3

τὸν λόγον αὐτοῦ; καὶ μετ' ὀλίγον· Καὶ εἰ ἔστησαν ἐν τῇ ὑποστάσει μου, καὶ ἤκουσαν τῶν λόγων μου. Ἡ δὲ ὑπόστασις οὐσία ἐστὶ, καὶ οὐδὲν ἄλλο σημαινόμενον ἔχει ἢ αὐτὸ τὸ ὄν· ὅπερ Ἱερεμίας ὕπαρξιν ὀνομάζει λέγων· Καὶ οὐκ ἤκουσαν φωνὴν ὑπάρξεως. Ἡ γὰρ ὑπόστασις καὶ ἡ οὐσία ὕπαρξίς ἐστιν. Ἔστι γὰρ καὶ ὑπάρχει. Τοῦτο νοῶν καὶ ὁ Παῦλος, ἔγραψεν Ἑβραίοις· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. Οὗ τοι δὲ οἱ δοκοῦντες εἰδέναι τὰς Γραφὰς, καὶ ὀνομάζοντες ἑαυτοὺς εἶναι σοφοὺς, μὴ θέλοντες ὑπόστασιν λέγειν ἐπὶ Θεοῦ (τοῦτο γὰρ ἔγραψαν ἐν τῇ Ἀριμήνῳ καὶ ἐν ἄλλαις ἑαυτῶν συνόδοις), πῶς οὐ δικαίως καθῃρέθησαν, λέγοντες καὶ αὐτοὶ, ὡς ἄφρων ἐν καρδίᾳ, Οὐκ ἔστι Θεός; Πάλιν τε οἱ Πατέρες ἐδίδαξαν ἐν τῇ Νικαίᾳ μὴ εἶναι κτίσμα ἢ ποίημα τὸν Υἱὸν Λόγον, ἀναγνόντες· Πάντα δι' αὐτοῦ ἐγένετο· καὶ, Ἐν αὐτῷ τὰ πάντα ἐκτίσθη καὶ συνέστηκεν. Οὗτοι δὲ οἱ μᾶλλον Ἀρειανοὶ ἢ Χριστιανοὶ ὄντες, ἐν ταῖς ἄλλαις ἑαυτῶν συνόδοις κτίσμα τετολμήκασιν εἰπεῖν αὐτὸν, καὶ ἕνα τῶν ποιημάτων, ὧν αὐτός ἐστιν ὁ Λόγος δημιουργὸς καὶ ποιητής. Εἰ γὰρ δι' αὐτοῦ τὰ πάντα γέγονε, κτίσμα δέ ἐστι καὶ αὐτός· εἴη ἂν καὶ ἑαυτὸν κτίζων. Καὶ πῶς δύναται τὸ κτιζόμενον, κτίζειν; ἢ πῶς ὁ κτίζων κτίζεται; Ἀλλ' οὐδὲ οὕτως αἰσχύνονται, τοιαῦτα λέγοντες, ἐφ' οἷς μισητοὶ καὶ παρὰ πᾶσίν εἰσιν, ὀνομάζοντες μὲν ἁπλῶς Ἀρίμηνον, δεικνύμενοι δὲ καὶ ἐν αὐτῇ καθαιρεθέντες. Καὶ αὐτὸ δὲ τὸ ἐν Νικαίᾳ γε γραμμένον, ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ, οὗ χάριν προσποιοῦνται μάχεσθαι πρὸς τὴν σύνοδον, καὶ 26.1037 περιβομβοῦσιν, ὡς κώνωπες, πανταχοῦ περὶ τῆς λέ ξεως, ἢ ὡς ἀγνοοῦντες προσκόπτουσιν εἰς αὐτὸ, ὡς οἱ προσκόπτοντες εἰς τὸν τεθέντα λίθον ἐν Σιὼν προσκόμματος· ἢ γινώσκουσι μὲν, διὰ τοῦτο δὲ μάχονται καὶ συνεχῶς γογγύζουσιν, ὅτι κατὰ τῆς αἱρέσεώς ἐστιν αὐτῶν ἀληθῶς αὕτη καὶ ἀκριβὴς ἀπόφασις. Οὐ γὰρ αἱ λέξεις αὐτοὺς λυποῦσιν, ἀλλ' ἡ ἐν αὐτῇ γενομένη κατάκρισις αὐτῶν. Καὶ τούτων δὲ πάλιν αἴτιοι γεγόνασιν αὐτοὶ, καὶ εἰ τοῦτο κρύπτειν αὐτοὶ θέλουσι, καίτοι γινώσκοντες, ἀλλ' ἡμᾶς ἀκόλουθον εἰπεῖν· ἵνα καὶ ἐκ τούτων ἡ μετὰ ἀληθείας ἀκρίβεια τῆς μεγάλης συνόδου δειχθῇ. Τῶν γὰρ συνελθόντων ἐπισκόπων βουλομένων τὰς μὲν παρὰ τῶν Ἀρειανῶν ἐφευρεθείσας τῆς ἀσεβείας λέξεις ἀν ελεῖν· τὸ Ἐξ οὐκ ὄντων· καὶ τὸ λέγειν κτίσμα καὶ ποίημα τὸν Υἱόν· καὶ, Ἦν ποτε, ὅτε οὐκ ἦν· καὶ ὅτι τρεπτῆς ἐστι φύσεως· τὰς δὲ τῶν Γραφῶν ὁμολογουμένας γράψαι· ὅτι τε ἐκ τοῦ Θεοῦ τῇ φύσει μονογενής ἐστιν ὁ Λόγος, δύναμις, σοφία μόνη τοῦ Πατρὸς, Θεὸς ἀληθινὸς, ὡς εἶπεν ὁ Ἰωάννης· καὶ ὡς ἔγραψεν ὁ Παῦλος, ἀπαύγασμα τῆς δόξης, καὶ χαρα κτὴρ τῆς τοῦ Πατρὸς ὑποστάσεως· οἱ περὶ Εὐσέβιον, ὑπὸ τῆς ἰδίας κακοδοξίας ἑλκόμενοι, διελάλουν ἀλλήλοις· Συνθώμεθα· καὶ γὰρ καὶ ἡμεῖς ἐκ τοῦ Θεοῦ ἐσμεν· εἷς γὰρ Θεὸς, ἐξ οὗ τὰ πάντα· καὶ, Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά. Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ. Ἐλογίζοντο δὲ καὶ τὸ ἐν τῷ Ποιμένι γραφέν· Πρῶτον πάντων πίστευ σον, ὅτι εἷς ἐστιν ὁ Θεὸς, ὁ τὰ πάντα κτίσας καὶ καταρτίσας, καὶ ποιήσας ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι. Ἀλλ' οἱ ἐπίσκοποι, θεωρήσαντες τὴν πανουργίαν ἐκείνων, καὶ τὴν τῆς ἀσεβείας κακοτεχνίαν, λευκότερον εἰρήκασι τὸ ἐκ τοῦ Θεοῦ, καὶ ἔγραψαν, ἐκ τῆς οὐσίας τοῦ Θεοῦ εἶναι τὸν Υἱόν· ἵνα τὰ μὲν κτίσματα, διὰ τὸ μὴ ἀφ' ἑαυτῶν χωρὶς αἰτίου εἶναι, ἀλλὰ ἀρχὴν ἔχειν τοῦ γενέσθαι, λέγηται ἐκ τοῦ Θεοῦ· ὁ δὲ Υἱὸς μόνος ἴδιος τῆς τοῦ Πατρὸς οὐσίας· τοῦτο γὰρ ἴδιον μονογενοῦς καὶ ἀληθινοῦ Λόγου πρὸς Πατέρα. Καὶ περὶ μὲν τοῦ γεγράφθαι ἐκ τῆς οὐσίας ἡ πρόφασις αὕτη. Πάλιν δὲ τῶν ἐπισκόπων ἐρωτώντων τοὺς δοκοῦντας ὀλίγους, εἴπερ λέγοιεν, τὸν Υἱὸν οὐ κτίσμα, ἀλλὰ δύναμιν, σοφίαν μόνην τοῦ Πατρὸς, καὶ εἰκόνα ἀΐδιον, ἀπαράλλακτον κατὰ πάντα τοῦ Πατρὸς, καὶ Θεὸν ἀληθινὸν, κατελήφθησαν οἱ περὶ Εὐσέβιον διανεύοντες ἀλλήλοις, ὅτι καὶ ταῦτα φθάνει καὶ εἰς ἡμᾶς· καὶ γὰρ καὶ ἡμεῖς καὶ εἰκὼν καὶ δόξα Θεοῦ λεγόμεθα, καὶ περὶ ἡμῶν εἴρηται· 26.1040 Ἀεὶ γὰρ