καίτοιγε ἀπὸ τριχῶν κεφαλῆς ἀπώλετο, ἀλλὰ Χεὶρ Ἀβεσσαλώμ. Πρώτη γὰρ ἦν ἡ τῆς κεφαλῆς χεὶρ, ἡ προδοῦσα κατὰ τῆς εἰκόνος τῶν πραγμάτων· ἀλλ' ὡς ἐξελθούσης διὰ τῆς ὀνομασίας τῶν πραγμάτων τῆς χειρὸς, πλα γίως ἐμήνυσε τὸ ἐσόμενον ἡ Γραφή· Χεὶρ Ἀβεσ σαλὼμ, καὶ τῶν πραγμάτων εἰκόνες. Ὅσας ὁμοιό τητας ἔχει ὁ ∆αβὶδ πρὸς τὸν Σωτῆρα! Οὗτος τοίνυν ὁ ∆αβὶδ, χρισθεὶς εἰς βασιλέα ὑπὸ τοῦ Σαμουὴλ, ἐλαίῳ αἰσθητῷ· ἄλλως δὲ ὁ Σωτὴρ ἡμῶν ἐχρίσθη. Πῶς καὶ τίνα τρόπον, ἄκουε τοῦ τεσ σαρακοστοῦ τετάρτου Ψαλμοῦ λέγοντος· «Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύ τητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν. ∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου·» ἵνα μὴ τῇ ὁμοιολεξίᾳ τῆς χρί σεως ἰσοτιμίαν νομίσῃς εἶναι τῶν λεγομένων. Ἐχρί σθη ∆αβὶδ, ἐχρίσθη καὶ ὁ Χριστός· ἀλλ' ὁ μὲν ἐχρίσθη ὑπὸ ἀνθρώπου, ὁ δὲ ἐχρίσθη ἐκ Πατρός· καὶ ἡ χρίσις ἀνεκδιήγητος, καὶ ἀκατάληπτα τὰ πράγματα. ∆ιὰ τοῦτο λέγει ὁ Ψαλμῳδός· «Ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Τῆς ὁμοιότητός εἰσι μέτοχοι, οὐ μὴν ἰσότιμον ἔχουσι τὴν χρίσιν· πανταχοῦ γὰρ καὶ τὴν ὁμοιότητα τηρεῖ, καὶ τὸ ὑπερέχον τοῦ πράγμα τος φυλάττει. Ὁ τοίνυν ∆αβὶδ χρισθεὶς ὑπὸ τοῦ Σα μουὴλ, ἔμενεν ἐφ' ἑαυτοῦ. Ὁ δὲ Σαοὺλ, παραβὰς ἐν τολὰς Θεοῦ, πνεύματι ἀκαθάρτῳ παρεδόθη. Ἔψαλλε δὲ ὁ ∆αβὶδ, καὶ κιθάραν εἶχε ποιμενικὴν, καὶ ἐν ἐρή μοις διάγων, καὶ οὐκ ἔχων τίσιν ἀνθρώποις διαλε χθῆναι· καὶ κιθάραν πηξάμενος, καὶ διὰ τοῦ ἀνακρούεσθαι τὰ μέλη δύο εἰργάζετο· παρεμυθεῖτο γὰρ καὶ διὰ τοῦ ἤχου τὸ τῶν τόπων ἔρημον, οὐ μὴν εἰς ἔκλυ τα ἐξέπιπτε μέλη, ἀλλὰ ψαλμοὺς ᾖδεν, ἵνα τέρπῃ μὲν τὸ εὔηχον, ὠφελῇ δὲ τὸ εὐσεβές. Καὶ ἔψαλλεν ἐν ταῖς ἐρήμοις λέγων, ὅτι καὶ «Τὰ ὕψη τῶν ὀρέων αὐτοῦ ἐστι·» προσετίθη δὲ πάλιν· «Ἀνὰ μέσον τῶν ὀρέων διελεύσεται ὕδατα, καὶ ποτιοῦσι πάντα τὰ θη ρία τοῦ ἀγροῦ. Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει.» Ἔψαλλε τὰ περὶ τοῦ ἀνθρώπου, λέ γων· «Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, πρόβατα καὶ βόας ἁπάσας.» Ἔτι δὲ καὶ τὰ τοῦ Θεοῦ θαυματουργήματα ἔψαλλε. Ὀδυνωμένου δὲ τοῦ Σαοὺλ 28.157 ὑπὸ τοῦ πνεύματος τοῦ ἀκαθάρτου, γίνεταί τις μη νοτὴς τῷ Σαούλ· καὶ τούτῳ τῷ τρόπῳ καλεῖται ὁ ∆α βίδ. Καὶ ὁσάκις ἐπετίθετο αὐτῷ τὸ πνεῦμα τὸ πονη ρὸν, λαμβάνων τὴν κιθάραν ὁ ∆αβὶδ, ἀνεκρούετο, ψάλλων καὶ ὕμνους λέγων τῷ Θεῷ. Μὴ γάρ μοι τῆς κιθάρας μνημόνευε, ἀλλὰ τοῦ ψαλλομένου· μηδὲ, ἁρπάσας τὰ ῥήματα, εἰς θεατρο μανεῖς ἐμπέσῃς ἡδονὰς, ἀλλὰ, μνημονεύσας τῶν ψαλ μῶν, τῇ Ἐκκλησίᾳ παράμενε. Εἰς χεῖρας τοίνυν λαμ βάνων τὴν κιθάραν ὁ ∆αβὶδ, καὶ ψάλλων τῷ Θεῷ, τὸν πνίγοντα δαίμονα ἀπήλαυνεν. Ὢ μεγάλης ψαλμῶν δυνάμεως! Τὸ

5