6

Πατρί. ∆ιὰ τοῦτο γὰρ καὶ οἱ Πατέρες, εἰρηκότες ὁμοούσιον εἶναι τὸν Υἱὸν, ἐπήγαγον εὐθύς· Τοὺς δὲ λέγοντας κτίσμα, ἢ ποίημα, ἢ ἐξ οὐκ ὄντων, ἢ, Ἦν ποτε, ὅτε οὐκ ἦν, ἀναθεματίζει ἡ Καθολικὴ Ἐκκλησία· ἵνα διὰ τούτων γνωρίσωσιν, ὅτι ταῦτα σημαίνει τὸ ὁμοούσιον. Καὶ ἡ τοῦ ὁμοουσίου δύναμις γινώσκεται ἐκ τοῦ μὴ εἶναι κτίσμα ἢ ποίημα τὸν Υἱόν· καὶ ὅτι ὁ λέγων ὁμοούσιον οὐ φρονεῖ κτίσμα εἶναι τὸν Λόγον· καὶ ὁ ἀναθεματίζων τὰ προειρημένα ὁμοούσιον ἅμα φρονεῖ εἶναι τὸν Υἱὸν τῷ Πατρί· καὶ ὁ ὁμοούσιον λέγων γνήσιον καὶ ἀληθινὸν λέγει τὸν Υἱὸν τοῦ Θεοῦ. Καὶ ὁ Γνήσιον λέγων νοεῖ τό· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ, Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Ἔπρεπε μὲν οὖν διὰ πλειόνων τὰ τοιαῦτα γράφειν· ἐπειδὴ δὲ πρὸς εἰδότας ὑμᾶς γράφομεν, διὰ τοῦτο συντόμως ὑπηγορεύσαμεν· εὐχόμενοι παρὰ πᾶσι σώζεσθαι τὸν σύνδεσμον τῆς εἰρήνης, καὶ πάντας τοὺς τῆς Καθολικῆς Ἐκκλησίας τὸ αὐτὸ λέγειν, τὸ αὐτὸ φρονεῖν. Καὶ οὐχ ὡς διδάσκοντες, ἀλλὰ ὡς ὑπομιμνήσκοντές ἐσμεν. Ἐσμὲν δὲ οὐχ ἡμεῖς οἱ γράφοντες μόνοι, ἀλλὰ καὶ πάντες οἱ ἐν τῇ Αἰγύπτῳ καὶ ταῖς Λιβύαις ἐνενήκοντά που ἐπίσκοποι. Πάντων γὰρ ἕν ἐστι τοῦτο φρόνημα, καὶ ὑπὲρ ἀλλήλων ἀεὶ ὑπογράφομεν, ἐὰν συμβῇ τινα μὴ παρεῖναι. Οὕτως οὖν διακείμενοι, ἐπειδὴ συνέβη συνελθεῖν ἡμᾶς, ἐγράψαμεν καὶ τῷ ἀγαπητῷ ἡμῶν ∆αμάσῳ τῷ ἐπισκόπῳ τῆς μεγάλης Ῥώμης περὶ τοῦ Αὐξεντίου τοῦ ἐπελθόντος τῇ ἐν Μεδιολάνῳ ἐκκλησίᾳ, διηγούμενοι τὰ κατ' αὐτόν· ὅτι τε οὐ μόνον τῆς Ἀρειανῆς αἱρέσεώς ἐστι κοινωνὸς, ἀλλὰ καὶ ὑπεύθυνός ἐστι πολλοῖς κακοῖς, πράξας ταῦτα μετὰ Γρηγορίου τοῦ κοινωνοῦ τῆς ἀσεβείας αὐτοῦ· καὶ θαυμάζοντες πῶς μέχρι νῦν οὐ καθῃρέθη καὶ ἐκβέβληται τῆς Ἐκκλησίας, καὶ χάριν ὡμολογήσαμεν τῇ θεοσεβείᾳ αὐτοῦ τε καὶ τῶν συνελθόντων ἐν τῇ μεγάλῃ Ῥώμῃ, ὅτι καὶ τοὺς περὶ Οὐρσάκιον καὶ Οὐάλεντα, καὶ τοὺς τὰ αὐτὰ αὐτοῖς φρονοῦντας ἐκβάλλοντες, ἔσωσαν τὴν ὁμοψυχίαν τῆς Καθολικῆς Ἐκκλησίας· ἣν καὶ παρ' ὑμῖν εὐχό 26.1048 μενοι σώζεσθαι, παρακαλοῦμεν μὴ ἀνέχεσθαι, καθὰ προείπομεν, τῶν προβαλλομένων ὄχλον συνόδων προφάσει πίστεως, τὴν ἐν Ἀριμήνῳ, τὴν ἐν Σιρμίῳ, τὴν ἐν τῇ Ἰσαυρίᾳ, τὴν ἐν τῇ Θρᾴκῃ, τὰς ἐν Κωνσταντινουπόλει, τὰς ἐν Ἀντιοχείᾳ πολλὰς καὶ ἀτάκτους. Ἀλλὰ μόνον κρατείτω ἐν ὑμῖν ἡ ἐν Νικαίᾳ παρὰ τῶν Πατέρων ὁμολογηθεῖσα πίστις· ἐν ᾗ καὶ πάντες καὶ τῶν νῦν μαχομένων πρὸς αὐτὴν παρῆσαν Πατέρες, καθὰ προείπομεν, καὶ ὑπέγραψαν· ἵνα καὶ περὶ ἡμῶν ὁ Ἀπόστολος εἴπῃ· Ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις, οὕτω κατέχετε. Αὕτη γὰρ ἡ ἐν Νικαίᾳ σύνοδος, ἀληθῶς στηλογραφία κατὰ πάσης αἱρέσεώς ἐστιν. Αὕτη καὶ τοὺς βλασφημοῦντας εἰς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ λέγοντας αὐτὸ κτίσμα, ἀνατρέπει. Εἰρηκότες γὰρ οἱ Πατέρες περὶ τῆς εἰς τὸν Υἱὸν πίστεως, ἐπήγαγον εὐθύς· Πιστεύομεν καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, ἵνα, τελείαν καὶ πλήρη τὴν εἰς τὴν ἁγίαν Τριάδα πίστιν ὁμολογήσαντες, τὸν χαρακτῆρα τῆς ἐν Χριστῷ πίστεως, καὶ τὴν διδασκαλίαν τῆς Καθολικῆς Ἐκκλησίας ἐν τούτῳ γνωρίσωσι. ∆ῆλον γὰρ καὶ παρ' ὑμῖν καὶ παρὰ πᾶσι καθέστηκε· καὶ οὐδεὶς ἂν Χριστιανῶν ἀμφίβολον εἰς τοῦτο σχοίη τὴν διάνοιαν, ὡς οὐκ ἔστιν ἡμῶν ἡ πίστις εἰς τὴν κτίσιν, ἀλλ' εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ· καὶ εἰς ἓν Πνεῦμα ἅγιον· ἕνα Θεὸν τὸν ἐν τῇ ἁγίᾳ καὶ τελείᾳ Τριάδι γινωσκόμενον· εἰς ἣν καὶ βαπτιζόμενοι, καὶ ἐν ταύτῃ συναπτόμενοι τῇ θεότητι, πιστεύομεν καὶ κληρονομῆσαι βασιλείαν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.