Homilia de semente

 ἡλιακαὶ ἀκτῖνες προσβάλλουσαι, ἀναξη ραίνουσι τὸν σπόρον. Καὶ γίνεται τὸ αἴτιον οὐ παρὰ τὸ ἄτονον τοῦ σπόρου, ἀλλὰ τὸ σαθρὸν τῆς γῆς. Πά λιν ὁ σπόρος

 οἴδαμεν τὸ ὑποκείμενον· ἡ γὰρ τῆς φυλλάδος ὁμοιότης ἀπατᾷ πολλάκις τοὺς προεστῶτας. Ὅταν δὲ ἡ διδασκαλία εἰς ἔργον προχωρήσῃ, καὶ ὁ καρπὸς τῶν ἔργων π

 ὅτι καὶ νεκρῶν ἐλευθερωτὴς γέγονεν, ἄκουε τῶν Εὐαγγελίων λεγόντων· «Καὶ πολλὰ σώματα τῶν κε κοιμημένων ἁγίων ἀνέστησεν.» Ἐν μνήματι ἐτέθη, καὶ πολλὰ μ

 ὁμοιότης μὲν τῶν πραγμάτων, πολλὴ δὲ διαφορὰ τῶν ὑποκειμένων. Χρισθεὶς δὲ ὁ ∆αβὶδ εἰς βασιλέα, οὐχ ἅμα ἥρπασε τὴν βασιλείαν, ἀλλ' ἠνείχετο πολλοῖς χρό

 πνεῦμα τὸ ἀκάθαρτον πνίγον ἀοράτως ἐπνίγετο, καὶ ἀνέψυχεν ὁ Σαούλ. Ἐφθόνει δὲ τῷ ∆α βὶδ διὰ τοιάνδε ὑπόθεσιν. Ἀλλόφυλοί ποτε ἐπέθεντο τῷ γένει τῶν Ἑβρ

 ἐπέμεινεν ἐν τῇ βουλῇ. Καὶ τῷ υἱῷ Ἰωνάθαν ἠγανάκτει, διὰ τὸ ἔχειν φίλα πρὸς τὸν ∆αβὶδ, καὶ ἐπεχείρησε τὸν ἴδιον υἱὸν ἀνελεῖν τῇ βασκανίᾳ τῆς διανοίας

 ἰδών τινα ἔχοντα ξηρὰν χεῖρα, καὶ γινώσκων ὅτι ἕτοιμοί εἰσιν οἱ Ἰουδαῖοι εἰς τὸ κατη 28.164 γορεῖν, λέγει πρὸς τὸν ἔχοντα τὴν χεῖρα τὴν ξηράν· «Ἀνάστη

 ἄγριον τῆς διανοίας ἡμεροῦν ἐβούλετο, καί φησι πρὸς αὐτούς· «Ἔξεστιν ἀγαθοποιῆσαι ἐν Σαββάτῳ, ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι, ἢ ἀπολέσαι; «Εἰ γὰρ εἶπεν αὐ

 ἐλεημοσύνην πτωχῷ. Καὶ ἄλλως δὲ αὐτὸ λάβωμεν. Πολλοί τινές εἰσιν ἀμελεῖς εἰς προσευχὰς, καὶ πᾶσαν μὲν τὴν ἡμέραν ἀσχολοῦνται περὶ ἐργασίας ἀνθρωπίνας,

οἴδαμεν τὸ ὑποκείμενον· ἡ γὰρ τῆς φυλλάδος ὁμοιότης ἀπατᾷ πολλάκις τοὺς προεστῶτας. Ὅταν δὲ ἡ διδασκαλία εἰς ἔργον προχωρήσῃ, καὶ ὁ καρπὸς τῶν ἔργων παχυνθῇ, τότε φαίνεται τίς μὲν ὁ πιστὸς, τίς δὲ ὁ ὑποκριτής. Καὶ πῶς καὶ τίνα τρόπον παραγίνε ται πολλάκις εἰς πόλιν ἀνὴρ δυνάμενος διδάσκειν Ἑλληνιστὶ, ὃς, τὴν ἀκοὴν θελγόμενος, σπεύδει εἰς τὴν Ἐκκλησίαν, οὐ τὴν ἰατρείαν τῆς ψυχῆς, ἀλλὰ τῶν λόγων τὸ κάλλος μόνον ἁρπάσαι. Ἀνεχώρησεν ὁ εὐ γλώττως λαλῶν· ἀνεχώρησε καὶ τῆς Ἐκκλησίας τὸ ζιζάνιον· οὐ γὰρ ἔχει τὸ σιτῶδες, τὸ πιστόν. Ὁ δὲ πιστὸς, κἂν εὐγλώττως λέγῃ τὰ λεγόμενα, σπουδάζει κατακούειν, κἂν Συριστὶ, κἂν Ῥωμαϊστὶ, κἂν δια φόρῳ γλώττῃ. Οὐ γὰρ ζητεῖ λόγους, ἀλλ' ἔργα. «Ὁ γὰρ λόγος ἡμῶν καὶ τὸ κήρυγμα ἡμῶν οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει Πνεύμα τος καὶ δυνάμεως.» Τί τὸ ὄφελος, ἐὰν Ἑλληνιστὶ λα λῶμεν, βαρβαρίζωμεν δὲ τῇ γνώμῃ; Τί τὸ ὄφελος, ἐὰν εὐσύνθετος μὲν ὁ λόγος, κακοσύνθετος δὲ ὁ τρό πος; Πολὺ κάλλιόν ἐστι μήτε τὴν Ἑλλήνων εἰδέναι φωνὴν, καὶ τὸν νόμον τοῦ Θεοῦ ἐν καρδίᾳ κεκτῆσθαι. Εἰ μὲν γὰρ σοφιστοῦ διδασκαλεῖον ἦν ἡ Ἐκκλησία, εὐγλωττίας ἦν ὁ καιρός· ἐπειδὴ δὲ τρόπων ἀγὼν, καὶ καρποφορία τὸ προκείμενον, καὶ προσδοκία οὐρανῶν τὸ προσδοκώμενον, μὴ γλῶττα ζητείσθω, ἀλλ' ὁ τρόπος κατορθούσθω. Πάλιν ἄλλοι νοσοῦσιν ἀνθρωπαρέσκειαν ἀνθρώπων, καὶ καιρὸν καθυποκρίνονται· κἂν μὲν ἐπίσημον πρόσωπον ἢ ἐκ πλατειῶν ἢ ἐξ ἀνθρώ πων παραγίνηται, καὶ Χριστιανισμὸν ἐπαγγελλόμενον, τρέχουσιν εἰς τὴν Ἐκκλησίαν, ἵνα ἀνθρώπῳ δείξωσι τὸ πρόσωπον. Ἐξῆλθεν ὁ ἐπίσημος, συνεξῆλθεν ὁ ὑποκριτὴς, καὶ ἀπέχει τὸν μισθόν. ∆ι' ἀνθρώπων ἦλθεν, ἀνθρώπῳ ἤρεσε, παρὰ Θεοῦ οὐδὲν ἔλαβεν· οὐ γὰρ ἐκείνῳ ἔδειξε τὴν διάνοιαν. Τοιαῦτα τῆς Ἐκκλη σίας τὰ ζιζάνια. Ἀλλ' ἔχει τι θαυμάσιον ὁ γεωργὸς τῆς Ἐκκλη σίας Λόγος· καὶ γὰρ ζιζάνια σιτοποιεῖ, ἐὰν θέλῃ. Ἐπειδὴ γὰρ αὐτοπροαίρετος ἡ τῶν ἀνθρώπων κίνη σις, καὶ αὐτεξούσιος ἡ γνώμη, ἐπὶ σοὶ κεῖται τὸ πρᾶγμα· εἰ θέλεις ζιζάνια, εἶ ἀλόγων ζώων τροφή· εἰ θέλεις, μεταβάλλῃ καὶ γίνῃ σῖτος. Εἰκόνα ζητεῖς τῶν λόγων, λάμβανε ἀπὸ δένδρων τὸ ζητούμενον. Ἡ ἀγριέλαιος, ἐπικεντρισθεῖσα, καλλιέλαιος γίνεται, καὶ ἄμπελος ἀγρία, ἡμερωτάτης ἀμπέλου κλῆμα δεξα μένη, ἐπιλανθάνεται μὲν τῶν τῆς ῥίζης παλαιοτήτων, ἀναλαμβάνει δὲ τὴν καινότητα τῶν παλαιῶν. Ἐπι λάθου καὶ σὺ τῶν πρώτων, καὶ ἀνάλαβε τὰ λεγόμενα· καὶ τοῦ ζιζανίου πάρες, τὸ δὲ σιτῶδες ἀνάλαβε· ἵνα δυνηθῇς καὶ αὐτὸς εἴσω ἅλωνος ἐκκλησιαστικῆς γε νέσθαι νοητῆς. Ταῦτα δὲ πάντα ὑμῖν εἴρηται διὰ τὸ εὐαγγελι κὸν ἀνάγνωσμα, τὸ περὶ σπόρων διαλεγόμενον, διὰ τὸν κατασπείραντα ἐν ταῖς ψυχαῖς, τῶν ψυχῶν λυτρω τὴν Ἰησοῦν, τὸν διαπορευόμενον διὰ τῶν σπορίμων. 28.152 Ὁ μὲν οὖν διεπορεύετο ἐπίτηδες ἐν Σαββάτῳ, διάγων τοὺς μαθητὰς διὰ τῶν σπορίμων καὶ οἱ μαθηταὶ διερ χόμενοι, ἔτιλλον στάχυας, καὶ ψώχοντες ταῖς χερσὶν αὐτῶν ἤσθιον, καινοτέραν ἅλωνα τοῖς στάχυσι τὰς χεῖρας ἐργαζόμενοι. Οἱ δὲ Ἰουδαῖοι ἐπετίμων τοῖς μαθηταῖς τρεφομένοις, καὶ πρὸς τὸν διδάσκαλον ἀγα νακτοῦσιν· «Ἴδε, τί ποιοῦσι οἱ μαθηταί σου;» Ἑαυτοὺς ἀπαλλοτριώσαντες τῆς δικαιοσύνης, οὐκ εἶπαν, Οἱ κοινωνοὶ τῶν μαθητῶν ἡμῶν· ἑαυτοὺς γὰρ τῆς μαθήσεως ἐξώρισαν· ἀλλ', «Ἴδε, τί ποιοῦσιν οἱ μαθη ταί σου.» ∆εικνύουσι τὰ φαινόμενα. Τῷ γνώστῃ τῶν καρδιῶν δεικνύετε τὰ ὁρώμενα; Οὐκ ἐλάβετε πολλά κις τὴν πεῖραν, ὅτι οἶδε καὶ τῶν καρδιῶν τὰς γνώ σεις; Οὐ λέγων· «Τί διαλογίζεσθε ἐν ἑαυτοῖς πο νηρά;» ὁ διαλογισμοὺς εἰδὼς, ἀσταχύων ψωχμοὺς οὐκ οἶδε; Καινότερος νεκρὸς ἐλεύθερος ἐν νεκροῖς. Οἱ μὲν ἄλλοι νεκροὶ, δεσμοῖς ὥσπερ περιβαλλόμενοι, ἐν εἱρ κτῇ τῇ ὁδῷ ἀπήγοντο· Ἰησοῦς δὲ γέγονε δι' ἡμᾶς νε κρὸς, καὶ κατῆλθεν εἰς τὰ καταχθόνια μεταξὺ τῶν νεκρῶν· καὶ ἐν νεκροῖς μὲν ἐλθὼν οὐ μόνον ἐλεύθερος ἦν, ἀλλὰ καὶ νεκρῶν ἐλευθερωτής. Καὶ ἵνα μάθῃς,

3